Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 5.11, ed. Kühn, 1822, vol. 3, p. 384-387. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.11

10. Εὐλόγως δὲ καὶ τὸ πάχος τῶν σκεπόντων
11. ἔξωθεν ἅπαντα τὰ προειρημένα χιτώνων, οὓς ἀπὸ τοῦ περιτοναίου
12. τὴν γένεσιν ἔχειν ἐλέγομεν, οὐ τοῖς ἀξιώμασι τῶν
13. ὀργάνων, οὐδὲ τοῖς μεγέθεσιν, ἀλλὰ ταῖς χρείαις ἀνάλογον
14. ἡ φύσις ἔνειμεν. οὐ γὰρ ὅτι κυριώτερον ἁπάντων τούτων
15. τὸ ἧπαρ, οὐδ’ ὅτι μέγα, διὰ τοῦτ’ ἦν αὐτῷ δοτέον ἰσχυρότερον
16. χιτῶνα τῆς κύστεως, ἀλλ’ ἐκείνῃ μᾶλλον, ὡς ἂν πολλάκις
17. ἐφ’ ἑκάστῃ νυκτὶ καὶ ἡμέρᾳ πληροῦσθαί τε μελλούσῃ
18. καὶ διατείνεσθαι, καὶ αὖθις ἐκκενοῦσθαί τε καὶ συστέλλεσθαι,
1. βέλτιον ἦν δοθῆναι ῥωμαλεώτερον σκέπασμα. τὸ γὰρ εἰς
2. ἐσχάτην καλῶς ἀφιξόμενον ἐν ὀλίγῳ χρόνῳ διάτασίν τε
3. καὶ σύμπτωσιν ἰσχυρὸν ἐχρῆν εἶναι, καὶ φέρειν ἱκανὸν ἑκατέρας
4. ἐν μέρει τὰς διαθέσεις, ἐναντίας ἀλλήλαις ὑπαρχούσας.
5. ταῦτ’ οὖν δικαίως τῇ φύσει νενέμηται, καὶ πολὺ μᾶλλον
6. ἔτι τὸ τῆς οὐσίας εἶδος αὐτῆς ἑκάστου τῶν χιτώνων.
7. οἱ μὲν γὰρ ἔξωθεν ἅπασι τοῖς εἰρημένοις ὀργάνοις περιβεβλημένοι
8. παραπλήσιοι τοῖς ἀραχνίοις εἰσὶν, ἔνιοι μὲν καὶ
9. αὐτὴν τὴν λεπτότητα, σύμπαντες δὲ τὴν ἰδέαν. οὐδεὶς γὰρ
10. αὐτῶν εἰς ἶνας ἀναλύεται, καθάπερ οἱ ἔνδοθεν αὐτῶν τῶν
11. ὀργάνων ἴδιοι, καθ’ οὓς ἐνεργοῦσιν, ἀλλ’ εἰσὶν ἁπλοῖ
12. παντάπασι, καὶ ὅμοιοι πάντη, καὶ ἀκριβῶς ὑμενώδεις.
13. οἱ δ’ ἐντὸς, οἱ τὰ σώματα συνιστῶντες αὐτὰ τῶν
14. μορίων, ἐν μὲν τῇ κοιλίᾳ καὶ τῷ στομάχῳ, καθότι καὶ
15. πρόσθεν εἴρηται, δύο περιφερεῖς μὲν τὰς ἶνας ἔξωθεν,
16. εὐθείας δ’ ἔνδοθεν ἔσχον· οἱ δὲ τῶν ἐντέρων ἐγκαρσίας ἀμφοτέρας,
17. εἰς κύκλον ἀκριβῆ περιηγμένας· οἱ δὲ τῶν κύστεων
1. εὐθείας τε καὶ περιφερεῖς καὶ λοξὰς ἔχουσι τὰς ἶνας. εἷς
2. γὰρ ὢν χιτὼν ἑκατέρας εἰς ἅπαν κινήσεως εἶδος ἐπιτήδειον
3. ἐκτήσατο τὴν κατασκευήν. τὴν μὲν γὰρ διὰ τῶν εὐθειῶν
4. ἰνῶν κίνησιν, ἵνα ἐπισπάσηταί τι, τὴν δὲ διὰ τῶν ἐγκαρσίων,
5. ἵν’ ἐκκρίνῃ, τὴν δὲ διὰ τῶν λοξῶν, ἵνα κατάσχῃ περισταλέντα
6. πανταχόθεν, εὔλογον ἦν ἔχειν αὐτά. μόνων μὲν
7. γὰρ τῶν ἐγκαρσίων ταθεισῶν, τὸ εὖρος συστέλλεται· μόνων
8. δ’ αὖ τῶν εὐθειῶν, τὸ μῆκος βραχύνεται· ἁπασῶν δ’ ἅμα,
9. καὶ τῶν εὐθειῶν καὶ τῶν ἐγκαρσίων καὶ τῶν λοξῶν, εἰς
10. ἑαυτὰς συναγομένων, ὅλον συστέλλεται τὸ μόριον, ὥσπερ
11. γε καὶ, μακροτέρων ἁπασῶν γενηθεισῶν, ἅπαν ἐκτείνεται.
12. ταῖς μὲν οὖν κύστεσιν ἑκατέραις ἕνα μελλούσαις ἕξειν χιτῶνα,
13. δι’ ἣν ὀλίγον ὕστερον αἰτίαν ἐρῶ, πᾶν εἶδος ἰνῶν ἐν αὑταῖς
14. ἔχειν ἦν ἄμεινον, ἵνα καὶ πᾶν εἶδος κινήσεως ἕποιτο. τοῖς
15. δ’ ἐντέροις (ἐπεὶ μήθ’ ἕλκειν, μήτε κατέχειν ἦν ἔργον, ἀλλ’
16. ὠθεῖν πρόσω περιστελλομένοις) ἁπλῆς μὲν ἐδεῖτο τῆς κινήσεως,
17. ἁπλῆς δὲ καὶ τῆς τῶν ἰνῶν φύσεως, οὐ μὴν τῇ
1. γαστρί· καὶ γὰρ ἕλκειν αὐτὴν καταπινόντων, καὶ κατέχειν
2. πεπτόντων, καὶ πεψάντων ἐκκρίνειν ἐχρῆν. εὐλόγως οὖν
3. ἁπάσας. ἔσχε τὰς ἶνας.

Cliquer un n° de page pour en afficher l’image