4. Ἀλλὰ διὰ τί τοῦ μὲν ἐκτὸς χιτῶνος ἐγκάρσιαι
5. μόνον εἰσὶ, τοῦ δ’ ἐντὸς εὐθεῖαι μὲν αἱ πλεῖσται,
6. παντελῶς δ’ ὀλίγαι καὶ λοξαὶ, καὶ διὰ τί δύο χιτῶνες ἐγένοντο,
7. δυναμένης γε τῆς φύσεως καὶ δι’ ἑνὸς χιτῶνος τὰς
8. τρεῖς ἐνεργείας τοῖς ὀργάνοις ἐκπορίζειν, ὡς ἐπί τε τῶν
9. κύστεων ἐνεδείξατο καὶ τῶν ὑστερῶν, ἄμεινον ἂν εἴη,
10. προσθέντας ἔτι τῷ παρόντι λόγῳ καταπαύειν αὐτὸν ἐν
11. τούτῳ. λέλεκται μὲν οὖν καὶ πρόσθεν ἐπὶ τῶν ἐντέρων,
12. ὡς δυσπαθείας ἕνεκα διττὸς αὐτοῖς ὁ χιτὼν ἐγένετο,
13. καὶ ὡς πολλάκις ὁ μὲν ἕτερος ἐξεσάπη τελέως ἔν τισι δυσεντερίαις
14. οὐκ εὐήθεσιν, ὁ δ’ ἕτερος ἐξήρκεσε τῷ ζώῳ μόνος.
15. νυνὶ δ’ ἔτι καὶ μᾶλλον οἶμαι πιστὸν εἶναι τὸν λόγον,
16. ἐπιδειξάντων ἡμῶν, ὡς τοῖς μὲν ἐντέροις ἐναντιώταται τὴν
17. φύσιν εἰσὶν αἱ διαῤῥέουσαι χολαὶ, τῶν κύστεων δὲ τῇ μὲν
1. ἐπὶ τῷ ἥπατι τελέως οἰκεία καὶ ἄλυπος ἡ ξανθὴ, τῇ δ’
2. ἑτέρᾳ τῇ τὸ οὖρον ὑποδεχομένῃ σπάνιον ποτὲ γίνεται λυπηρὰ,
3. πολλὴ καὶ κακοήθης ἀθροισθεῖσα, τοὐπίπαν δ’ αὐτῇ
4. μετρίως τε καὶ ἀλύπως ὁμιλεῖ. προσκείσεται δ’ ἔτι τῷ λόγῳ
5. καὶ τόδε. ἐπειδὴ μεταβάλλεσθαι μὲν ἐχρῆν τὴν τροφὴν ἐν
6. τοῖς κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα χωρίοις, εἰς τὴν οἰκείαν
7. τῷ ζώῳ ποιότητα τρεπομένην, εὔλογον ἦν αὐτοῖς παχὺν
8. ἱκανῶς γενέσθαι τὸν χιτῶνα. μᾶλλον γὰρ ὁ τοιοῦτος
9. ἀλλοιοῖ, καὶ θερμαίνει, καὶ μεταβάλλει τοῦ λεπτοῦ καὶ τοῦ
10. ψυχροῦ. οὕτω γοῦν καὶ οἷς ἰσχνὰ φύσει τὰ καθ’ ὅλην τὴν
11. γαστέρα, χείρους πέπτειν εἰσὶ τῶν εὐσάρκων. ἐν δὲ τοῖς
12. τῶν περιττωμάτων ὀργάνων οὐδὲν ἔμελλε πέπτεσθαι, καὶ
13. διὰ τοῦτ’ εὐλόγως ἰσχνὰ γέγονεν. οὔκουν οὐδὲ δύο χιτῶνας
14. οἷόν τ’ ἦν ποιεῖν ἐν λεπτοῖς σώμασι. κατὰ δὲ τὴν
15. γαστέρα τριῶν ἕνεκα χρειῶν οἱ δύο χιτῶνες γεγόνασι, τῆς τε
16. τῶν ἐνεργειῶν διαφορᾶς καὶ τῆς δυσπαθείας καὶ τοῦ πάχους.
17. οὕτω δὲ καὶ ἡ τῆς οὐσίας αὐτῆς ἰδέα διάφορός ἐστι ταῖς τε
1. κύστεσι καὶ τοῖς πεπτικοῖς ὀργάνοις· αἱ μὲν γὰρ ὑμενώδεις
2. καὶ σκληραὶ καὶ ὀλίγου δεῖν ἄναιμοι καὶ ψυχραὶ, τὰ δὲ
3. σαρκοειδῆ τε καὶ θερμὰ γέγονεν. τὰς μὲν γὰρ εἰς τὸ διαστέλλεσθαί
4. τε καὶ συστέλλεσθαι μέχρι πλείστου συμπαθῶς
5. ἐχρῆν παρεσκευάσθαι, τὰ δὲ εἰς τὴν πέψιν ἄρα τῶν σιτίων
6. ἐδεῖτο πλέονος θερμότητος. ὥστ’ ἐκείναις μὲν ἡ σκληρότης
7. εἰς δυσπάθειαν ἐδόθη τῆς λεπτότητος ἐπίκουρος, τοῖς
8. πεπτικοῖς δ’ ὀργάνοις ἡ παχύτης ἴαμα τῆς μαλακότητος
9. ἐγένετο.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 5.12, ed. Kühn, 1822, vol. 3, p. 387-389. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩