Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 5.14, ed. Kühn, 1822, vol. 3, p. 391-397. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.14

8. Περὶ δὲ δὴ τῶν μυῶν, ὅσοι τῶν περιττωμάτων
9. ἕνεκεν ἐγένοντο, δίκαιον ἂν εἴη λέγειν ἑξῆς. εἰσὶ
10. γάρ που καὶ οὗτοι τροφῆς ὄργανα. κυριώτατα μὲν γὰρ
11. καὶ πρῶτα τροφῆς ὄργανα τὰ πέπτοντα καὶ τὰ παραπέμποντα
12. τὴν χρηστήν· δεύτερα δὲ τὰ καθαίροντα καὶ παραπέμποντα
13. καὶ τὰ ὑποδεχόμενα τὸ περίττωμα· τρίτα δ’ ἂν
14. εἴη τροφῆς ὄργανα τὰ ταῖς ἐκροαῖς αὐτῶν ἀνακείμενα.
15. διττὴ δὲ καὶ τούτων ἡ διαφορά. τὰ μὲν γὰρ ἀκαίρως
16. ἐκρεῖν κωλύει, τὰ δ’ ἐν καιρῷ προτρέπει. ἀκαίρως μὲν
1. οὖν ἐκρεῖν οἱ τὴν ἕδραν ἐργαζόμενοι μύες οὐκ ἐπιτρέπουσιν,
2. ἐν καιρῷ δὲ προτρέπουσιν οἱ κατὰ τὸ ἐπιγάστριον
3. ἅπαντες. τῶν μὲν δὴ κατὰ τὴν ἕδραν ὁ μὲν εἷς ἄζυγός
4. ἐστιν, ἐγκάρσιος αὐτῇ περιβεβλημένος, ὑπὲρ τοῦ κλείειν
5. ἀκριβῶς καὶ ἰσχυρῶς τὸ ἀπευθυσμένον ἔντερον. ἐπίκειται
6. δ’ αὐτῷ κατὰ τὸ ἔξω πέρας ἐγκάρσιον σῶμα, μεταξὺ μυὸς
7. καὶ δέρματος ὑπάρχον τὴν οὐσίαν, ὡς ἂν ἐξ ἀμφοῖν κεκραμένον,
8. οἷόν τι καὶ τὸ τῶν χειλῶν ἐστι πέρας. ἡ χρεία δὲ
9. καὶ τούτῳ παραπλησία τῷ μυῒ, πλὴν ὅσον ἰσχύϊ καὶ ῥώμῃ
10. τῆς ἐνεργείας ἀπολιμπάνεται. δύο δ’ οἱ λοιποὶ μύες οἱ
11. λοξοὶ τὴν ἕδραν ἀνατείνουσιν, εἷς ἑκατέρωθεν ἀνωτέρω τοῦ
12. στρογγύλου μυὸς ἔχοντες τὴν θέσιν. ἡ χρεία δὲ καὶ τούτων,
13. ὅταν ἐπιπλεῖστον ἐκστραφῆναι συμβῇ τὴν ἕδραν ἐν
14. ἰσχυραῖς προθυμίαις, ἀνασπᾷν αὐτὴν αὖθις ἄνω. καὶ ὅταν
15. γε παραλυθῶσιν ἢ ἀτονήσωσιν οἱ μύες οὗτοι, χαλεπῶς καὶ
16. μόγις ἀνασπᾶσθαι συμβαίνει τὴν ἕδραν, ἢ καὶ παντάπασιν
17. ἐκτετραμμένην διαμένειν, ὡς τῶν χειρῶν δεῖσθαι βοηθῶν.
18. οἱ μὲν δὴ κατὰ τὴν ἕδραν μύες ἕνεκα τῶν εἰρημένων χρειῶν
1. τοσοῦτοί τε καὶ τοιοῦτοι γεγόνασι. τῶν δ’ ὀκτὼ κατὰ τὸ
2. ἐπιγάστριον εὐθεῖς μὲν κατὰ τὸ μῆκος τοῦ ζώου δύο πεφύκασιν,
3. ἀπὸ τῶν στέρνων ἄχρι τῶν τῆς ἥβης ὀστῶν ἐκτεταμένοι,
4. κατ’ αὐτὸ μάλιστα τὸ μέσον τῇς ὅλης κοιλίας·
5. ἐγκάρσιοι δ’ ἕτεροι δύο κατὰ τὸ πλάτος, ὀρθὴν πρὸς τοῖς
6. εἰρημένοις ἐργαζόμενοι γωνίαν, ἅπαν ἐν κύκλῳ καλύπτουσι
7. τὸ περιτόναιον· ἄλλοι δὲ τέτταρες λοξοὶ, δύο μὲν ἀπὸ τῶν
8. ὑποχονδρίων ὡς ἐπὶ τὰ τῶν λαγόνων ὀστᾶ τὰς ἶνας ἐκτεταμένας
9. ἔχοντες, οἱ δὲ λοιποὶ δύο, τούτους τέμνοντες ἐν
10. σχήματι τοῦ Χ γράμματος, ἀπὸ τῶν πλευρῶν ὡς ἐπὶ τὰ
11. καθ’ ὑπογάστριον ἐκτείνονται μέρη. ἔργον μὲν οὖν ἁπάντων
12. μυῶν κοινὸν, ἐπειδὰν τείνωσι τὰς ἶνας, εἰς ἑαυτοὺς συνιζάνειν.
13. ἕπεται δὲ τούτῳ, κατὰ μὲν τὴν ἕδραν, κλείεσθαι εἰς
14. τοὔσχατον στόμα τὸ κάτω τοῦ παχέος ἐντέρου, κατὰ δὲ τὸ
15. ἐπιγάστριον, εἴσω προσστέλλεσθαι θλιβόμενα τὰ ὑποκείμενα
16. σύμπαντα. ἀλλὰ τῷ μὲν ἀποκλείεσθαι τὰ κατὰ τὴν ἕδραν
17. ἐξ ἀνάγκης ἕπεται μηδὲν ἐκπίπτειν ἀκαίρως περίττωμα πρὸς
18. τῆς τῶν ἐντέρων ἐνεργείας ὠθούμενον, τῷ δὲ θλίβεσθαι τὸ
1. κατὰ τὴν γαστέρα, κεχαλασμένων δηλονότι τῶν κατὰ τὴν
2. ἕδραν, ἐκκρίνεσθαι τὸ περιεχόμενον ἐν τοῖς μεγάλοις ἐντέροις.
3. θαυμάσαι δὲ χρὴ κᾀνταῦθα τὴν τέχνην τῆς φύσεως
4. ἐφ’ ἑκατέρου τοῦ γένους τῶν μυῶν. ἔνθα μὲν γὰρ ἐχρῆν
5. κλείεσθαι τὸν ἐπὶ τῷ πέρατι τοῦ παχέος ἐντέρου πόρον,
6. ἐγκαρσίας ἐνταῦθα τὰς τοῦ μυὸς ἶνας ἐποίησεν· ἐλέγετο δὲ
7. καὶ πρόσθεν ἐπί τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων καὶ τῶν
8. ὑστερῶν καὶ τῶν κύστεων, ὡς αἱ τοιαῦται ἶνες κλείειν ἐπιτηδειόταται
9. τὰ στόματα τῶν ὀργάνων· ἔνθα δ’ ἰσχυρῶς ἀπῶσθαι
10. τὰ ὑποκείμενα, καθάπερ ὑπὸ χειρῶν τινων θλιβόμενα
11. τῶν ἐπικειμένων μυῶν, ἐνταῦθα τοὺς μὲν εὐθεῖς μῦς τοῖς
12. ἐγκαρσίοις, τοὺς λοξοὺς δ’ ἀλλήλοις ἐπέβαλε κατ’ ὀρθὴν
13. γωνίαν, ὥσπερ καὶ ἡμεῖς αὐτοὶ τὰς χεῖρας ἀλλήλαις
14. ἐπιβάλλομεν ἀντιστρόφως, ὅταν ἰσχυρῶς ἀπῶσαί τι καὶ
15. θλίψαι βουληθῶμεν. οὕτω δὲ καὶ ὁ ἀριθμὸς ἑκάστου τῶν
16. μυῶν αὐτῇ προμηθῶς ἐξεύρηται· τῶν μὲν γὰρ κατὰ τὴν
17. ἕδραν, ὡς ἤδη δέδεικται, τῶν δὲ κατὰ τὸ ἐπιγάστριον, ὡς
1. νῦν ἐροῦμεν. εἰ γὰρ δὴ κατὰ μὲν τὰς τῶν ἰνῶν θέσεις αἱ
2. τῶν ὀργάνων ἐνέργειαι γίνονται, τέτταρες δ’ εἰσὶν αἱ πασῶν
3. θέσεις αὐτῶν, εὐθεῖά τε καὶ ἐγκάρσιος καὶ λοξαὶ
4. διτταὶ, δῆλον ὡς ὁ πρῶτος ἀριθμὸς τῶν τεττάρων ἅπασαν
5. ἰνῶν θέσιν ἐν αὑτῷ περιλαμβάνει. καὶ τοίνυν, ἐπειδὴ δίδυμόν
6. ἐστιν ἀριστεροῖς καὶ δεξιοῖς τὸ σῶμα καὶ ἴσον ἀκριβῶς,
7. ἑκατέρωθεν μὲν τέτταρες, οἱ σύμπαντες δ’ ὀκτὼ γεγόνασιν,
8. ἴσοι μὲν τὸ μέγεθος, ἴσοι δὲ τὸ πλῆθος, ὅμοιοι
9. δὲ τῶν ἰνῶν ταῖς θέσεσιν, ὡς μηδὲν μήτ’ ἀποδεῖν, μήτε
10. πλεονεκτεῖν ἑτέρου τὸν ἕτερον. οἱ μὲν γὰρ ὀρθοὶ καὶ
11. κατὰ τὸ μῆκος ἐκτεταμένοι, παρ’ ἑκάτερα τὰ μέρη τοῦ ξιφοειδοῦς
12. χόνδρου τὴν ἄνωθεν ἔκφυσιν ἔχοντες, ἐπὶ τὰ τῆς
13. ἥβης ὀστᾶ καταφέρονται, ψαύοντες ἀλλήλων, εὐθείας μὲν
14. τὰς ἶνας ἄνωθεν κάτω φερομένας ὡσαύτως ἔχοντες, ἴσοι
15. δ’ ἀκριβῶς οὐ τὸ μῆκος μόνον, ἀλλὰ καὶ τὸ πλάτος καὶ
16. τὸ βάθος ἀλλήλοις ὑπάρχοντες. οἱ δ’ ὑπ’ αὐτοῖς ἐγκάρσιοι,
17. κατειληφότες ὁ μὲν τὸ δεξιὸν ἅπαν τοῦ περιτοναίου μέρος,
18. ὁ δὲ τὸ ἀριστερὸν, ἴσοι καὶ αὐτοὶ καὶ ὅμοιοι κατὰ πάνθ’
1. ὑπάρχοντες, ὑποβεβλήκασι τοῖς μὲν εἰρημένοις δύο μυσὶ τὸ
2. νευρῶδες σφῶν αὐτῶν, τοῖς δ’ ἄλλοις τὸ σαρκῶδες. ἐκεῖνοι
3. δ’ αὖ πάλιν τούτοις ἐπιβαίνοντες ἐκτείνονται καὶ αὐτοὶ ταῖς
4. καλουμέναις ἀπονευρώσεσιν ἐπὶ τοὺς εὐθεῖς τε καὶ μέσους
5. μῦς, οὐδαμῆ παραλλάττοντες οὐδὲν οἱ δεξιοὶ τῶν ἀριστερῶν,
6. ἀλλ’ ἴσοι τε καὶ ὅμοιοι πάντη τὰς ἶνας, οἱ μὲν ἀπὸ τῶν
7. λαγόνων ἐπὶ τὸ ὑποχόνδριον ἑκάτερος τὸ καθ’ ἑαυτὸν ἀναφερόμενοι,
8. οἱ δ’ ἀπὸ τῶν πλευρῶν εἰς τὰ πρόσω καταφερομένας
9. ἔχοντες. ὥστ’, ἐπειδὴ τέτταρες αἱ πᾶσαι θέσεις εἰσὶν
10. ἰνῶν, εὐλόγως καὶ οἱ μύες ἑκατέρωθεν τοσοῦτοι γεγόνασιν.
11. οὐκοῦν οὐδ’ ἄχρι λόγου δυνατόν ἐστιν αὐτοῖς ἐπινοῆσαι
12. προστιθέμενον ἕτερον μῦν· ἤτοι γὰρ εὐθὺς, ἢ ἐγκάρσιος,
13. ἢ λοξὸς κείσεται, ὥστε καὶ ἐκ περιττοῦ προσκείσεται· οὐ
14. μὴν οὐδὲ ἀφαιρούμενον ἄνευ μεγάλης ζημίας. εἰ μὲν γάρ
15. τινα τῶν ἐγκαρσίων ἀφέλοις, ἡ τῶν εὐθέων μυῶν τάσις,
16. οὐκ ἔχουσα τὴν ἀντιτεταγμένην, ἄνισόν τε καὶ ἄδικον ἐργάσεται
17. τῶν ὑποκειμένων τὴν θλίψιν, ὡς ἐπὶ τὰς νόθους
18. πλευρὰς καὶ τὰς λαγόνας ἐξωθεῖσθαι πάντα· εἰ δ’ αὖ
1. τῶν εὐθέων ἀπολωλότα νοήσαις τινὰ, τῶν ἐγκαρσίων μενόντων,
2. ἐπὶ τὰ μέσα τῆς γαστρὸς τἀκ τῶν λαγόνων ἅπαντα
3. καὶ τὰ κατὰ τὰς νόθους πλευρὰς ἀπωσθήσεται, ὥσπερ γε
4. καὶ τῶν λοξῶν ὁποτέρους ἂν ἐξέλῃς, ἐπὶ τὴν τῶν ἀποδεομένων
5. χώραν οἱ μένοντες ἐκθλίβουσι τὰ ὑποκείμενα. χρὴ
6. δ’ οὐχ οὕτως, ἀλλὰ πάντοθεν ἰσοῤῥόπως αὐτὰ θλίβεσθαι.
7. κᾀν τῷδε δῆλον, ὡς οὐκ ἦν ἄμεινον ἐλάττους τὸ πλῆθος
8. τῶν ὀκτὼ γενέσθαι. ἐδείχθη δ’, ὅτι μηδὲ πλείους. ὥστ’
9. οὔθ’ ὑπερβάλλων, οὔτ’ ἐλλείπων τῆς χρείας ὁ ἀριθμὸς,
10. ἀλλ’ ἀκριβῶς δίκαιος αὐτῶν τε τούτων τῶν κατὰ τὸ ἐπιγάστριον
11. μυῶν ὀκτὼ γενομένων καὶ πρὸς τούτοις ἔτι τῶν
12. κατὰ τὴν ἕδραν.

Cliquer un n° de page pour en afficher l’image