Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 5.15, ed. Kühn, 1822, vol. 3, p. 397-403. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.15

13. Ἐμοὶ μὲν οὖν ἱκανὰ καὶ ταῦτα τὴν τέχνην
14. τῆς φύσεως ἐνδείξασθαι· σοὶ δ’ εἴπερ οὐκ ἀρκεῖ, τάχα ἄν
15. σε πείσαιμι διὰ τῶνδε. τὸ δεδειγμένον τῆς ἐνεργείας τῶν
16. μυῶν ἐν ἅπασι τοῖς μέρεσι τῆς γαστρὸς ἰσόῤῥοπον ἐκ τοῦ
17. θλίβειν αὐτὰ πανταχόθεν ὁμοίως ἀναγκάζει τε καὶ βιάζεται
1. πρὸς τοὺς εἴκοντας ὑποχωρεῖν τόπους τὰ περιεχόμενα.
2. δυοῖν δ’ ὄντοιν πόροιν, ἄνω μὲν τοῦ κατὰ τὸν στόμαχον,
3. ἐν δὲ τοῖς κάτω τοῦ κατὰ τὸ ἀπευθυσμένον ἔντερον, ᾧ
4. κατὰ τὸ πέρας ἐπικεῖσθαι τὴν ἕδραν ἐλέγομεν, ἄμεινον ἦν
5. δήπου, διὰ τοῦ κάτω πόρου τὸ περίττωμα πᾶν ἐκκενοῦσθαι.
6. τοῦτο δ’ οὐδέπω τῶν ὀκτὼ μυῶν ἡ κατασκευὴ παρέχειν
7. ἐστὶν ἱκανὴ, μηδὲν μᾶλλον εἰς τὴν ἕδραν ἢ
8. τὸν στόμαχον ἐκθλίβειν δυναμένη. τὸ γὰρ ἐξ ἅπαντος μέρους
9. ἰσόῤῥοπον τῆς θλίψεως εἰς ἑκατέρους πόρους ὁμοίως
10. ἔμελλε προωθεῖν ἅπαντα τὰ τοῖς θλιβομένοις ὀργάνοις περιεχόμενα,
11. μηδενὸς ἔξωθεν ἐπιτεχνηθέντος τῇ φύσει σοφίσματος,
12. ὃ προτρέψει μὲν ἐπὶ τὴν κάτω φορὰν, ἀποτρέψει δὲ
13. τῆς ἄνω. τί δὴ τοῦτ’ ἔστι τὸ σόφισμα, καὶ διὰ τίνος ὀργάνου
14. γίγνεται, προσέχοντος ἀκροατοῦ δεῖται τὸν νοῦν.
15. ἔστι τις μῦς μέγας στρογγύλος, ὃν ὀνομάζουσιν μὲν ἐν δίκῃ
16. διάφραγμα, διαφράττοντα τῶν τῆς τροφῆς ἀγγείων τὰ τοῦ
17. πνεύματος ὄργανα· τῶν μὲν γὰρ ὑπέρκειται πάντων, τοῖς
1. δ’ ὑποβέβληται. χρεία δ’ αὐτοῦ τῇ φύσει πρὸ τοῦ διαφράττειν,
2. ἑτέρα μὲν μείζων, ὡς ἀναπνοῆς ὀργάνου, δευτέρα
3. δ’ ἡ νῦν εἰρησομένη. ἀπὸ τῶν κατὰ τὰ στέρνα περάτων
4. τῶν κάτω τὴν ἀρχὴν τῆς ἄνωθεν ἐκφύσεως ἔχον, ἵνα περ
5. καὶ αἱ τῶν εὐθέων μυῶν τῶν κατὰ τὸ ἐπιγάστριον ἀνήρτηνται
6. κεφαλαὶ, κᾄπειτ’ ἐντεῦθεν ἐφ’ ἑκάτερα παρὰ τὰ τῶν
7. νόθων πλευρῶν πέρατα κατερχόμενον, ὀπίσω τε ἅμα καὶ
8. κάτω λοξὸν ἱκανῶς γίνεται. καὶ τοῦτό ἐστι τὸ σόφισμα
9. τῶν ἱκανῶς θλιβόντων ἐκ παντὸς μέρους ὁμοίως μυῶν, οὐκ
10. εἰς τὸν στόμαχον, ἀλλ’ εἰς τὴν ἕδραν ἐξωθεῖσθαι πάντα.
11. νόησον γάρ μοι δύο χεῖρας ἐπιβεβλημένας ἀλλήλαις κατὰ
12. τοὺς καρποὺς, διϊσταμένας δ’ ἀεὶ, καὶ μᾶλλον ἄχρι τῶν
13. κατὰ τοὺς δακτύλους περάτων. ἔστω δ’ αὐτῶν ἐπὶ τῆς ὑποκειμένης
14. ἤτοι σπόγγος, ἢ σταῖς τι, ἤ τι τοιοῦτον ἕτερον
15. ἐπικείμενον, οἷον τῆς ὑπερκειμένης προσιούσης τε καὶ περιστελλομένης
16. ἐκθλίβεσθαι ῥᾳδίως. κᾀμοὶ ταύταις ταῖς χερσὶν
17. ἀνάλογον ἔχειν, τῇ μὲν ὑποκειμένῃ τὸ διάφραγμα, τῇ
18. δ’ ὑπερκειμένῃ τοὺς κατὰ τὸ ἐπιγάστριον ἅπαντας ἐπινόησον
1.
2. μῦς, τῷ μὲν ὑψηλῷ καὶ μέσῳ δακτύλῳ τοὺς εὐθεῖς,
3. τοῖς δ’ ἐφ’ ἑκάτερα τοὺς ἄλλους. ἔπειθ’, ὡς ἐκεῖνοι περιλαμβάνοντες
4. ἐκθλίβουσι τὸ σταῖς, οὕτω τοὺς μῦς νόει θλίβοντας
5. τὴν γαστέρα. τί δὴ οὖν ἐντεῦθεν εἰκὸς συμβαίνειν;
6. ἆρ’ οὐκ ὠθεῖσθαι τἀντὸς κάτω, οἷον ὑπὸ δυοῖν πιεζόμενα
7. χειρῶν, ἁπτομένων μὲν ἀλλήλων κατὰ τοὺς καρποὺς, διεστηκυιῶν
8. δ’ ἐπὶ πλεῖστον κάτω; εἴπερ οὖν κἀν ταῖς χερσὶ
9. συνιούσαις τε καὶ θλιβούσαις τὰ μεταξὺ πρὸς τὰ διεστῶτα
10. αὐτῶν μέρη πάντ’ ἐκθλίβεται, δῆλον ὡς κᾀνταῦθα πάντ’
11. ὠθήσεται κάτω. ταύτῃ γὰρ ἐπὶ πλεῖστον διεστήκασιν οἱ
12. κατὰ τὸ ἐπιγάστριον μύες τῶν φρενῶν, (ἔστι γὰρ τοῦτ’ ὄνομα
13. τοῦ διαφράγματος,) ἄνω δ’ ἐπιβεβήκασί τε καὶ ψαύουσιν,
14. ἐν μὲν τοῖς κατὰ τὰ στέρνα μέρεσιν οἱ μακροὶ, τούτων δ’
15. ἑκατέρωθεν οἱ λοιποὶ πάντες. ἆρ’ οὖν ταῦτα μόνα θαυμαστῶς
16. τῇ φύσει παρεσκεύασται πρὸς τὴν τῶν περιττωμάτων
17. ἔκκρισιν, ἠμέληται δέ που καὶ παρῶπταί τι κᾂν εἰ
18. σμικρόν; ἀλλὰ τοῦτό γε καὶ πάνυ θαυμάζειν αὐτὴν δίκαιον,
1. ὅτι πρὸς τὸ κατορθοῦν οὕτω μεγάλα καὶ τῶν ἐξ ἀνάγκης
2. ἀκολουθησόντων βλαβερῶν οὐκ ἀμελεῖ τῆς ἐπανορθώσεως.
3. ὥσπερ γὰρ οὐκ ἤρκεσεν αὐτῇ τοὺς κατὰ τὸ ἐπιγάστριον
4. ὀκτὼ μῦς ἀκριβῶς ἅπαντα τὰ ὑποκείμενα θλίβειν τε καὶ
5. πιλεῖν ἔσω δυναμένους ἀπεργάσασθαι μόνον, ἀλλὰ
6. καὶ τὰς φρένας αὐτοῖς ὑπέτεινε λοξὰς ὑπὲρ τοῦ μηδὲν ἐπανέρχεσθαί
7. ποτε εἰς τὸν στόμαχον, οὕτω καὶ αὐταῖς ταῖς
8. φρεσὶ βοηθοὺς κατεσκεύασε τοὺς κατὰ τὰ μεσοπλεύρια
9. καλουμένους μῦς. εἷς γὰρ δὴ διάφραγμα τοῦτο μῦς ὂν
10. ὑπὸ τῶν ὀκτὼ τῶν κατὰ τὸ ἐπιγάστριον, μεγάλων τε καὶ
11. πολλῶν ὑπαρχόντων, ἔμελλε δή που κινηθήσεσθαί ποτε
12. πάνυ ῥᾳδίως, εἴς τε δὴ τὴν τοῦ θώρακος εὐρυχωρίαν ἀνατραπήσεσθαι
13. κᾀν τούτῳ τῆς θλίψεως ἐκλύσειν τὴν ἰσχύν.
14. ἵν’ οὖν μὴ γίγνοιτο τοῦτο, τοὺς κατὰ τὰς πλευρὰς τοῦ
15. θώρακος ἅπαντας μῦς οἵους τείνεσθαί τε καὶ προστέλλειν
16. ἔσω τὸν θώρακα παρεσκεύασεν, ὥστε, τῆς ἄνω πάσης
17. κοιλότητος ἐκ παντὸς μέρους ἐσφιγμένης, ἀποροῦν τὸ
18. διάφραγμα τῆς ὑποδεξομένης αὐτὸ χώρας ἑδραῖον φυλάττεσθαι.
1. καὶ μὴν αὖ πάλιν, εἰ πάντας ἐντείνοιτο τὸ ζῶον
2. μῦς, τούς τε κατὰ τὸν θώρακα καὶ τὸ ἐπιγάστριον,
3. ἀνεῳγμένον δὲ φυλάττοι τὸν λάρυγγα, δῆλον ὡς ἐκφύσησις
4. γίνοιτο ἂν ἐν τῷδε, καὶ οὕτως πάλιν ἀπολείποιτο τὸ τῆς
5. ἀποπατήσεως ἔργον. ἵνα οὖν ἀπνευστὶ τηνικαῦτ’ ἔχοι τὸ
6. ζῶον, οὐκ ὀλίγους μῦς περιέστησε τῷ λάρυγγι, τοὺς μὲν
7. κλείειν αὐτὸν, τοὺς δ’ ἀνοιγνύναι πεφυκότας. ἀλλὰ τούτους
8. μὲν ἐν τῇ τῶν κατὰ τὸν τράχηλον ἐξηγήσει μορίων
9. ἐροῦμεν, οἷοί τ’ εἰσὶ καὶ ὅπως ἑκάτερον ὧν εἴπομεν ἐνεργοῦσιν·
10. ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὰς πλευρὰς ἐν τῇ
11. τοῦ θώρακος ἐξηγήσει λελέξεται. πρὸς δὲ τὰ παρόντα καὶ
12. τοῦτ’ ἀπόχρη γινώσκεσθαι μόνον, ὡς οὐδὲν οὐδαμοῦ τῇ
13. φύσει κατ’ οὐδένα τρόπον ἠμέληται, προγινωσκούσῃ καὶ
14. προορωμένῃ τὰ κατ’ ἀνάγκην ἀκολουθήσοντα τοῖς ἕνεκά
15. του γινομένοις, καὶ φθανούσῃ πάντων ἐπανορθώματα παρασκευάζεσθαι.
16. καὶ μέν γε καὶ ταύτης τῆς παρασκευῆς ἡ
17. εὐπορία θαυμαστῆς ἐστιν ἐπίδειγμα σοφίας. ὥσπερ γὰρ
1. τὰς φρένας ἑτέρου τινὸς ἕνεκα γεγενημένας ἐκ τῆς κατὰ
2. τὴν θέσιν λοξότητος εἰς τὴν τῶν περιττωμάτων ἔκκρισιν
3. ὠφελίμως ἀπειργάσατο, κατὰ τὸν αὐτὸν λόγον ἑτέρων χάριν
4. ἔργων μεγάλων τούς τε κατὰ τὸν λάρυγγα καὶ τὸν
5. θώρακα μῦς ἐργασαμένη συνεχρήσατο αὐτοῖς καὶ πρὸς
6. τοῦτο. καὶ γὰρ οὖν καὶ αὐτοὺς τοὺς κατὰ τὸ ἐπιγάστριον
7. ἅμα μὲν πρόβλημά τι καὶ σκέπασμα τῶν ὑποβεβλημένων,
8. ἅμα δ’ ἐκκρίσεως περιττωμάτων ὄργανα δημιουργήσασα, συγχρῆται
9. καὶ τούτοις πρός τε τὴν τῆς μεγάλης ἐκφυσήσεως
10. καὶ φωνῆς γένεσιν, ἤδη δὲ καὶ πρὸς τὴν τῶν ἐμβρύων
11. ἀποκύησιν, καὶ πρὸς τὴν ὑπὸ Πραξαγόρου συνήθως ὀνομαζομένην
12. κατάληψιν πνεύματος. ἀλλὰ ταῦτα μὲν ὅπως
13. γίνεται, κατὰ τὸν οἰκεῖον ἕκαστα μηνυθήσεται καιρόν.

Cliquer un n° de page pour en afficher l’image