Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 5.16, ed. Kühn, 1822, vol. 3, p. 403-408. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.16

14. Ἡ δὲ τῶν περιττωμάτων ἔκκρισις (ἐν γὰρ
15. τῷ παρόντι περὶ ταύτης προὐθέμεθα λέγειν) ἡ μὲν τῶν
16. τῆς τροφῆς ὅπως γίνεται, καὶ δὴ λέλεκται· ἡ δὲ τῶν τοῦ
17. πόματος, ἣν ὀνομάζουσιν οὖρον, ἑξῆς ἂν εἴη ῥητέον. δέδεικται
1. μὲν οὖν ἐν ἑτέροις, ὅτι μὴ τὸν αὐτὸν ἅπαντα λόγον
2. ὁ κατὰ τὴν ἕδραν ἐγκάρσιος ἔχει μῦς τῷ κατὰ τὸν
3. τράχηλον τῆς· κύστεως. ὁ μὲν γὰρ τοῦ κλείειν τὸν πόρον
4. ἕνεκα μόνου γέγονεν, ὁ δὲ προτέρου μὲν τοῦ προωθεῖν,
5. περιστελλόμενος ὅ τι ἂν ἐν αὐτῷ περιέχηται, δευτέρου δὲ
6. τοῦ κλείειν. νυνὶ δ’, ὅτι βέλτιον οὕτως ἔχειν αὐτὸν κατασκευῆς,
7. ἐξηγήσομαι. τῇ κύστει πρὸς τῷ στενὸν ἔχειν τὸν
8. πόρον ἔτι καὶ πᾶν εἶδος ἰνῶν ὑπῆρχεν, ὥσπερ καὶ τῇ
9. γαστρὶ καὶ ταῖς μήτραις. ὡς οὖν ἐκείνων κλείεται τὰ στόματα
10. περιστελλομένων τοῖς ἐνυπάρχουσιν, οὕτω καὶ τῆς
11. κύστεως. οὐ μὴν ἐπί γε τῶν ἐντέρων ᾧδ’ ἔχει, τῶν μὲν
12. ἰνῶν αὐτοῖς ἐγκαρσίων γενομένων, τοῦ πόρου δ’ ἱκανῶς
13. εὐρέος ὑπάρχοντος. εὐλόγως οὖν ἐκεῖνα μὲν ἐδεήθη τοῦ
14. κλείσοντος αὐτὰ μυός. ἡ δὲ κύστις εἰς μὲν τοῦτο βοηθείας
15. οὐ πάνυ τι μεγάλης δεῖται, κλείεσθαί γε δυναμένη
16. καὶ χωρὶς μυός. ἵνα δ’, ὅ τι ἂν ἐξ αὐτῆς ἐνθλιβούσης εἰς
1. τὸν οὐρητικὸν ἐμπίπτῃ πόρον, ἱκανῶς λοξὸν ὑπάρχοντα,
2. μὴ μένῃ τοῦτ’ ἐπὶ πλέον αὐτόθι, τὸν μῦν τοῦτον ἔξωθεν
3. αὐτῷ περιέβαλε τὸν ἐκ τῶν ἐγκαρσίων ἰνῶν. εὐθὺς δ’ οὗτος
4. ἔμελλεν ἄρα καὶ τῇ κλείσει τοῦ τῆς κύστεως στόματος
5. ἐπίκουρος ἔσεσθαι. καὶ φαίνεται καὶ πάντα ταῦτα
6. θαυμαστῶς τῇ φύσει παρεσκευασμένα. τοῦ μὲν γὰρ μηδὲν
7. ἐκ τῆς κύστεως εἰς τοὺς νεφροὺς ἐπανέρχεσθαι ἡ τῶν οὐρητήρων
8. λοξὴ κατάφυσις ἡ εἰς αὐτὴν αἰτία· τοῦ δὲ μὴ
9. συνεχῶς ἐκκρίνεσθαι τὸ πολυειδὲς τῶν κατὰ τὴν κύστιν
10. ἰνῶν καὶ μάλιστα τῶν λοξῶν αἴτιον. ἐπειδὰν γὰρ πάσας
11. τείνῃ, περιστέλλεται τοῖς ἐνυπάρχουσιν, ἄχρις ἂν ἱκανῶς
12. πληρωθεῖσα πονήσῃ, βοηθοῦντός τε καὶ συνεπιλαμβάνοντος
13. εἰς τοῦτο τοῦ προειρημένου μυός. ἐπειδὰν δ’ ἐκκρίνειν
14. ὁρμήσῃ, τὰς μὲν ἄλλας ἶνας χαλᾷ, μόνας δ’ ἐντείνει
15. τὰς ἐγκαρσίας. ἐν τούτῳ δέ τι καὶ οἱ μύες αὐτῇ συνεργοῦσιν
16. οὐ σμικρὸν, χαλαρὰν μὲν ὁ περὶ τὸν οὐρητικὸν πόρον
17. ἐργαζόμενος τὴν ἀρχὴν ἑαυτοῦ, καθ’ ἣν τῇ κύστει συνῆπται,
18. τεινόμενοι δ’ ἰσχυρῶς οἱ κατὰ τὸ ἐπιγάστριον πάντες,
1. ὥστ’ εἴσω προστέλλειν καὶ θλίβειν τὴν κύστιν, περιστελλόμενος
2. δὲ ὁ περὶ τὸν αὐχένα, καὶ θλίβων τε καὶ
3. προωθῶν ἔξω τὸ παραγινόμενον οὖρον εἰς τὸν πόρον. οὐ
4. γὰρ οὔτε ταχέως οὕτως, ὡς νῦν, οὔτ’ ἀκριβῶς ἂν διήρχετο
5. τὸν οὐρητικὸν πόρον ἅπαν τὸ οὖρον, ὑπὸ τῆς κατὰ τὴν
6. κύστιν καὶ τοὺς ἄνωθεν μῦς ὠθούμενον θλίψεως, εἰ μὴ
7. καὶ τὸν μῦν τοῦτον ἔξωθεν ἅπαντι τῷ πόρῳ περιέβαλεν ἡ
8. φύσις, ἱκανῶς λοξῷ γενομένῳ. καὶ ἥ γε μετὰ τὴν οὔρησιν
9. ἔκθλιψις τοῦ λοιποῦ κατὰ στράγγα, καὶ μάλισθ’ ὅταν
10. ὑπάρχῃ δακνῶδες, οὐδενός ἐστιν ὀργάνου τῶν ἄνωθεν,
11. ἀλλὰ μόνου τούτου τοῦ μυός. ὥστε πρώτην αὐτοῦ χρείαν
12. ταύτην εἶναι νομιστέον, ὑπὲρ τοῦ μηδὲν ὑπολείπεσθαι κατὰ
13. τὸν οὐρητικὸν πόρον, δευτέραν δὲ τὸ βοηθεῖν καὶ κλειομένῳ
14. τῷ τῆς κύστεως στόματι, καὶ τρίτην τὸ εἰς τάχος τῆς
15. ἐκκρίσεως συντελεῖν. ὥσπερ γὰρ καὶ ἄλλα πολλὰ τοῖς ἕνεκά
16. του γεγονόσιν ἐξ ἀνάγκης ἠκολούθησεν, οὕτω καὶ ἡ τοῦ τραχήλου
17. τῆς κύστεως καὶ ξύμπαντος τοῦ πόρου λοξότης. ἐπεὶ γὰρ
1. ὑποπεφύκει τοῖς τῆς ἥβης ὀστοῖς, ὑποκειμένων αὐτῷ κάτωθεν
2. τῶν κατὰ τὸ ἀπευθυσμένον ἔντερον καὶ τὸ ἱερὸν
3. ὀνομαζόμενον ὀστοῦν, ἐπὶ δὲ τῶν θηλειῶν καὶ τοῦ τῆς
4. μήτρας αὐχένος, κᾀν τούτῳ παντὶ τῷ χωρίῳ κατὰ τὸ μῆκος
5. τοῦ ζώου κάτω φέρεται, μέχρις ἂν ἔξω γένηται τῶν ὀστῶν.
6. ἐντεῦθεν δὲ κατὰ τὸν περίναιον ἄνω φέρεται, καὶ μέχρι
7. τῆς κατὰ τὸν καυλὸν ἐκφύσεως, εἶτ’ ἐντεῦθεν αὖθις κάτω
8. δι’ αὐτοῦ τοῦ καυλοῦ. δῆλον δ’ ὡς ἱκανῶς λοξὸς γίνεται,
9. τῷ Ῥωμαϊκῷ σίγμα S παραπλήσιος μάλιστα. τὴν τοσαύτην
10. οὖν ἕλικα τοῦ πόρου ταχέως διεξέρχεσθαι τῷ οὔρῳ παντάπασιν
11. ἦν ἀδύνατον, ὑπὸ μόνης τῆς ἄνωθεν ὠθουμένῳ
12. θλίψεως, εἰ μή τις αὐτῷ βοήθεια κατεσκευάσθη κᾀνταῦθα.
13. ταῖς μὲν οὖν γυναιξὶ μίαν καμπὴν ἔχει ὁ πόρος οὗτος, ἣν ἐν
14. αὐτῷ τῷ τραχήλῳ τῆς κύστεως ἐκτήσατο· τοῖς δ’ ἀνδράσιν,
15. ὡς ἂν καὶ τὸ αἰδοῖον ἔξω ἐπὶ τῷ τραχήλῳ τῆς κύστεως
16. ἐπιπεφυκὸς ἔχουσιν, ἐκ περιττοῦ προσῆλθεν ἑτέρα. καὶ
17. δῆλον ὡς ἐξ ἀνάγκης ἠκολούθησε, τοῖς μὲν ἀνδράσι ἐπιπλέον,
18. ἔλαττον δὲ ταῖς θηλείαις λοξὸν κτήσασθαι τὸν οὐρητικὸν
1. πόρον. ὅπως οὖν μηδὲν ἴσχοιτο κατ’ αὐτὸν, ὁ μῦς
2. οὗτος ἔξωθεν ὁ τὰς ἐγκαρσίας ἔχων ἶνας αὐτῷ περιβέβληται,
3. συμπαράγων ἀπὸ τῆς κύστεως ἄχρι τοῦ αἰδοίου τὸ
4. οὖρον.

Cliquer un n° de page pour en afficher l’image