Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 5.2, ed. Kühn, 1822, vol. 3, p. 341-345. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.2

8. Ἀρκτέον δὲ τῆς σκέψεως ἐνθένδε· πότερον
9. ἄμεινον ἦν πολλὰς ἐκφύσασαν αὐτὴν φλέβας ἐκ πολλῶν
10. μερῶν τοῦ ἥπατος εἰς ἕκαστον τῶν ὑποκειμένων μορίων
11. μίαν ἀπάγειν, ἢ χωρίον ἓν ἐπιτήδειον ἐκλεξαμένην τοῦ
12. σπλάγχνου, μεγάλην μὲν ἐκ τούτου μίαν, ἐκ ταύτης δὲ τὰς
13. ἄλλας, οἷον ἐκ πρέμνου κλάδων ἀποφύσεις. ἐμοὶ μὲν
14. δοκεῖ τοῦτ’ εἶναι βέλτιον· οὐ μόνον γὰρ αὐταῖς ταῖς διὰ
15. μακροῦ παραχθησομέναις φλεψὶν οὐκ ἦν ἀσφαλὲς εὐθὺς ἐξ
16. ἀρχῆς εἶναι λεπταῖς, ἀλλὰ καὶ τῷ ἥπατι πολλὰς ἐκφύσεις
17. τε καὶ κατατρήσεις ἔχειν οὐκ ἦν ἄμεινον, ἀλλὰ δηλονότι
1. πανταχόθεν μὲν ἐσκεπάσθαι χιτῶνι στεγανῷ βέλτιον ἦν αὐτῷ,
2. δύο δ’ ἐκφύσεις εἶναι τὰς πάσας φλεβῶν ἰσχυρῶν, ἄνω μὲν
3. τῆς κοιλίας, κάτω δὲ τῆς ἐπὶ πύλαις. εἴπερ οὖν βέλτιον
4. ἦν μίαν εἶναι τὴν ἐνταῦθα φλέβα, ζητῶμεν ἤδη, ποῖ προάγειν
5. αὐτὴν καὶ πῶς κατασχίζειν ἄμεινον ἦν. ἐμοὶ μὲν δοκεῖ
6. κᾀνταῦθα μεταξὺ τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἀφικομένην
7. οὕτω χρῆναι πρὸς ἑκάτερα διανέμεσθαι. κατωτέρω
8. μὲν γὰρ εἴπερ ἀφίκετο, πολὺ τῆς κοιλίας ἀπεχώρησεν ἂν,
9. ἀνωτέρω δ’ αὖ πρὸς τῷ πολὺ πάλιν ἀφίστασθαι τῶν ἐντέρων
10. ἔτι καὶ σφαλερὰν τὴν ἐπίβασιν εἶχε κατὰ τῆς γαστρὸς,
11. ὀργάνου συνεχῶς μεταβάλλοντος εἰς μεγίστην μὲν διάτασιν
12. ἐν ταῖς τῶν σιτίων πληρώσεσι, συνίζησιν δὲ ἐν ταῖς κενώσεσιν.
13. ἵν’ οὖν ἐξ ἴσου μὲν ἡ διανομὴ τῶν φλεβῶν ἅπασα
14. γίνηται τοῖς ὀργάνοις τῆς τροφῆς, βεβαίαν δ’ ἕδραν αὐτὸ
15. τὸ κατιὸν ἐξ ἥπατος ἀγγεῖον ἔχῃ, μεταξὺ τῆς γαστρὸς ἐχρῆν
16. αὐτὸ καὶ τῶν ἐντέρων ἀχθὲν ἐπιβῆναι κατὰ τοῦτο τοῖς
17. ὑποκειμένοις σπονδύλοις. ἀλλ’ οὐκ εἰς ἄλλο μέν τι χωρίον
1. ἰέναι τῇδε τῇ φλεβὶ βέλτιον ἦν, εἰς ἕτερον δὲ τῇ μετὰ
2. ταύτην μελλούσῃ σχίζεσθαι καθ’ ὅλον τὸ μεσάραιον ἀρτηρίᾳ.
3. πανταχοῦ γὰρ, ὅπου μηδὲν ἄλλο μεῖζον κωλύει,
4. συγκατασχίζει ταῖς φλεψὶ τὰς ἀρτηρίας ἡ φύσις, ἅμα μὲν,
5. ἵνα τοὺς ὑμένας, οἷς σκέπει τε ἅμα καὶ συνδεῖ πρὸς τὰ
6. παρακείμενα τὰς φλέβας, εὐθὺς καὶ ταῖς ἀρτηρίαις ἔχῃ χρησίμους,
7. ἅμα δὲ, ἵνα σύμπνοιά τε καὶ μετάδοσις τῶν ὑλῶν
8. τοῖς ἀγγείοις ὑπάρχῃ· καὶ γὰρ καὶ τοῦτ’ ἀποδέδεικται δι’ ἑτέρων.
9. ἀλλὰ καὶ τὴν εἰς ἧπαρ ἀπόφυσιν ἀπὸ τῆς αὐτῆς ταύτης
10. ἀρτηρίας ἔδει ποιήσασθαι, καὶ τὸ νεῦρον, ὃ καὶ αὐτὸ συγκατασχίζεται
11. τῇ ἀρτηρίᾳ καὶ τῇ φλεβὶ καθ’ ὅλον τὸ μεσάραιον,
12. εὐθέως αὐταῖς συνάρξασθαι· καὶ μέν γε καὶ ἣν εἰς
13. ἧπαρ ἀπόφυσιν ἔπεμπε τοῦτο τὸ νεῦρον, οὐδ’ ἐξ ἑνὸς ἦν
14. ἀσφαλέστερον ἑτέρου ποιήσασθαι χωρίου. δειχθήσεται δὲ
15. ὀλίγον ὕστερον, ὡς καὶ τοὺς τὸ χολῶδες περίττωμα τῆς ἐφ’
16. ἥπατι κύστεως ἐκκενώσοντας πόρους εἰς τοῦτον ἐχρῆν εἶναι
17. τὸν τόπον. ὥστ’, ἐπεὶ καὶ φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον
18. καὶ τέταρτον σὺν αὐτοῖς τὸ χοληδόχον ἀγγεῖον εἰς ἓν τοῦτ’
1. ἐχρῆν ἀφικέσθαι χωρίον, εὔδηλον, ὡς καὶ τὰς ἀρχὰς αὐτῶν
2. τῆς σχίσεως ἀναγκαῖον ἦν ἐνταυθοῖ γενέσθαι. ἀλλ’ ἔστιν
3. ἕκαστον ἀγγεῖον εὐπαθέστατον, οὗ κατασχίζεται, καὶ εἰ μέλλοι
4. τι διὰ βίαιον κίνησιν ὁτιοῦν αὐτῶν πείσεσθαι κακὸν,
5. ἑτοιμότατον αὐτὸ παθεῖν, ὅπου σχίζεται. μεγάλης οὖν βοηθείας
6. ἐδεῖτο τὸ χωρίον τοῦτο εἰς ἀσφάλειαν τῶν κατ’ αὐτὸ
7. διανεμηθησομένων τε καὶ κατασχισθησομένων ἀγγείων, ἣν ἡ
8. φύσις ἐπισταμένη ἀδενῶδές τι σῶμα δημιουργήσασα, τὸ
9. καλούμενον πάγκρεας, ὑπεστόρεσέ τε ἅμα καὶ περιέβαλεν
10. ἐν κύκλῳ πᾶσι, καὶ τὰς σχίσεις ἀνεπλήρωσεν, ὡς μηδὲν
11. αὐτῶν εὔσχιστον εἶναι μηδὲ ἀστήρικτον, ἀλλ’ ἐπὶ μαλακοῦ
12. καὶ μετρίως εἴκοντος ἀναπαυόμενα πάντα, καὶ ἢν κινηθῇ
13. πολὺ σφοδρότερον, οὐ σκληροῖς καὶ ἀντιτόνοις ἐμπίπτοντα
14. σώμασιν, ἀλλὰ πρᾴως μὲν ἐκδεχομένοις αὐτὰ, κατὰ βραχὺ
15. δὲ τὸ βίαιον τῆς κινήσεως ἐκλύουσιν, ἄπληκτά τε καὶ ἄθλαστα
16. καὶ ἄῤῥηκτα διὰ παντὸς φυλάττεσθαι. καὶ μέν γε καὶ
17. ὑμένας ἰσχυροὺς ἰδίᾳ τε καθ’ ἕκαστον ἀγγεῖον καὶ κοινῇ
1. πᾶσιν αὐτοῖς περιέβαλεν, ἀμφιέσαντάς τε καὶ συνάψαντας
2. οὐ πρὸς τὸν ἀδένα μόνον, ἀλλὰ καὶ σὺν ἐκείνῳ τοῖς
3. μὲν ὑποκειμένοις τοῖς κατὰ τὴν ῥάχιν πρώτοις καὶ μάλιστα,
4. μετὰ ταῦτα δὲ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς περικειμένοις ὀργάνοις.
5. ἀλλ’ οὐδὲν τούτων ἐπέπρακτο ἂν αὐτῇ καλῶς ἐν
6. τῷδε τῷ χωρίῳ, μὴ προπαρασκευασαμένῃ τινὰ εὐρυχωρίαν
7. αὐτοῖς. εἰ δέ γε συνῆπτο τῷ πυθμένι τῆς κοιλίας ἡ νῆστις,
8. αἱ κατ’ ἐκείνην ἂν ἕλικες οὐ σμικρὰν στενοχωρίαν
9. εἰργάζοντο.

Cliquer un n° de page pour en afficher l’image