Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 5.3, ed. Kühn, 1822, vol. 3, p. 345-351. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.3

10. Ταῦτα δὴ προορωμένη τὸ πρῶτον ἁπάντων
11. ἔντερον τὸ τῇ γαστρὶ συνημμένον οὐκ εἰς ἕλικας εὐθέως
12. ἐπέκαμψεν, ἀλλ’ εἰς τοσοῦτον προήγαγε κατὰ τῆς ῥάχεως ἐκτεταμένον,
13. εἰς ὅσον ἔμελλεν ἱκανὴν εὐρυχωρίαν παρέξειν
14. τοῖς προειρημένοις σώμασιν. ἐφεξῆς δ’ ἐκείνων ἑλίττεται
15. καὶ κάμπτεται, καὶ καλεῖται τὸ μέρος τοῦτο τῶν ἐντέρων
16. νῆστις, ὅτι διὰ παντὸς εὑρίσκεται κενὸν, οὐδὲ τοὐλάχιστον
17. ἐν ἑαυτῷ τροφῆς περιέχον. ὅσον δὲ μεταξὺ ταύτης τε καὶ
18. τοῦ πυθμένος τῆς κοιλίας ἀνέλικτον ἔμεινε δι’ ἣν εἴπομεν
1. αἰτίαν, ἔθος τοῦτο τοῖς ἀνατομικοῖς ἀνδράσι τὴν εἰς τὸ
2. ἔντερον ἔκφυσιν ὀνομάζειν. ὥστ’ εἶναι τὸν μετὰ τὴν γαστέρα
3. κατάλογον τῶν διαδεχομένων τὴν τροφὴν ὀργάνων τοιόνδε·
4. πρῶτον μὲν τὴν ἔκφυσιν, δεύτερον δὲ τὴν νῆστιν, τρίτον
5. δὲ τὸ λεπτὸν ἔντερον, καὶ τέταρτον τὸ τυφλὸν, καὶ πέμπτον
6. τὸ κῶλον, καὶ ἕκτον τὸ ἀπευθυσμένον, ἐφ’ ᾧ κατὰ
7. πέρας οἱ σφίγγοντες καὶ κατέχοντες τὰ περιττώματα μύες
8. εἰσί. καὶ ἤδη δῆλον, ὡς ἁπάντων αὐτῶν εἴρηται τῆς κατασκευῆς
9. ἡ χρεία, κατὰ μὲν τὸν παρόντα λόγον τῆς ἐκφύσεως,
10. ἐν δὲ τῷ προηγουμένῳ τῆς τε τοῦ λεπτοῦ καὶ παχέος ἐντέρου
11. συμπάσης διαφορᾶς. εἰ δέ τι καὶ παραλελεῖφθαι
12. δόξειεν, ἢ κοινὸν ἔχειν εὑρεθήσεται τοῖς εἰρημένοις τὸν λογισμὸν,
13. ὡς ἄν τινα καὶ χωρὶς τοῦ παρ’ ἡμῶν ἀκοῦσαι ῥᾳδίως
14. ἐξευρεῖν αὐτὸ τοῖς ἔμπροσθεν ἑπόμενον, ἢ χρείαν οὐδεμίαν
15. αὐτῷ τῷ ζώῳ παρεχόμενον ἐξ ἀνάγκης ἕπεσθαι τοῖς
16. ἕνεκά του γεγονόσιν, ὥσπερ καὶ ἡ νῆστις. ἀλλ’ ὅτι μὲν δι’
17. οὐδεμίαν αὕτη χρείαν ἐγένετο τοιαύτη, τοῖς δὲ ἕνεκά του
1. κατεσκευασμένοις ἠκολούθησεν, ὀλίγον ὕστερον ἐπιδείξομεν.
2. ὅτι δ’, εἰ μὴ τὰ συνεπινοεῖσθαι δυνάμενα τοῖς λεγομένοις
3. αὐτός τις ἕκαστος λογίζοιτο, πάντα δ’ ἀξιοῖ παρ’ ἡμῶν
4. ἀκούειν, εἰς μακρὸν μῆκος ἐκπεσεῖται λόγων ἡ παροῦσα
5. διέξοδος, ἐλαχίστῳ μάλιστα τῷδ’ ἄν τις τεκμηριώματι μάθοι.
6. εἰρημένον γὰρ ἐν τῷ νῦν δὴ λόγῳ περὶ τῆς εἰς τὸ
7. λεπτὸν ἔντερον ἐκφύσεως, ὅτι χρὴ ἐπὶ τῆς ῥάχεως αὐτὴν
8. ἐκταθεῖσαν οὐκ εὐθέως ἑλίττεσθαι, πρὶν χώραν παρασχεῖν
9. τοῖς ἐν τῷ μέσῳ γαστρός τε καὶ νήστεως ὀφείλουσι τετάχθαι,
10. τάχ’ ἄν τις ὥσπερ παραλελειμμένον ἐπανέροιτο τὸ παρὰ
11. Ἐρασιστράτῳ γεγραμμένον. ἡ δ’ εἰς τὸ ἔντερον ἔκφυσις ἐν
12. δεξιᾷ κεῖται, κατεστραμμένη πρὸς τὴν ῥάχιν. τίνος δ’ ἕνεκα,
13. καὶ διὰ τί κατεστραμμένη πρὸς ῥάχιν; ὧν τὸ μὲν ἐν τῷ
14. πρὸ τούτου λόγῳ δέδεικται, τὸ δ’ οὐδὲ δεῖταί τινος ἀναγκαίας
15. ἐξαιρέτου διδασκαλίας, εἰρημένου γε δὴ μυριάκις ἤδη
16. τοῦ μηδὲν ἀπολιπεῖν τὴν φύσιν ἀστήρικτον. εἰ γὰρ τοῦτο,
17. πρόδηλον, ὡς καὶ τὴν ἔκφυσιν ἐκ τοῦ πυθμένος τῆς κοιλίας
1. γενομένην οὐκ ἂν εἴασε μετέωρον, ἀλλ’ ἐπὶ τὴν ῥάχιν
2. ἀγαγοῦσα, πρῶτον μὲν ἑδραίαν ἐνταῦθα κατέθετο, μετὰ
3. τοῦτο δὲ καὶ δεσμοῖς τισιν ὑμενώδεσι τοῖς ταύτῃ μέρεσι
4. τοῦ ζώου ξυνῆψεν. ὅτι δὲ εἰς οὐδεμίαν χρείαν ἔνια
5. γέγονεν, ἀλλ’ ἑτέροις ἐξ ἀνάγκης ἕπεται, καὶ ὡς οὐδὲ μόρια
6. ταῦτ’ ἐστὶν, ἀλλά τινα συμπτώματα, μάθοις ἂν ἐπὶ τῆς
7. νήστεως, ἧς ὡς ἐντέρου μὲν λεπτοῦ ἡ γένεσις εἰς ὅσον ἐστὶ
8. χρήσιμος, ὁ πρὸ τούτου λόγος ἀπέδειξεν, ὡς μέντοι κενοῦ
9. τροφῆς οὐδεμία χρεία τοῖς ζώοις. ἀλλ’ ἐξ ἀνάγκης τοῦτ’
10. ἠκολούθησε προηγουμένοις τισὶν ἑτέροις ἕνεκά του γεγονόσιν,
11. ἔστι δ’ οἷς ἀκολουθεῖ ταῦτα. πρώτη πάντων ἐντέρων
12. ἡ νῆστις ὑποδέχεται τὴν ἐν τῇ γαστρὶ χυλωθεῖσάν τε καὶ
13. πεφθεῖσαν τροφήν. ἡ θέσις δ’ αὐτῆς πλησίον τοῦ ἥπατος,
14. ἀγγείων τε παμπόλλων ἐστὶν ἐν αὐτῇ στόματα, τό τε χολῶδες
15. περίττωμα μικρὸν ἀνωτέρω κατὰ τὴν ἐκ τῆς κοιλίας ἔκφυσιν
16. οἱ χολαγωγοὶ πόροι καταφέρουσι. τὸ δ’ ἧπαρ ἐκ
17. ταύτης πρώτης τὴν τροφὴν ἔτι κενὸν ὑπάρχον ἀναρπάζει.
1. τούτων δὲ τὰ μὲν εἰς τὸ θᾶττον ἀναδίδοσθαι τὴν τροφὴν,
2. τὰ δ’ εἰς τὴν τῆς προωστικῆς ἐνεργείας διαφέρει σφοδρότητα.
3. διὰ μὲν γὰρ τὸ πλῆθος τῶν ἀγγείων καὶ τὴν ἐγγὺς
4. τοῦ ἥπατος θέσιν καὶ τὸ πρῶτον δέχεσθαι τὰ πεφθέντα
5. καὶ κενῷ τῷ ἥπατι παρέχειν πλείστη τε καὶ διὰ ταχέων ἡ
6. ἐξ αὐτῆς ἀνάδοσις γίνεται· διὰ δὲ τὸ πλησίον εἶναι τῆς
7. πρώτης τοῦ χολώδους περιττώματος εἰς τὸ ἔντερον ἐμπτώσεως
8. ἡ τῆς ἐνεργείας αὐτῆς σφοδρότης αὔξεται. θᾶττον
9. μὲν γὰρ ἀναλαμβάνουσιν αἱ πολλαὶ φλέβες τῶν ὀλίγων, καὶ
10. αἱ δι’ ἐλάττονος εἰς ἧπαρ ἀνιοῦσαι τῶν διὰ μακροτέρας,
11. καὶ αἱ τὴν ὁλκὴν ἐκ χρηστοῦ πολλοῦ ποιούμεναι τῶν ἐκ
12. μὴ τοιούτου, καὶ αἱ κενῷ τῷ ἥπατι παραφέρουσαι τὴν τροφὴν
13. τῶν ἤδη πεπληρωμένῳ. σφοδρότης δ’ ἐνεργείας προσγίνεται,
14. μήπω τῆς χολῆς μεμιγμένης τοῖς περιττώμασι, ἀλλ’
15. ἔτι περιῤῥεούσης ἀκράτου κατ’ αὐτοὺς τοὺς χιτῶνας τῶν ἐντέρων
16. καὶ δακνούσης αὐτὰ καὶ πρὸς τὴν ἔκκρισιν ἐρεθιζούσης.
17. ὅταν οὖν τὸ μὲν παραπέμπον ἔντερον ἐνεργῇ σφοδρῶς,
1. τὸ δ’ ὑποδεχόμενον σπλάγχνον ἑτοίμως ἀναλαμβάνηται,
2. ταχέως ἀνάγκη διέρχεσθαι τὴν τροφὴν, ὡς μηδὲν ὑπομένειν
3. μηδὲ χρονίζειν κατ’ αὐτὸ τότε, ἀλλὰ δίοδον εἶναι
4. μόνην, καὶ ταύτην ὠκεῖαν. ἐπεὶ δὲ οὐχ ὁμοίως ἀεὶ κεχυλωμένην
5. δέχεται τὴν τροφὴν, οὔθ’ ὁμοίως ἕλκει τὸ ἧπαρ,
6. οὔθ’ ἡ συῤῥέουσα χολὴ ποσότητά τε καὶ ποιότητα τὴν
7. αὐτὴν ἀεὶ διαφυλάττει, κατὰ λόγον οὐκ ἴσαι διὰ παντὸς
8. αἱ κεναὶ τῶν ἐντέρων ἕλικες, ἀλλὰ τοῖς μὲν πλείους, τοῖς
9. δ’ ἐλάττους εὑρίσκονται. δῆλον οὖν, ὡς αὐτὴ μὲν ἡ τῶν
10. πρώτων ἑλίκων κενότης οὐδενὸς ἕνεκα γέγονεν, ἕπεται
11. δ’ ἐξ ἀνάγκης τοῖς ἕνεκά του κατεσκευασμένοις. οὔκουν
12. ἅπαντα χρὴ ποθεῖν ἀκούειν παρ’ ἡμῶν, ἀλλὰ τὰ μὲν αὐτῶν
13. ἐκ τῶν εἰρημένων ὁρμώμενον ἐξευρίσκειν, ὡς περὶ τοῦ
14. πρὸς τὴν ῥάχιν κατεστράφθαι τὴν ἐκ τῆς κοιλίας ἔκφυσιν
15. ὀλίγον ἔμπροσθεν ἐλέγετο, τὰ δ’ οὐδὲ τῆς προκειμένης
16. εἶναι διδασκαλίας νομίζειν. οὐ γὰρ τῶν ἐξ ἀνάγκης ἑπομένων
17. τοῖς ἕνεκά του γεγονόσιν, ἀλλὰ τῶν κατὰ πρῶτον λόγον
1. ὑπὸ τῆς φύσεως δεδημιουργημένων ἐξήγησιν ἐν τοῖσδε
2. τοῖς ὑπομνήμασι ποιούμεθα.

Cliquer un n° de page pour en afficher l’image