Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 5.4, ed. Kühn, 1822, vol. 3, p. 351-362. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.4

3. Μεμνημένος δή μοι διὰ παντὸς ἄκουε
4. τῶν ἐφεξῆς. ἔρχομαι γὰρ δείξων, ὃ μικρῷ πρόσθεν ἀνεβαλόμην
5. εἰπεῖν, ὑπὲρ τοῦ χολώδους περιττώματος, ὡς εἰς τὴν ἐκ
6. τῆς γαστρὸς ἔκφυσιν ἄμεινον ἦν αὐτὸ συῤῥεῖν. ὅτι μὲν
7. οὖν αὐτῷ τῷ κατάγοντι τὸ περίττωμα πόρῳ βέλτιον ἦν
8. τὴν βραχυτέραν ὁδὸν ὑπάρχειν, εὐθὺς καὶ τῶν ἄλλων μέλλοντι
9. κοινωνήσειν, ὧν εἰς ἀσφάλειαν τοῖς ἐνταῦθα παραγινομένοις
10. ἀγγείοις ἡ φύσις παρεσκευάσατο, πρόδηλον εἶναι
11. νομίζω τοῖς γε μὴ ῥᾳθύμως τῶν ἔμπροσθεν ἀκηκοόσιν. ὅτι
12. δὲ καὶ τοῖς ὑποδεξομένοις ὀργάνοις ἦν ἄμεινον, ᾧδ’ ἂν μάλιστα
13. μάθοις, εἰ γνοίης τὸ πλῆθος τῶν ἐξ ἀνάγκης ἐν αὐτοῖς
14. γινομένων φλεγματωδῶν περιττωμάτων, ὑπὲρ ὧν τῆς
15. γενέσεως ὁ μὲν ἀκριβὴς λόγος ἐν τοῖς περὶ τῶν φυσικῶν
16. δυνάμεων ὑπομνήμασιν ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν αὐτάρκως
17. εἴρηται. τὸ δ’, ὅτι γίνεται πολλὰ τοιαῦτα, τοῦτο
1. χρὴ μόνον ὑπομνήσαντας νῦν ἐξ αὐτῶν τινα πίστιν λαβεῖν
2. εἰς τὴν τῶν προκειμένων ἀπόδειξιν. εἴ γέ τινι περιτετύχηκάς
3. ποτε τὰς μὲν τῶν τροφίμων σιτίων προσφορὰς ἀποστρεφομένῳ,
4. καὶ δεινῶς ἀποσίτῳ, καὶ, εἰ βιάζοιτο προσφέρεσθαι,
5. ναυτιώδει γινομένῳ, μόνα δ’ ἄρα τὰ δριμύτερα
6. προσιεμένῳ, χαίροντι δ’ οὐδ’ ἐπὶ τούτοις, ἀλλ’ ἐμφυσωμένῳ
7. τε καὶ διατεινομένῳ τὴν γαστέρα, καὶ, ναυτιῶντι, καὶ βραχὺ
8. ταῖς ἐρυγαῖς μόναις ἐπικουφιζομένῳ, διαφθείροντι δ’ ἔστιν
9. ὅτε καὶ αὐτὰ τὰ λαμβανόμενα σιτία, καὶ μάλιστα τὴν εἰς
10. ὀξύτητα διαφθορὰν, εἴ τινι τοιούτῳ περιέτυχες, εἶθ’, ὅπως
11. ἐθεραπεύθη, μέμνησαι, ῥᾳδίως οἶμαί σε πεισθήσεσθαι τοῖς
12. λεχθησομένοις· εἰ δὲ μὴ, ἀλλ’ ἐγὼ μὲν ἐρῶ τὸν τρόπον
13. τῆς τῶν ᾧδε καμνόντων ἰάσεως. σὺ δ’, εἰ ἀληθείας ἐρᾷς,
14. ἐπί γε τὴν σαυτοῦ πεῖραν ἄγαγε τοῦ λόγου τὴν βάσανον,
15. ἀνάγνωθί τε τὰ τοῖς ἰατροῖς εὑρημένα τε καὶ γεγραμμένα
16. βοηθήματα, κεφάλαιον ἔχοντα τῆς ἰάσεως, ἀποῤῥύψαι τῆς
17. γαστρὸς τὸ φλέγμα, γλίσχρον μὲν ὂν φύσει, καὶ πολὺ δ’
1. ἔτι γλισχρότερον ἐν ταῖς τοιαύταις διαθέσεσιν ἐκ τῆς πολυχρονίου
2. μονῆς ἐν οὕτω θερμῷ χωρίῳ γινόμενον. ἐγὼ γοῦν
3. οἶδά ποτέ τινα τῶν οὕτω διακειμένων ἐπὶ ταῖς δι’ ὀξυμέλιτος
4. ῥαφανίσι πλῆθος μὲν ἄπιστόν τι ταχυτάτου φλέγματος
5. ἐμέσαντα, παραχρῆμα δ’ ὑγιᾶ τελέως ἀποδειχθέντα,
6. καίτοι τριῶν γε μηνῶν τῶν ἔμπροσθεν οὔτ’ ἄλλο τι καλῶς
7. εἶχεν αὐτῷ τῶν κατὰ τὴν κοιλίαν, οὔθ’ αἱ πέψεις. ὅτι
8. μὲν οὖν ἀναγκαῖόν ἐστιν ἔν τε τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις
9. γεννᾶσθαί τι τοιοῦτον περίττωμα, δι’ ἄλλων, ὡς ἔφην;
10. ἀποδέδεικται· τὸ δ’, ὅτι γεννᾶται, διά τε τῆς ἀνατομῆς
11. φαίνεται καὶ τῶν ὁσημέραι καταλαμβανόντων τοὺς ἀνθρώπους
12. παθημάτων ἐπὶ ταῖς τῶν τοιούτων περιττωμάτων
13. πλεονεξίαις. ἓν δ’ αὐτῶν ἐστιν ἴαμα μόνον ἡ τῶν παχέα
14. καὶ γλίσχρα διαιρεῖν τε καὶ τέμνειν καὶ ἀποῤῥύπτειν δυναμένων
15. προσφορά. ταῦτ’ οὖν τῆς βοηθείας εὐθέως ἐξ ἀρχῆς
16. ἡ φύσις αὐτοῖς προὐνοήσατο τὸν δριμὺν καὶ ῥυπτικὸν τοῦτον
17. χυμὸν, ὃν ἐχρῆν πάντως ἐκκενοῦσθαι τοῦ σώματος, οὐκ
1. ἐπὶ τὸ πλησίον τῆς ἕδρας ἔντερον, ἀλλ’ εἰς τὴν πρώτην ἔκφυσιν
2. ἄγουσα πρὸς τὸ μηδὲν τῶν ἐφεξῆς ἐντέρων δεηθῆναί
3. ποτε τῆς ἔξωθεν ἐπικουρίας. καὶ ἔστ’ ἄν γε καλῶς διοικῆται
4. τὰ κατὰ τὸ ζῶον, ἀποῤῥύπτεται πᾶν αὐτῶν ὁσημέραι
5. τὸ φλεγματῶδες περίττωμα. πλέονος δ’ ἀθροισθέντος
6. ἔκ τινος κακοπραγίας τοῦ σώματος, οὐκ ἀπογινώσκουσιν
7. οἱ ἄριστοι τῶν ἰατρῶν εἰλεούς τε καὶ λειεντερίας καὶ τεινεσμοὺς
8. ἕπεσθαι, τὰ χαλεπώτατα τῶν κατὰ τὴν γαστέρα
9. καὶ τὰ ἔντερα παθημάτων. οὔκουν σμικρὸν οὐδὲ τὸ τυχὸν
10. ἡ φύσις εἰς ὑγείαν τοῖς ζώοις ἐκ τῆς ἐπικαίρου καταφύσεως
11. τοῦ χοληδόχου πόρου προὐνοήσατο. τί δὴ οὖν οὐκ εἰς τὴν
12. κοιλίαν αὐτοῦ τινα μοῖραν ἐνέφυσεν, οὐκ ὀλίγα γε καὶ αὐτὴν
13. ἀποτίκτουσαν τὰ τοιαῦτα περιττώματα; ταύτῃ καὶ μᾶλλον
14. οἶμαί σε θαυμάσειν αὐτῆς τὴν πρόνοιαν. ἡμεῖς μὲν γὰρ
15. ἀπερισκεπτότερον αἱρούμεθα τὸ λυσιτελοῦν, εἰ καὶ τύχοι
16. ποτὲ μειζόνως εἰς ἕτερα βλάπτειν πεφυκὸς, ἢ ὠφελεῖν
17. εἰς ἃ χρῄζομεν. ἡ φύσις δ’ οὐ καθ’ ἓν τῶν αὑτῆς ἔργων
1. ἀπερισκέπτως οὐδ’ ὑπὸ ῥᾳθυμίας ἐνίοτε μεγάλα κακὰ αἱρουμένη
2. δι’ ἔλαττον ἀγαθὸν, ἀλλ’ ἀκριβεῖ μέτρῳ τὸ ποσὸν
3. ἐν ἑκάστῳ κρίνουσα, πολλαπλάσιον ἀεὶ τὸ χρηστὸν ἀποτελεῖ
4. τοῦ μοχθηροῦ. μάλιστα μὲν γὰρ, εἴπερ οἷόν τ’ ἦν, ἄνευ
5. παντὸς κακοῦ κατεσκεύαστ’ ἂν ἅπαντα ταῦτα· νυνὶ δὲ, οὐ
6. γὰρ ἐνδέχεται τῆς ὕλης φυγεῖν τὴν μοχθηρίαν οὐδεμίαν τῶν
7. τεχνῶν, οὐδ’ ἀδαμάντινόν τε καὶ πάμπαν ἀπαθὲς ἐργάσασθαι
8. τὸ δημιούργημα, καταλείπεται κοσμεῖν αὐτὸ τὸν ἐνδεχόμενον
9. κόσμον. ἐνδέχεται δὲ ἄλλον ἄλλη τῶν ὑλῶν· οὐ γὰρ
10. ἐκ τῆς αὐτῆς δήπουθεν οὐσίας τά τε ἄστρα γέγονε καὶ ἡμεῖς.
11. οὔκουν οὐδὲ τὴν ἀπάθειαν τὴν αὐτὴν ἐπιζητεῖν χρὴ, καὶ
12. μέμφεσθαι τῇ φύσει, σμικρὸν εἴπου τι βλαβερὸν ἴδοιμεν
13. ἐπὶ μυρίοις χρηστοῖς, ἀλλ’ ἐκεῖνο δείξαντας, ὡς οἷόν τ’ ἦν
14. φυγεῖν τουτὶ τὸ σμικρὸν ἄνευ τοῦ πολλὰ τῶν καλῶς γεγενημένων
15. ταράξαι τε καὶ συγχέαι, τότ’ ἐγκαλεῖν αὐτῇ καὶ
16. μέμφεσθαι τῆς ὀλιγωρίας. εἰ μὲν γὰρ οὐδὲν ἔμελλε μέγα
17. λυπήσειν εἰς τὴν κοιλίαν ἡ ξανθὴ χολὴ καταῤῥέουσα, κακῶς
1. ὑπερεῖδε τῆς ὠφελείας ἡ φύσις, ἣν ἐκ τοῦ ῥύπτειν ἐφ’
2. ἡμέρᾳ τὸ γλίσχρον περίττωμα παρέσχεν ἂν ἡμῖν ὁ χυμὸς
3. οὗτος. εἰ δὲ τοῦτο μὲν οὕτω μικρὸν, ὡς διὰ τῆς ἔξωθεν
4. ἐπικουρίας ἱκανῶς ἐπανορθοῦσθαι δύνασθαι, τὰ δ’ ἑπόμενα
5. τούτῳ κακὰ τηλικαῦτα τὸ μέγεθος ἦν, ὡς ἄρδην ἀνατρέπεσθαι
6. τὸ τῆς γαστρὸς ἔργον, οὐκ οἶδα, πῶς ἀχαριστότερος
7. οὐκ ἂν εἴη τις εἰς τὴν οὕτω προνοησαμένην ἑαυτοῦ
8. φύσιν, ἢ τῶν δικαίων ἐπαίνων φθονερώτερος, εἰ, δέον
9. ὑμνεῖν αὐτὴν, ὁ δὲ καὶ προσεγκαλοίη. τίς γοῦν ἀγνοεῖ τῆς
10. ξανθῆς χολῆς τὴν δύναμιν ἱκανῶς δριμεῖαν ὑπάρχουσαν δάκνουσάν
11. τε καὶ ῥύπτουσαν ἅπαντα; τίς δ’ ἀποκρίνας ποτὲ
12. κάτω πλέονα τὸν χυμὸν τοῦτον οὐκ ᾔσθετο προηγησαμένης
13. ἐν τοῖς ἐντέροις δήξεως; τίς δ’ οὐκ οἶδεν, ὡς ἐμέτου χολώδους
14. ἄλλα τέ τινα παθήματα καὶ καρδιαλγία, δῆξις οὖσα
15. τοῦ στόματος τῆς γαστρὸς, ἐξ ἀνάγκης προηγεῖται; βούλει
16. τῶν Ἱπποκράτους συγγραμμάτων μνημονεύσωμεν ἐνταῦθα
17. καὶ τηλικοῦτον ἐπικαλεσώμεθα μάρτυρα περὶ πράγματος
18. ἅπασι γινωσκομένου; περιττὸν ἂν εἴη πάντως καὶ μάταιον.
1. καὶ μὴν εἰ γινώσκεται πᾶσιν ἡ τῆς ξανθῆς χολῆς δύναμις,
2. οὐ χαλεπὸν ἐξευρεῖν, ὅτι πᾶν ἀνατρέψει τὸ τῆς γαστρὸς
3. ἔργον, εἴπερ εἰς αὐτὴν συῤῥέοι. καθ’ ὃν γὰρ λόγον ἄκρατος
4. ἐμπίπτουσα τοῖς πρώτοις ἐντέροις ἐρεθίζει δάκνουσα
5. καὶ κωλύει μένειν ἐν αὐτοῖς τὴν τροφὴν, οὕτω καὶ τὴν κοιλίαν,
6. εὐαισθητοτέραν ὑπάρχουσαν τῆς νήστεως, ἠνάγκασεν
7. ἂν ἀπωθεῖσθαι τὴν τροφὴν κάτω, πρὶν πεφθῆναι καλῶς.
8. καὶ μέν γε καὶ φαίνεται τοῦτ’ ἐναργῶς γιγνόμενον, ὡς μηδὲν
9. δεῖσθαι μακροτέρας ἀποδείξεως· ἄπεπτα γὰρ ἐκκρίνουσιν
10. αἱ σφοδραὶ δήξεις τὰ σιτία. πρόδηλον οὖν, ὅτι,
11. χολῆς πλέονος εἰς τὴν γαστέρα συῤῥεούσης καθ’ ἡντιναοῦν
12. διάθεσιν, οὐκ ἐνδέχεται μένειν ἐν αὐτῇ τὰ σιτία. δακνομένη
13. γὰρ ὑπὸ τοῦ χυμοῦ τῆς δριμύτητος ἀγανακτεῖ τε καὶ
14. κεντρίζεται πρὸς αὐτοῦ ταχεῖαν ποιεῖσθαι τῶν περιεχομένων
15. ἐν αὑτῇ τὴν ἔκκρισιν. εἰ μὲν οὖν ἐπιπολάσειεν ὁ χυμὸς
16. οὗτος ἐπὶ τὸ στόμα τῆς γαστρὸς, ὡς ἂν αἰσθητικώτατον
17. ὑπάρχον, ἀλγοῦσί τε σφοδρῶς δακνόμενοι πρὸς αὐτοῦ καὶ
18. ναυτιῶσι καὶ ἐμοῦσιν. εἰ δ’ ὡς ἐπὶ τὸν πυθμένα ῥέψειεν,
1. ὑπέρχεται κάτω διὰ ταχέων, ἀεὶ δὲ αὐτοῦ συνεκκρίνει καὶ
2. τὰ σιτία. περιστελλομένης μὲν γὰρ σφοδρῶς τῆς κοιλίας,
3. ἀνεῳγότος δὲ τοῦ στόματος, εἴτε τοῦ κατὰ τὸν στόμαχον,
4. εἴτε τοῦ κατὰ τὸν πυθμένα, πάνθ’ ὁμοίως ἐκκρίνεται τὰ
5. κατ’ αὐτὴν περιεχόμενα. κᾀν τῷδε δῆλον, ὡς, εἰ πλείων ὁ
6. χυμὸς οὗτος εἰς τὴν γαστέρα συνέῤῥει, διέφθειρεν ἂν αὐτῆς
7. καὶ συνέχεε τὴν οἰκείαν ἐνέργειαν, εἴ γε δὴ γαστρὸς μὲν
8. ἰδία ἐνέργεια πέψις, δεῖται δὲ τὰ πεπτόμενα πλέονος χρόνου,
9. ὁ δ’ οὐκ ἐπιτρέπει χρονίζειν ἐν αὐτῇ τὰ σιτία. καλῶς
10. οὖν οἱ παλαιοὶ τῶν ἰατρῶν ἅμα ταῖς ἄλλαις ὑποθήκαις
11. ταῖς ὑγιειναῖς καὶ τοὺς ἀπὸ τῶν σιτίων ἐφ’ ἑκάστῳ μηνὶ
12. ἐμέτους ποιεῖσθαι συνεβούλευον, οἱ μὲν ἅπαξ ἀρκεῖν νομίζοντες,
13. οἱ δὲ καὶ δὶς ἀξιοῦντες γίνεσθαι, ἅπαντες δ’ οὖν
14. τὰς ποιότητας τῶν ἐσθιομένων τηνικαῦτα δριμείας τε καὶ
15. ῥυπτικὰς ἐκλέγεσθαι συμβουλεύοντες. ὑπὲρ τοῦ καὶ πᾶν ἐκκαθῇραι
16. τῆς γαστρὸς τὸ φλέγμα καὶ μηδὲν εἰς κακοχυμίαν
17. βλάψαι τὸ σῶμα. ταυτὶ γὰρ τὰ δάκνοντα καὶ ῥύπτοντα
18. βρώματα χολώδη τοὐπίπαν ἐστὶ καὶ κακόχομα. καλῶς οὖν
1. ἐκείνοις διώριστο καθαίρειν τὴν γαστέρα χωρὶς τῆς τοῦ ἥπατος
2. βλάβης. καὶ τῇ φύσει διέγνωσται ῥᾴστη μὲν ἡ ταύτης
3. ἔσεσθαι κάθαρσις, ἡ δὲ τῶν ἐντέρων αὐτή τε χαλεπὴ καὶ
4. τι καὶ προσαδικοῦσα τὸ ζῶον εἰς κακοχυμίαν. διὰ τί δὲ εἰς
5. τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας οὐκ ἐκ τῶν ἐντέρων ἀναδίδοται
6. τὸ χολῶδες περίττωμα, δέδεικται δι’ ἐκείνων τῶν
7. ὑπομνημάτων, ἐν οἷς καὶ τἄλλα πάντα ἐξηγησάμεθα τῆς
8. φύσεως ἔργα· καὶ χρὴ τὸν βουλόμενον ἀκριβῆ πεῖραν ἔχειν
9. τῆς χρείας τῶν ἀνακειμένων ὀργάνων τῇ τροφῇ πρότερον ἐν
10. ἐκείνοις γεγυμνάσθαι. πολλάκις γὰρ ἤδη καὶ πρόσθεν ἡμῖν
11. εἴρηται, καὶ κατ’ ἀρχὰς εὐθὺς ἀποδέδεικται τοῦ λόγου παντὸς,
12. ὡς οὔθ’ εὑρεῖν οἷόν τε χρείαν οὐδεμίαν οὐδενὸς μορίου
13. πρὸ τοῦ γνῶναι καλῶς παντὸς ὀργάνου τὴν ἐνέργειαν, οὔτ’
14. ἐνταῦθα προσήκει τὸν περὶ τῶν χρειῶν λόγον ἀφέντας ἀποδείξεις
15. ἐνεργειῶν γράφειν, ἀλλὰ τὰ δι’ ἑτέρων ἀποδεδειγμένα
16. τοῖς ἐν τῇδε τῇ διεξόδῳ λεχθησομένοις ὑποθέσεις ποιησαμένους
17. οὕτω περαίνειν τὸν λόγον. ἀλλ’ ὥσπερ τῶν κατὰ
1. τὴν γαστέρα περιττωμάτων φλεγματωδῶν ὅτι μὲν ἡ γένεσις
2. ἀναγκαία, δι’ ἑτέρων ἀπεδείξαμεν ὅτι δὲ φαίνεται γιγνόμενον,
3. νῦν ὑπεμνήσαμεν, οὕτω καὶ περὶ τοῦ μηκέτ’ ἀναλαμβάνεσθαι
4. τὴν χολὴν εἰς τὸ σῶμα ποιήσομεν. ὅτι γὰρ
5. οὐκ ἀναδίδοται, μεγίστη πίστις ἡ τῶν ἀποπατημάτων ἔσται
6. διαφορά. τοῖς μὲν γὰρ ἰκτεριῶσι τὴν τῶν ἐδηδεσμένων διαφυλάττει
7. χροιὰν, ὡς ἂν οὐκέτ’ ἐκκαθαιρομένης κάτω τῆς
8. χολῆς, ἀλλ’ εἰς ὅλον ἀναφερομένης τὸ σῶμα· τοῖς δ’ ὑγιαίνουσι
9. κέχρωται ξανθῷ χρώματι, ὅτι καὶ ὁ τῆς ξανθῆς χολῆς
10. χυμὸς εἰς ἔντερα τούτοις συνέῤῥει. καίτοι γε, εἴπερ
11. ἐντεῦθεν πάλιν εἰς ἧπαρ ἐπαλινδρόμει, δῆλον, ὡς οὐ τὰ
12. διαχωρούμενα μόνον, ἀλλὰ καὶ ἡ τοῦ παντὸς σώματος χρόα
13. τῆς τῶν ἰκτεριώντων οὐδὲν ἂν διέφερε. μὴ τοίνυν ἔτι θαυμάζωμεν,
14. εἰ καὶ τὸ μελαγχολικὸν περίττωμα, τὸ τὴν ἐν τῷ
15. σπληνὶ μὴ δυνηθὲν ἐργασίαν τε καὶ μεταβολὴν εἰσδέξασθαι,
16. τὴν ἔκκρισιν οὐκ εἰς τὰ πλησίον τῆς ἕδρας, ἀλλ’ εἰς αὐτὴν
17. ἔσχε τὴν κοιλίαν. ἂν γὰρ, ὅτι μὲν ἄλυπον ἐνταῦθα
18. ἔμελλεν ἔσεσθαι, δείξωμεν, εἰ δ’ ἐπὶ τὰ πλησίον τῆς ἕδρας
1. ἔντερα τὸν ὑποδεχόμενον αὐτὸ πόρον ἡ φύσις ἐξέτεινε, στενὸν
2. μὲν εἶναι δεόμενον ἀνάλογον τῇ τοῦ περιττώματος ὀλιγότητι,
3. μακρὸν δ’ ἐξ ἀνάγκης ἐσόμενον ἐπὶ τῷ μήκει τοῦ
4. διαστήματος, καὶ διὰ τοῦτ’ εὐπαθῆ γενησόμενον, εὔλογον
5. εἶναί σοι φανεῖται διὰ βραχέος ἀγγείου συῤῥεῖν αὐτὸν εἰς
6. τὴν γαστέρα πλησίον κειμένην. ὅτι δὲ οὐδὲ ἔμελλε λυπήσειν,
7. ὡς ἐπὶ τῆς ξανθῆς χολῆς εἴπομεν, ἀναμνησθεὶς,
8. οὐκέτ’ ἄν μοι δοκοίης δεηθῆναι λόγου μακροτέρου. εἰ γὰρ
9. μήτ’ αὖθις εἰς ὅλον τὸ ζῶον ἀναληφθείη, μήτ’ αὐτήν τι
10. βλάψειε τὴν γαστέρα, τί ἂν ἔτι καὶ λυπήσειεν; ἀλλ’ ὅτι
11. μὲν οὐκ ἀναληφθήσεται, δῆλον ἐκ τοῦ μηδὲ τὴν ξανθὴν
12. χολὴν, πολὺ λεπτοτέραν ὑπάρχουσαν· ὅτι δὲ οὐκ ἀδικήσει τι
13. τὴν κοιλίαν, ἡ ποιότης ἐνδείκνυται. στρυφνὴ γάρ ἐστιν ἡ
14. μέλαινα καὶ ὀξεῖα, καὶ συνάγειν καὶ σφίγγειν, οὐκ ἀνατρέπειν
15. αὐτὴν, ὥσπερ ἡ ξανθὴ, πεφυκυῖα. δῆλον οὖν, ὥσπερ
16. ἐκείνη τῷ κωλύειν ἐπιπλέον ἐν τῇ γαστρὶ τὰ σιτία μένοντα
17. πέπτεσθαι βλάπτειν ἐλέγετο, τὴν μέλαιναν οὐχ ὅπως οὐδὲν
1. βλάπτουσαν εὕροιμεν ἂν, ἀλλὰ καὶ προσωφελοῦσαν ἔτι τὴν
2. γαστρὸς ἐνέργειαν. ἐπιτείνει γὰρ αὐτὴν καὶ συνάγει πρὸς
3. ἑαυτὴν, καὶ περιλαμβάνειν ἀκριβῶς ἀναγκάζει τὰ σιτία καὶ
4. κατέχειν, ἄχρις ἂν ἱκανῶς ἐκπεφθῇ. οὕτω μὲν τῆς τῶν χολωδῶν
5. περιττωμάτων ἐκροῆς ἡ φύσις προὐνοήσατο.

Cliquer un n° de page pour en afficher l’image