6. Λοιποῦ δὲ ὄντος ἔτι τοῦ λεπτοῦ καὶ ὑδατώδους
7. περιττώματος, ὃ προσαγορεύομεν οὖρον, ὅπως μὲν
8. οὖν διακρίνοιτο τοῦτο, τοὺς νεφροὺς ἐργασαμένη πλησίον
9. ἔθηκε τοῦ ἥπατος· ὅπως δ’ ἐκκρίνοιτο καλῶς, ὑποδοχὴν
10. μὲν πρῶτον, οἶον δεξαμενήν τινα, τὴν κύστιν, ἐπὶ τέλει δ’
11. αὐτῆς μῦν ἐδημιούργησε, φύλακα τῆς ἀκαίρου τῶν περιττωμάτων
12. ἐκροῆς. ἐπεὶ δὲ τὴν μὲν κύστιν κατωτάτω βέλτιον
13. ἦν θεῖναι, ἵνα περ καὶ τὰ τῆς τροφῆς ἐκκενοῦται περιττώματα,
14. τοὺς νεφροὺς δὲ, ὡς πρόσθεν ἐῤῥέθη, πλησίον τοῦ
15. ἥπατος, ἀναγκαῖον ἦν εἰς τὴν κύστιν ἐξ αὐτῶν ἐργάσασθαί
16. τινας ὁδούς. καὶ δὴ γεγόνασιν οἱ οὐρητῆρες ὀνομαζόμενοι,
17. πόροι τινὲς ἐπιμήκεις, ἰσχυροὶ, τοὺς νεφροὺς τῇ κύστει
1. συνάπτοντες. οὕτω μὲν καὶ τὰ οὖρα διακρίνεταί τε τοῦ αἵματος
2. ὑπὸ τῶν νεφρῶν, κᾀντεῦθεν εἰς τὴν κύστιν διὰ τῶν
3. οὐρητήρων πέμπεται, κᾀκεῖθεν ἐκπέμπεται, καθ’ ὃν ἂν ὁ
4. λογισμὸς κελεύσῃ καιρόν. ἀλλ’ οὐκ ἀρκεῖ ταῦτα γινώσκειν
5. εἰς τὸ θαυμάσαι τὴν τέχνην τῆς φύσεως, ἀλλὰ τῆς θέσεως
6. μὲν τῶν νεφρῶν ἄξιον ἀκοῦσαι τὴν χρείαν, ἧς ἕνεκεν ὁ μὲν
7. δεξιὸς ἀνωτέρω τε καὶ πολλάκις ἁπτόμενος αὐτοῦ τοῦ ἥπατος,
8. ὁ δὲ ἀριστερὸς ἐφεξῆς τούτῳ. περὶ δὲ τοῦ σχήματος
9. αὐτῶν, διὰ τί σιμοὶ μὲν, ἵνα περ ἡ ἀρτηρία καὶ ἡ φλὲψ
10. εἰς αὐτοὺς καταφύονται, γεγόνασι, τὰ δὲ ἀντικείμενα τούτων
11. ἀκριβῶς περιφερῆ· ἀλλὰ καὶ περὶ τῆς οὐσίας αὐτῶν, ὁποία
12. τίς ἐστι, καὶ τῆς πλοκῆς, καὶ τῶν κοιλιῶν, καὶ τοῦ χιτῶνος,
13. καὶ διὰ τί μεγίστη μὲν ἀρτηρία καὶ φλὲψ εἰς αὐτοὺς
14. ἐμφύονται, παντάπασι δὲ ἀμυδρὸν καὶ δυσθεώρητον νεῦρον·
15. οὕτω δὲ καὶ περὶ τῶν οὐρητήρων καὶ τῆς κύστεως, οὐ τῆς
16. τὸ οὖρον ὑποδεχομένης μόνον, ἀλλὰ καὶ τῆς τὴν χολὴν, ἄμεινον
17. οἶμαι γινώσκειν τὴν οὐσίαν, καὶ πλοκὴν, καὶ μέγεθος, καὶ
18. σχῆμα, καὶ τἄλλα δὴ, ὅσα καθ’ ἕκαστον ὄργανον ἐξηγούμεθα.
1. τήν τε γὰρ τέχνην τῆς φύσεως μᾶλλον ἄν τις θαυμάσειεν,
2. εἰ μηδὲν τούτων ἄσκεπτον παρέλθοι, καὶ τὴν τῆς
3. καθ’ ἕκαστον αὐτῶν ἐνεργείας ἐπιστήμην βεβαιώσαιτο, διὰ
4. τῶν κατὰ μέρος ἁπάντων μαρτυρουμένην. αὐτίκα γοῦν, ἵν’
5. ἐντεῦθεν ἀρξώμεθα τοῦ λόγου, δεικνύντες, ὡς ἐξελέγχουσι
6. περὶ τῶν ἐνεργειῶν τὰς μοχθηρὰς ὑπολήψεις αἱ τῆς χρείας
7. τῶν μορίων ζητήσεις, οὐκ ἂν ἔχοι λέγειν οὔτ’ Ἐρασίστρατος,
8. οὔτ’ ἄλλος τις, ὃς ἂν ἡγῆται πνεῦμα μόνον ἐν ἀρτηρίαις
9. περιέχεσθαι, τὴν χρείαν τοῦ μεγέθους τῶν εἰς τοὺς
10. νεφροὺς ἐμφυομένων ἀρτηριῶν. εἰ γὰρ δὴ τὰς φλέβας μόνον
11. ἐκκαθαίρουσιν οἱ νεφροὶ, καὶ διὰ τοῦτο εἰς αὐτοὺς, καίτοι
12. σμικροὺς ὄντας, μέγισται καταφύονται, τὰς ἀρτηρίας οὐκ
13. ἐχρῆν ὁμοίως εἶναι ταῖς φλεψὶ μεγάλας, ἀλλὰ τάχα μὲν
14. οὐδ’ ὅλως ἐμφύεσθαι τοῖς νεφροῖς, εἰ δὲ μὴ, ἀλλὰ μικροτάτας
15. τε καὶ δυσθεωρήτους παντάπασιν, ὥσπερ καὶ τὰ
16. νεῦρα. τοῖς μὲν οὖν περὶ τὸν Ἀσκληπιάδην ἑτοίμως, ἐν οἷς
17. ἀποροῦσι, ματαιόπονον ἀποκαλεῖν τὴν φύσιν· οἱ δὲ περὶ
18. τὸν Ἐρασίστρατον ἐπαινοῦσι μὲν αὐτὴν ἑκάστοτε, ὡς οὐδὲν
1. μάτην ἐργασαμένην, ἔργῳ δ’ οὐκ ἐπεξίασιν οὐδ’ ἀποδεικνύουσι
2. καθ’ ἕκαστον ὄργανον ἀληθῆ τὸν ἔπαινον, ἀλλ’
3. ἑκόντες σιωπῶσι πολλὰ καὶ κατακρύπτουσι, καὶ παρέρχονται
4. τῆς ἐν τοῖς μορίοις κατασκευῆς. Ὑπὲρ ὧν ἀρκείτω
5. μὲν τὰ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν
6. εἰρημένα. Τὸ δὲ νῦν εἶναι, τοσοῦτον μόνον ἕκαστον τῶν
7. ἀναλεγομένων ταυτὶ τὰ γράμματα μεμνῆσθαι βούλομαι, τὸ
8. μηδὲν ἐναργῶς παρέρχεσθαι τῶν μορίων, ἀλλ’, ὥσπερ ἡμεῖς
9. ποιοῦμεν, οὕτω καὶ αὐτῶν ἐπιχειρεῖν ἐξετάζειν ἁπάντων τό
10. τε τῆς οὐσίας εἶδος, καὶ τὸ τῆς διαπλάσεως, καὶ τὸ τῆς
11. πλοκῆς, ἐπισκοπεῖσθαι δὲ καὶ τὰς ἀποφύσεις, καὶ τὰς ἐμφύσεις,
12. καὶ τὸ καθ’ ἕκαστον αὐτῶν μέγεθος, ἢ τὴν σμικρότητα,
13. καὶ τὸ πλῆθος ἁπάντων, καὶ τὴν κοινωνίαν, καὶ
14. τὴν θέσιν, εἶτ’, εἰ μὲν ἐν ἅπασι τοῖς κατὰ μέρος ὁ περὶ
15. τῆς ἐνεργείας λογισμὸς ὁμολογῶν ἑαυτῷ φαίνοιτο, πιστεύειν,
16. εἰ δ’ ἀποροῖτό πῃ κᾂν καθ’ ἓν ὁτιοῦν τὸ σμικρότατον,
17. ὑποπτεύειν ἐν τούτῳ καὶ μὴ πάνυ τι προσέχειν αὐτῷ τὸν
18. νοῦν, οὕτω γὰρ καὶ ἡμεῖς, ὑπὲρ ἁπάντων ἐπισκεψάμενοι
1. χρόνῳ πολλῷ, καὶ κρίναντες τὰ πᾶσιν εἰρημένα περὶ ἑκάστου
2. τῶν ὀργάνων, ὅσα τοῖς ἐναργέσιν εὕρομεν ὁμολογοῦντα,
3. πάντη πιστότερα τῶν διαφερομένων ἐνομίσαμεν. ἀλλὰ τοῦτο
4. μὲν ἐν πάσῃ τῇ διεξόδῳ παρακελεύομαι ποιεῖν, οὐκ ἐν τῷ
5. παρόντι μόνον. Ἐπὶ δὲ τὸ προκείμενον ἤδη τρέψομαι. Τὰς
6. μὲν ἀρτηρίας, ὅτι καλῶς ἀπεδείκνυντο καὶ αὗται περιέχειν
7. αἷμα, διὰ τῶν ἐμφυομένων τοῖς νεφροῖς μαρτυρεῖται. Εἴπερ
8. γὰρ οὐ τοῦ καθαίρεσθαι τὸ κατ’ αὐτὰς αἷμα, τίνος ἕνεκεν
9. ἑτέρου, φρασάτω μοί τις, οὕτω μὲν μεγάλας αὐτὰς ἐδημιούργησεν
10. ἡ φύσις, ἄχρι δὲ τῆς κοιλίας τῶν νεφρῶν κατασχίζουσα
11. προήγαγεν ὁμοίως ταῖς φλεψί; καὶ αὐτοὺς δὲ
12. τοὺς νεφροὺς, ὅτι καλῶς ἐλέγοντο καθαίρειν ἅπαντα τὸν
13. τοῦ αἵματος ὀῤῥὸν, ἐκ τοῦ μεγέθους ἑκατέρου τῶν ἀγγείων
14. μαρτυρεῖται. εἰ γὰρ δὴ περίττωμα τῆς τῶν νεφρῶν θρέψεώς
15. ἐστι τὸ οὖρον, (εἰς τοσοῦτον γὰρ ἀγνοίας ἧκεν ὁ Μακεδὼν
16. Λύκος, ὡς καὶ τοῦτο προσίεσθαι,) τί δή ποθ’ οὕτω μεγάλας
17. ἀρτηρίας καὶ φλέβας εἰς μικρὰ σώματα τῶν νεφρῶν
1. ὁ μηδὲν ἐργαζόμενος εἰκῆ δημιουργὸς ἐνέφυσεν, οὐκ ἔστιν
2. εἰπεῖν. ἀλλ’ ἤτοι καταγινώσκειν χρὴ τῆς φύσεως ἀτεχνίαν,
3. ὅπερ οὐ βούλεαι, ἢ φανερῶς ἐξελέγχεσθαι μηδὲν ὑγιὲς ὑπὲρ
4. ἐνεργειῶν γινώσκοντα.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 5.5, ed. Kühn, 1822, vol. 3, p. 362-367. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩