5. Τί δή ποτ’ οὖν ὁ μὲν ἀνωτέρων τὴν
6. θέσιν ἔχει τῶν νεφρῶν, ὁ δὲ κατωτέρω; καὶ τοῦθ’ ὁμολογεῖ
7. τοῖς ὑπὲρ αὐτῶν ἀποδεδειγμένοις. εἰ γὰρ δὴ ἕλκοντες τὸν
8. ὀῤῥὸν οὕτω καθαίρουσι τὸ αἷμα, δῆλον ὡς, εἴπερ ἐτέθησαν
9. ἅμα, διεκώλυεν ἂν ὁ ἕτερος τὸν ἕτερον ἕλκειν ἀντισπῶν ἐπὶ
10. τἀναντία. νυνὶ δ’ ἑκάτερος ἀκωλύτως ἐνεργεῖ μόνος ἐπισπώμενος,
11. οὐδενὸς ἐκ τῶν κατ’ ἀντικρὺ μερῶν ἀντιτεταγμένου.
12. διὰ τί δ’ ὁ μὲν δεξιὸς ἄνωθέν τε καὶ πρῶτός ἐστιν,
13. ὁ δ’ ἀριστερὸς κάτωθέν τε καὶ δεύτερος; ὅτι τὸ καθαιρόμενον
14. σπλάγχνον ἐν τοῖς δεξιοῖς ἐτέτακτο, καὶ τῆς κοίλης
15. αὐτῆς εἰς τὸ δεξιὸν ἀνεστόμωντο μέρος αἱ πλεῖσται
16. τῶν ἀποφύσεων, ἐκ τῶν κυρτῶν τοῦ ἥπατος εἰς αὐτὴν ἄγουσαι
17. τὸ αἷμα, ἑτοιμότερον δ’ ἕλκειν ἐκ τῶν κατ’ εὐθὺ
1. παντὶ τῷ δύναμιν ἑλκτικὴν ἔχοντι σώματι. καὶ μέν γε, καὶ
2. ὡς τὸν σπλῆνα μὲν τοῖς κάτω μέρεσι προσχωρεῖν τῆς γαστρὸς
3. ἄμεινον ἦν, τὸ ἧπαρ τοῖς ἄνω, δέδεικται πρόσθεν.
4. οὔκουν οὐδὲ χώραν ὁμοίως σχολάζουσαν ἐν τοῖς ἀριστεροῖς
5. εἶχεν, ὥσπερ ἐν τοῖς δεξιοῖς, ὥσθ’, ὅσον ἀνωτέρων τὸ ἧπαρ
6. κεῖται τοῦ σπληνὸς, οὐκ ἦν ἄλογον, καὶ τὸν δεξιὸν νεφρὸν ἐπὶ
7. τοσοῦτον ὑψηλότερον γενέσθαι θατέρου. τί δή ποτε δ’ ὅλως
8. ἡ φύσις δυοῖν ὀργάνων ἐδεήθη καθαρτικῶν τῆς ὀῤῥώδους
9. ὑγρότητος; εἰ μὲν γὰρ ἄμεινον τὸ διττὸν, ἐλλιπῶς ἂν δόξειεν
10. ἕνα μὲν τὸν σπλῆνα, μίαν δὲ τὴν χοληδόχον ἐργάσασθαι
11. κύστιν· εἰ δὲ ἀρκεῖ καὶ τὸ ἓν, ἐκ περιττοῦ πάλιν αὖ
12. τὸν ἀριστερὸν ἐπὶ τῷ δεξιῷ δημιουργῆσαι δόξειεν ἂν τῶν
13. νεφρῶν. ἢ κᾀνταῦθα θαυμάζειν ἄξιον αὐτῆς τὴν τέχνην;
14. ὀλίγιστον μὲν γὰρ τὸ μελαγχολικὸν περίττωμα, πλέον δ’ αὐτοῦ
15. τὸ χολῶδες, πολλαπλάσιον δ’ ἀμφοῖν τὸ ὑδατῶδες.
16. ἀλλὰ καὶ παχύτατον μὲν μελαγχολικὸν περίττωμα, τὸ δ’
17. ὀῤῥῶδες λεπτότατον, μέσον δ’ ἀμφοῖν τὸ χολῶδες. τῷ μὲν
1. οὖν ὀλίγῳ καὶ παχεῖ καὶ δυσκινήτῳ περιττώματι καὶ διὰ
2. μακροῦ μέλλοντι παράγεσθαι τὸ μέγιστόν τε καὶ μανότατον
3. ὄργανον ὑπέθηκε, καὶ τοῦτο κατέθηκεν ἐν τοῖς ἀριστεροῖς
4. τῆς γαστρὸς, ἵν’, ὡς ἔμπροσθεν ἐδείκνυτο, κατεργασθεὶς
5. ὁ παχὺς ἐκεῖνος ἐν αὐτῷ χυμὸς ὑπάρξῃ τροφὴ τῷ σπληνί.
6. τὴν δ’ ὑποκειμένην τῷ ἥπατι κύστιν, καίτοι μέσον τῇ λεπτότητι
7. καὶ τῷ πλήθει χυμὸν ἕλκουσαν, ὅμως μικρὰν
8. ἀπεργάσατο, διότι τῇ θέσει τῶν ἄλλων ὀργάνων, ὅσα καθαίρει
9. τὸ ἧπαρ, ἐπλεονέκτει καὶ τῷ τῶν ἑλκόντων στομάτων
10. ἀριθμῷ. οὔκουν οὐδὲ ἐν ταύτῃ τι παρὰ τὸ κατ’ ἀξίαν ἡ
11. φύσις ἐποίησεν. ὑπόλοιπος δ’ ὁ δεξιὸς νεφρὸς, ὃν δὴ μόνον
12. ἀρκεῖν ὁ πρόσθεν λόγος ἐπηρεάζων ἔλεγεν. Ὅτι μὲν
13. οὐκ ἤρκει μόνος εἰς τοσούτου κάθαρσιν περιττώματος, εἰ
14. μὴ διπλασίων ἐγεγόνει τοῦ νῦν ὄντος, ἄντικρυς δῆλον. Ὅτι
15. δ’, εἴπερ οὗτος μὲν ἐγένετο διπλάσιος, ὁ δ’ ἕτερος ἀπώλετο
16. τελέως, οὐκ ἂν ἐπηρεάζων τις, ἀλλ’ ἀληθεύων ἐνεκάλει τῇ
17. φύσει, τὸ ζῶον ἄνισον ἀπειργάσθαι, καὶ τοῦτ’ οἶμαι πρόδηλον.
1. πρὶν γὰρ τῶν νεφρῶν ἡμᾶς μνημονεῦσαι, κατὰ τὸν πρὸ
2. τούτου λόγον ἰσόῤῥοπον ἐδείκνυτο ζῶον ἐπὶ τῇ τοῦ σπληνὸς
3. καὶ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἐπικαίρῳ θέσει. νῦν
4. δ’, εἴπερ αὐτῷ καλῶς καὶ δικαίως ἔχοντι κατὰ θάτερον μέρος
5. ἕνα μέγαν ἐργασόμεθα τῷ λόγῳ νεφρὸν, ἑτερόῤῥοπον
6. αὐτὸ ποιήσομεν. ἀλλ’ οὐχ ἡ γε φύσις, ἀλλ’ ἀνθ’ ἑνὸς
7. μεγάλου νεφροῦ, κατὰ θάτερον μέρος κειμένου, δύο μικροὺς
8. ἑκατέρωθεν καταθεῖναι δικαιότερον ἔγνω. καὶ ὅτι γε
9. τηλικοῦτος ἑκάτερός ἐστιν, ὡς ὑπ’ ἀμφοῖν αὐτάρκως καθαίρεσθαι
10. τὸ αἷμα, τὸ γιγνόμενον αὐτὸ μαρτυρεῖ. μυρίων
11. γοῦν ὁσημέραι τέμνοντες τὰς φλέβας ὀλίγιστον εὑρίσκομεν
12. ὕδωρ ἐποχούμενον, παγέντος τοῦ αἵματος. καίτοι πάντες οἱ
13. φλεβοτομίας δεόμενοι κακὸν δήπουθεν ἔχουσί τι περὶ τὸ
14. σῶμα, καὶ βέβλαπται παντάπασιν αὐτοῖς ἡ φυσικὴ διοίκησις.
15. ἀλλ’ ὅμως καὶ τούτοις παγέντος τοῦ αἵματος, οὐδὲν
16. ὑδατῶδες ἐποχεῖται, πλὴν, ὡς ἐῤῥέθη, παντάπασιν ὀλίγον.
17. ὅτι μὲν οὖν, εὐπραγοῦντος τοῦ ζώου, τελέως οἱ νεφροὶ καθαίρουσι
18. τὸν ὀῤῥὸν τοῦ αἵματος, ἔκ τε τῶν εἰρημένων καὶ
1. ἄλλων πλειόνων ἐστὶν ἀποδεῖξαι. χρονίζειν δὲ ἐπὶ πλέον ἐν
2. τῷ λόγῳ περιττὸν εἶναί μοι δοκεῖ, συγχωρησόντων γε πάντων
3. ἑτοίμως τῷ λεγομένῳ καὶ πιστευσόντων, ὡς αὐτάρκεις
4. εἰς τὴν χρείαν, ἦς ἕνεκεν ἐγεγόνεισαν, οἱ νεφροὶ κατεσκευάσθησαν.
5. καὶ μὴν εἴπερ αὐτάρκως μὲν οἱ ἀμφότεροι καθαίρουσι
6. τὸν ὀῤῥὸν τοῦ αἵματος, ἔστι δὲ πολλαπλάσιον τὸ
7. περίττωμα τοῦτο τῶν ἄλλων περιττωμάτων, οὐδὲν οὕτως αἰτιατέον
8. τοῦ τάχους τῆς καθάρσεως, ὡς τὴν λεπτότητα τοῦ
9. διακρινομένου. καὶ γὰρ αὖ καὶ τοῦτο πρόδηλον, ὡς τὸ λεπτὸν
10. ἅπαν ἑτοιμότερον ἕλκεται τοῦ παχυτέρου. καὶ τοίνυν ἤδη
11. φαίνεται καὶ ἡ τῆς πυκνότητος αὐτῶν αἰτία, μᾶλλον δ’
12. αἰτίαι· δύο γάρ εἰσιν αὗται, τό τε ῥᾳδίως ἕλκεσθαι τὸ
13. τοιοῦτον ὑγρὸν, καὶ μάλισθ’ ὅταν οὕτω πλησίον ᾖ τὸ ἕλκον,
14. καὶ τὸ τρέφεσθαι δεῖν ἐξ αὐτοῦ τοὺς νεφρούς. ἐδείχθη
15. γὰρ οὖν καὶ τοῦτ’ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων
16. ὑπομνήμασιν, ὡς διὰ μὲν εὐρέων στομάτων ἕκαστον τῶν ἑλκόντων
17. μορίων τὸν οἰκεῖον χυμὸν οὐ μόνον οὐδὲ ἀκέραιον
1. οὐδὲ εἰλικρινῆ δυνατὸν ἕλκειν, ἀλλ’ ἔκ τινος ἐπιμιξίας οὐχ
2. ὁμογενοῦς ἑτέρου νενοθευμένον· εἰ δ’ εἰς λεπτὰ πάνυ καὶ
3. λόγῳ θεωρητὰ στόματα τῶν ἑλκόντων ὀργάνων τὰ πέρατα
4. τελευτήσειεν, ἄμικτον οὕτω καὶ καθαρὸν ἀκριβῶς ἐπισπάσεται
5. τὸν οἰκεῖον χυμόν. εὐλόγως οὖν ἡ μὲν ἐπὶ τῷ ἥπατι
6. κύστις ἀοράτοις τε καὶ στενοῖς ἀκριβῶς πέρασι τῶν καταφυομένων
7. ἀπ’ αὐτῆς εἰς τὸ σπλάγχνον ἀγγείων ἕνα μόνον
8. ἕλκει χυμὸν ἀνόθευτον ἑτέρας ποιότητος, ὃν ἡ φύσις αὐτὴν
9. ἕλκειν παρεσκεύασεν. οὔτε δὲ ὁ σπλὴν, οὔθ’ οἱ νεφροὶ
10. τὸν οἰκεῖον μόνον ἐπάγονται χυμὸν, ἀλλ’ ὁ μὲν σπλὴν
11. καὶ αὐτοῦ τι συνεφέλκεται τοῦ αἵματος, ὃ, πρὶν ἐμπεσεῖν
12. αὐτῷ, φθάνουσιν αἱ κατὰ τὸν ἐπίπλουν φλέβες ὡς ἑαυτὰς
13. ἐπισπώμεναι· τῶν νεφρῶν δ’ ἑκάτερος πολὺ μὲν τῆς ξανθῆς
14. χολῆς καὶ σχεδὸν ἅπαν, ὅσον ἂν αἱ κατ’ αὐτοὺς ἀρτηρίαι
15. καὶ φλέβες ἔχουσαι τύχωσι, πολὺ δὲ καὶ τοῦ αἵματος,
16. ὅσον ὑγρότερόν ἐστι καὶ λεπτότερον. ἀλλὰ τὸ μὲν χολῶδες,
17. ὅσον μὴ παχὺ πάνυ, τοῖς οὔροις συνδιεξέρχεται· τὸ δ’ αἷμα
1. τῇ σαρκὶ τῶν νεφρῶν αὐτῇ προσκλύζεται, καθάπερ ἰλύς τις,
2. κᾀντεῦθεν ἤδη κατὰ μικρὸν ἀτμοειδῶς εἰς ὅλην αὐτὴν διασπείρεταί
3. τε καὶ προσφύεται, καὶ τροφὴ γίνεται τοῖς
4. νεφροῖς.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 5.6, ed. Kühn, 1822, vol. 3, p. 367-373. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩