Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 5.8, ed. Kühn, 1822, vol. 3, p. 374-377. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.8

13. Καὶ μέντοι γε καὶ οὐχ ὅθεν ἔτυχεν ἐφ’ ἑκατέραν
14. αὐτῶν ἤγαγεν οὔτε τὸ νεῦρον, οὔτε τὴν ἀρτηρίαν,
15. οὔτε τὴν φλέβα, τὸ βέλτιον δὲ κᾀν τούτοις ἑλομένη φαίνεται.
16. βέλτιον δ’ ἦν τὸ μὴ διὰ μακροῦ, μηδ’ ἀφρούρητον.
17. τῇ μὲν οὖν τὸ οὖρον ὑποδεχομένῃ κύστει νεῦρα μὲν
18. ἀπὸ τοῦ κατὰ τὸ πλατύ τε καὶ ἱερὸν ὀστοῦν ὀνομαζόμενον
1. ἐνέφυσε νωτιαίου, πλησιέστατα γὰρ αὐτῆς οὗτος ἐτέτακτο,
2. φλέβας τε καὶ ἀρτηρίας ἀπὸ τῶν ἔγγιστα κατ’ αὐτὰς ἀγγείων,
3. ἵνα πρῶτον αἱ ἐπὶ τὰ σκέλη τῶν κατὰ ῥάχεως μεγάλων
4. ἐκφύσεις γίγνωνται· τῇ δ’ ἑτέρᾳ κύστει τῇ κατὰ τὸ
5. ἧπαρ ἀρτηρίαν μὲν καὶ νεῦρον ἀπὸ τῶν εἰς αὐτὸ τὸ
6. σπλάγχνον ἐμφυομένων ἀποσχίζουσα, μικρὸν ἑκάτερον ἱκανῶς
7. καὶ δυσθεώρητον, αἰσθητὴν δὲ καὶ σαφῆ φλέβα τῆς ἐπὶ
8. πύλαις ἀποφύσασα, πάντα ταῦτα τὰ τρία καθ’ ἕνα τόπον
9. εἰς τὸ τῆς κύστεως ἐνέφυσε σῶμα κατὰ τὸν καλούμενον
10. αὐχένα. καὶ γὰρ ἰσχυρότατος ἦν οὗτος, ὡς ἀσφαλῶς ἐπίβασιν
11. λεπτῶν ἀγγείων ὑποδέξασθαι, καὶ πλησίον ἐτέτακτο τῶν
12. πυλῶν. οὕτω δὲ καὶ εἰς τὴν ἑτέραν κύστιν τὴν μεγάλην
13. κατ’ αὐτὸν ἐνέφυσε τὸν αὐχένα τὰ ἓξ ἀγγεῖα, τρία καθ’
14. ἑκάτερον αὐτῆς μέρος. αὐτοῖς τε γὰρ τοῖς ἀγγείοις ἡ φορὰ
15. δι’ ἐλαχίστου διαστήματος οὕτως ἔμελλεν ἔσεσθαι μάλιστα,
16. τῇ τε κύστει βέλτιον ἦν τοῖς σαρκώδεσιν ἑαυτῆς μορίοις
17. αὐτὰ καταδέξασθαι. σὺ μὲν ἴσως ἀρκεῖν τὴν εἰρημένην
18. ἀσφάλειαν αὐτοῖς ὑπολαμβάνεις· ἧττον γὰρ εἶ τεχνικός τε
1. καὶ προορατικὸς τῆς φύσεως. ἡ δὲ, καίτοι δι’ ὀλίγου μὲν
2. ἀγαγοῦσα διαστήματος, ἀσφαλῶς δ’ ἐμφύσασα, τρίτον οὐκ
3. ὤκνησεν αὐτοῖς ἐξευρεῖν σόφισμα δυσπαθείας ἕνεκα, λεπτούς
4. τινας ὑμένας ἀνάλογον τῶν ἀγγείων τῇ σμικρότητι
5. περὶ ἕκαστον αὐτῶν ἑλίττουσα καὶ κοινῇ διὰ τῶν αὐτῶν
6. ἅπαντα ξυνδοῦσα. τὰ μὲν οὖν εἰς τὴν μικρὰν κύστιν ἐμφύντα,
7. δι’ ὅλης αὐτῆς κατασχιζόμενα, μέχρι τοῦ πυθμένος
8. ἀφίκετο. τῶν δὲ εἰς τὸν αὐχένα τῆς μεγάλης κύστεως εἰσβαλόντων
9. ἀγγείων, εὐθέως κατὰ τὴν πρώτην ἐπίβασιν δίχα
10. νεμηθέντων, ἡ μὲν ἑτέρα μοῖρα τὸν αὐτὸν τρόπον
11. τοῖς ἐπὶ τῆς μικρᾶς εἰς ὅλην τὴν κύστιν διεσπάρη, τὸ δὲ
12. λοιπὸν ἀπετρέπετο κάτω κατ’ αὐτὸν τὸν αὐχένα φέρεσθαι,
13. μικρὸν μὲν ἐπὶ θηλειῶν, ὡς ἂν αὐτόθι μέλλον κατασχισθήσεσθαι
14. σύμπαν, μέγα δ’ ἐπὶ τῶν ἀῤῥένων, ὅτι πλεονεκτοῦσιν
15. οὗτοι περιττοτέρῳ τινὶ μορίῳ, τῷ καλουμένῳ καυλῷ,
16. κατὰ τὸ πέρας ἐπικειμένῳ τοῦ τῆς κύστεως αὐχένος. τὴν
17. μὲν δὴ περὶ τὰ γεννητικὰ μόρια τέχνην τῆς φύσεως αὐτὴν
18. καθ’ ἑαυτὴν ἐξηγησόμεθα προϊόντος τοῦ λόγου. τὰ δὲ τῶν
1. περιττωμάτων ὄργανα, περὶ ὧν ἡμῖν ὁ λόγος ἐνέστηκε, διότι
2. τὰ μὲν αὐτοῖς τοῖς διακριτικοῖς τῶν περιττωμάτων ἀγγείοις
3. τρέφεται, καθάπερ ὅ τε σπλὴν καὶ οἱ νεφροὶ, τὰ δ’ ἑτέρων
4. ἐδεήθη θρεψόντων, ὥσπερ καὶ ἡ κύστις, (καὶ γὰρ ἡ σμικρότης
5. ἑκάστου τῶν ἀγγείων, καὶ τὸ μέγεθος, καὶ ὁ τρόπος
6. τῆς ἐμφύσεως, καὶ τὸ χωρίον, ὅθεν ἀφώρμηται, καὶ ἡ ἀσφάλεια
7. τῆς ὁδοῦ, καὶ πάνθ’ ἁπλῶς τὰ κατ’ αὐτὰ φαινόμενα
8. θαυμαστήν τινα ἐνδείκνυται τῆς φύσεως τὴν τέχνην,) ἤδη
9. μοι δοκῶ πεπεράνθαι τῷ λόγῳ.

Cliquer un n° de page pour en afficher l’image