10. Πάλιν οὖν ὅσον ἐνδεῖ καθ’ ἕκαστον αὐτῶν
11. ἐπάνιμεν. ἐνδεῖ δὲ πρῶτον μὲν ὑπὲρ τῶν νεύρων εἰπεῖν
12. τι τῶν εἰς τοὺς νεφροὺς ἐμβαλλόντων· ἔπειτα δὲ περὶ τῶν
13. οὐρητικῶν πόρων· καὶ τρίτον ἐπὶ τούτοις αὐτὴν τὴν οὐσίαν
14. ἐξηγήσασθαι τοῦ σώματος τῶν κύστεων, ὥσπερ τοῦ τε
15. τῶν νεφρῶν καὶ τοῦ σπληνὸς καὶ τῶν ἄλλων ἁπάντων,
16. ὑπὲρ ὧν ἤδη τῆς ὅλης κατασκευῆς λόγον ἐποιησάμεθα.
17. μέτεστι δὲ τοῖς νεφροῖς νεύρων, εἰς ὅσον καὶ
18. σπληνὶ, καὶ ἥπατι, καὶ κύστει τῇ καλουμένη χοληδόχῳ.
1. πάντα γὰρ ταῦτα μικρὰ παντελῶς δέχεται νεῦρα, τοῖς ἔξωθεν
2. αὐτῶν ἐμφανιζόμενα χιτῶσι, τοσοῦτον αἰσθήσεως ἑκάστῳ
3. μεταδούσης τῆς φύσεως, ὅσον ἔπρεπεν ἕνεκα τοῦ φυτῶν
4. ἀποχωρισθῆναι καὶ ζώου γενέσθαι μορίοις. τρεῖς γὰρ δὴ
5. σκοποὶ τῇ φύσει τῆς τῶν νεύρων εἰσὶ διανομῆς, ὁ μὲν αἰσθήσεως
6. ἕνεκα τοῖς αἰσθητικοῖς ὀργάνοις, ὁ δὲ κινήσεως
7. τοῖς κινητικοῖς, ὁ δ’ εἰς τὴν τῶν λυπησόντων διάγνωσιν ἅπασι
8. τοῖς ἄλλοις. αἰσθήσεως μὲν οὖν ἕνεκα γλώττῃ καὶ ὀφθαλμοῖς
9. καὶ ὠσὶ μέγιστα δέδοται νεῦρα, καὶ πρὸς τούτοις ἔτι τῶν χειρῶν
10. τοῖς ἐντὸς καὶ τῷ στόματι τῆς κοιλίας, ἔστι γάρ πως
11. καὶ ταῦτ’ αἰσθητήρια. διὰ μὲν γὰρ τῶν χειρῶν, ὡς οὐδὲ δι’
12. ἑνὸς ἄλλου, καίτοι μυρίων μορίων αἰσθανομένων, ἡ τῆς
13. ἁφῆς ἀκριβοῦται διάγνωσις· ἐν δὲ τῷ στόματι τῆς κοιλίας
14. αἴσθησις ἐνδείας ἐστὶ τῶν θρεψόντων τὸ ζῶον, ἣν πεῖναν
15. ὀνομάζομεν. ἐν μὲν δὴ τούτοις ἅπασι, ὡς ἂν αἰσθητικοῖς μορίοις,
16. ἔστιν εὑρεῖν μέγιστα νεῦρα, δεύτερον δ’ ἐν τοῖς τῆς κατὰ
17. προαίρεσιν κινήσεως ὀργάνοις, τοῖς μυσὶν, οἳ, διότι μὲν ὑπὲρ
1. τοῦ κινεῖν τὰ μέλη τοῦ σώματος ἐγένοντο, μέγιστα δέχονται
2. νεῦρα, διότι δ’ ἐξ ἀνάγκης αἴσθησις ὑπάρχει παντὶ νεύρῳ,
3. διὰ τοῦτ’ αὐτοῖς ἠκολούθησε πλείων ἧς ἐδέοντο δυνάμεως
4. εἰς τὴν τῶν ἁπτῶν διάγνωσιν. ὁ δὲ τρίτος σκοπὸς τῇ φύσει
5. τῆς τῶν νεύρων διανομῆς ἡ τῶν λυπησόντων ἐστὶν αἴσθησις,
6. εἰς ἣν εἴ τις ἐπιβλέψειεν ἐν ταῖς ἀνατομαῖς καὶ
7. σκέψαιτο, πότερον πλημμελῶς ἢ δικαίως οὐκ ἴσα τοῖς μέρεσιν
8. ἅπασι διένειμεν, ἀλλὰ τοῖς μὲν μείζω, τοῖς δ’ ἐλάττω,
9. τὰς αὐτὰς Ἱπποκράτει, κᾂν εἰ μὴ βούλοιτο, πάντως φθέγξαιτο
10. φωνὰς, ὡς εὐπαίδευτός τε καὶ δικαία καὶ τεχνικὴ
11. καὶ προνοητικὴ τῶν ζώων ἡ φύσις ἐστίν. εἰ γὰρ δὴ τὸ κατὰ
12. τὴν ἀξίαν ἑκάστῳ σκοπεῖσθαί τε καὶ διανέμειν ἔργον δικαιοσύνης
13. ἐστὶν, πῶς οὐ δικαιοτάτη πάντων ἡ φύσις; ὅσα
14. μὲν γὰρ τῶν ὀργάνων ὁμογενῆ, καθάπερ τά τ’ αἰσθητήρια
15. τοῖς αἰσθητηρίοις καὶ οἱ μύες τοῖς μυσὶ, τούτοις μὲν, εἴς
16. τε τοὺς ὄγκους τῶν σωμάτων ἀποβλέπουσα, καὶ τὰ τῶν
17. ἐνεργειῶν ἀξιώματα, καὶ τὰς ἀμυδρότητας καὶ τὰς σφοδρότητας
1. τῶν κινήσεων, ἔτι δὲ τὸ συνεχὲς τῆς χρείας ἢ διαλεῖπον,
2. εἰς ὅσον ἑκάτερον ἤρκει, τὸ κατὰ τὴν ἀξίαν
3. ἀκριβῶς ἐν ἑκάστῳ μετρήσασα, τῷ μὲν μεῖζον ἀπένειμε, τῷ
4. δὲ ἔλαττον τῶν νεύρων, ἑκάστῳ δὲ τηλικοῦτον, ἡλίκον ἦν
5. δοθῆναι δικαιότατον. ἀλλὰ ταῦτα μὲν ἄν σε καὶ προϊὼν
6. ὁ λόγος ἐκδιδάξειε.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 5.9, ed. Kühn, 1822, vol. 3, p. 377-380. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:5.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩