ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Ζ.
1. Τῶν περὶ τὴν οἰκονομίαν τῆς τροφῆς ὀργάνων
2. τῇ φύσει παρεσκευασμένων ἐξηγούμενοι τὴν κατασκευὴν
3. ἐν δυοῖν τοῖς πρὸ τούτου γράμμασιν, ἄχρι μὲν τοῦ
4. διαφράγματος ἠγάγομεν τῷ λόγῳ τὴν κοίλην φλέβα· τὸ δὲ
5. ἀπὸ τοῦδε τῇ τῶν ἐν θώρακι μορίων ἐξηγήσει συναναγράφειν
6. ἄμεινον εἶναι νομίζοντες, εἰς τόνδε τὸν λόγον ἀνεβαλόμεθα.
7. καὶ μέν γε καὶ περὶ τοῦ στομάχου τῆς κοιλίας,
8. ὃν οἰσοφάγον ὀνομάζουσι, τὰ μὲν ἄλλα διεξῆλθεν ὁ
1. πρόσθεν λόγος· οἵα δέ τις ἡ διὰ τοῦ θώρακος ὁδὸς αὐτῷ,
2. καὶ ὡς οὐδ’ ἐνταῦθά τι παραλέλειπται τῇ φύσει, μὴ ὅτι
3. περιττῶς ἢ ἐλλιπῶς ἢ ἀργῶς ἐργασαμένῃ περὶ αὐτὸν, ἀλλὰ
4. μηδ’ ἐπίνοιαν ἀπολιπούσῃ κατασκευῆς ἑτέρας ἀμείνονος, εἰς
5. ταύτην ἡμῖν καὶ αὐτὰ τὴν διέξοδον ἐδόκει χρῆναι φυλάττειν.
6. οὐδὲ γὰρ οὐδὲ σαφὴς αὐτῶν ἡ ἐξήγησις ἔμελλεν ἔσεσθαι
7. τοῖς ἀγνοοῦσιν ἅπαντα τοῦ θώρακος τὰ μόρια. διὰ τοῦτ’
8. οὖν οὐδ’ ἐν ἀρχῇ περὶ αὐτῶν λεκτέον, ἀλλὰ περὶ τῆς κατασκευῆς
9. ἐκείνου τοσοῦτον ἐξηγητέον ἐστὶ πρότερον, ὅσον
10. ἀγνοούμενον μὲν ἀσαφεστέραν, εἰς γνῶσιν δ’ ἀφικόμενον
11. εὐπετεστέραν ἐργάσεται τὴν διδασκαλίαν.