14. Ἀμοιβὴν γάρ τινα τῷ πνεύμονι τὴν ἐκ τοῦ
15. ἥπατος θρέψιν ἔοικεν ἀντιπαρέχειν ἡ καρδία, καὶ τοῦτον
16. ἀντεισφέρειν αὐτῷ τὸν ἔρανον ἀνθ’ οὗ λαμβάνει παρ’ ἐκείνου
17. πνεύματος. ἔδει μὲν γὰρ δή που καὶ τῷ πνεύμονι
1. τροφῆς· ἀλλ’ οὐκ ἦν ἄμεινον εὐθὺς ἐκ τῆς κοίλης φλεβὸς
2. εἰς αὐτὸν ἰέναι τὸ αἷμα, καίτοι παρερχομένης καὶ
3. ψαυούσης αὐτοῦ. διότι φύσιν τε ἐχρῆν ἑτέραν ἀγγείου κατασκευασθῆναι
4. τοῦ θρέψοντος αὐτὸν οὐδὲν τῇ κοίλῃ
5. προσεοικότος, ἐπίφυσίν τε σχεῖν ὑμένων, οἵαν νῦν ἔχει. καὶ
6. ταῦτα οὐδὲ παρ’ ἑνὸς ἄλλου οὐδαμῶς ἦν δυνατὸν, ὅτι μὴ
7. παρὰ τῆς καρδίας αὐτῷ σχεῖν. οὐ γὰρ δὴ μάτην, οὐδ’ ὡς
8. ἔτυχεν ἡ πάντα σοφὴ φύσις, ὥσπερ οὐδ’ ἄλλο οὐδὲν ἐποίησεν
9. ἐν ἅπασι τοῖς ζώοις, οὕτως οὐδ’ ἐπὶ τοῦ πνεύμονος.
10. ἐνήλλαξε γὰρ τῶν ἀγγείων τοὺς χιτῶνας, ἀρτηριώδη μὲν ἐργασαμένη
11. τὴν φλέβα, φλεβώδη δὲ τὴν ἀρτηρίαν. ἐν μὲν
12. γὰρ τοῖς ἄλλοις ἅπασι μορίοις τῆς ἴσης ἀρτηρίας τῇ φλεβὶ
13. τὸ πάχος τῶν χιτώνων οὐκ ἴσον, ἀλλ’ εἰς τοσοῦτον ἄρα
14. διενήνοχεν, ὡς Ἡρόφιλος ὀρθῶς ἐστοχάσθαι δοκεῖ, τὴν
15. ἀρτηρίαν τῆς φλεβὸς ἑξαπλασίαν ἀποφῃνάμενος εἶναι τῷ
16. πάχει. κατὰ δὲ τὸν πνεύμονα μόνον ἁπάντων ὀργάνων τε
17. καὶ μορίων ἡ μὲν ἀρτηρία φλεβὸς, ἡ δὲ φλὲψ ἀρτηρίας
18. ἔσχε χιτῶνας. τί δὴ τοῦτό ἐστι τὸ σόφισμα τῆς φύσεως,
1. ἐξηγήσασθαι χρὴ πρότερον, ἔπειτα περὶ τῶν ὑμένων τῆς
2. ἐπιφύσεως εἰπεῖν, εἶθ’ ἑξῆς, ὡς οὐκ ἐνεδέχετο τῆς κοίλης
3. φλεβὸς οὔτ’ ἀγγεῖον ἀρτηριῶδες, οὔθ’ ὑμένας ἐκφῦναι τοιούτους.
4. εἰ μὴ γὰρ ταῦτά τις ἅπαντα διέλθοι πρότερον,
5. οὐκ ἐνδέχεται δεῖξαι τῆς δεξιᾶς ἐν τῇ καρδίᾳ κοιλίας τὴν
6. χρείαν τῆς γενέσεως. ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου πάντων,
7. ἐπιδεικνύντες, ὡς ἄμεινον ἦν ἄρα τῷ πνεύμονι. φλεβώδη
8. μὲν ἔχειν τὴν ἀρτηρίαν, ἀρτηριώδη δὲ τὴν φλέβα.
9. διττὸν δὲ καὶ τοῦτ’ ἔοικεν εἶναι τὸ πρόβλημα καὶ οἷον
10. δίδυμον. οὐ γὰρ μόνον ὅτι τῷ πνεύμονι κάλλιόν ἐστι, παχὺν
11. μὲν ἱκανῶς εἶναι τῆς φλεβὸς τὸν χιτῶνα, λεπτὸν δ’
12. ἐσχάτως τῆς ἀρτηρίας, ἀλλ’ ὅτι καὶ τοῖς ἄλλοις ἅπασι μορίοις
13. τοῦ ζώου παχὺν μὲν τὸν τῆς ἀρτηρίας, ἰσχνὸν δὲ
14. τὸν τῆς φλεβὸς ἄμεινον ὑπάρχειν, ἀποδεῖξαι προσήκει τῷ
15. γε μηδεμίαν ἔτ’ ἀπορίαν ὑπολείπεσθαι προῃρημένῳ μηδ’
16. ἀσαφές τι καὶ ἄγνωστον τῶν ἔργων τῆς φύσεως. ὅτι μὲν
17. δὴ καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα τὸ μὲν αἷμα λεπτῷ καὶ
1. μανῷ περιέχεσθαι χιτῶνι, τὸ δὲ πνεῦμα παχεῖ καὶ πυκνῷ
2. βέλτιον ἦν, οὐ μακρῶν οἶμαι δεήσεσθαι λόγων. ἀρκεῖ γὰρ
3. ὑπομνῆσαι τῆς οὐσίας ἑκατέρου τὴν ἰδέαν, ὡς τὸ μὲν αἷμα
4. παχὺ καὶ βαρὺ καὶ δυσκίνητον, τὸ δὲ πνεῦμα λεπτὸν καὶ
5. κοῦφον καὶ ταχύ. καὶ κίνδυνος ἦν οἴχεσθαι διϊπτάμενον
6. αὐτὸ τοῦτο ῥᾳδίως, εἰ μὴ παχέσι καὶ πυκνοῖς καὶ πάντη
7. στεγανοῖς ἐφρουρήθη χιτῶσιν. ἔμπαλιν δ’ ἐπὶ τοῦ αἵματος,
8. εἰ μὴ λεπτὸς καὶ μανὸς ἦν ὁ περιέχων αὐτὸ χιτὼν, οὐκ ἂν
9. ῥᾳδίως τοῖς περικειμένοις διεδίδοτο, καὶ οὕτως ἂν ἡ σύμπασα
10. χρεία τελέως αὐτοῦ διεφθείρετο. ταῦτ’ ἄρα προειδὼς
11. ὁ δημιουργὸς ἡμῶν ἔμπαλιν ἔχοντας ἐτεχνήσατο τῶν ὑλῶν
12. ταῖς φύσεσι τοὺς χιτῶνας τῶν ἀγγείων, ὡς μήτ’ ἐκκενοῖτο
13. πρὸ τοῦ καιροῦ τὸ πνεῦμα, μήτε ἴσχοιτο μέχρι πλείστου τὸ
14. αἷμα. τί δὴ οὖν οὐχὶ καὶ κατὰ τὸν πνεύμονα λεπτὴν μὲν
15. ὡσαύτως τὴν φλέβα, παχεῖαν δὲ τὴν ἀρτηρίαν ἐδημιουργήσατο;
16. πάντως που κᾀνταῦθα τὸ μὲν πνεῦμα λεπτὸν καὶ
17. κοῦφον καὶ στέγεσθαι δεόμενον, τὸ δ’ αἷμα παχὺ καὶ
1. βαρὺ καὶ διαπέμπεσθαι χρῇζον εἰς ἅπαντα τοῦ πνεύμονος
2. τὰ μόρια πλέον, ἢ κατὰ τὰ ἄλλα τοῦ ζώου μόρια τρέφεσθαι
3. δεόμενα, διά τε τὸ τῆς κινήσεως ἀκατάπαυστον καὶ
4. τὸ πλῆθος τῆς θερμασίας, ἣν ἔκ τε τῆς πρὸς τὴν καρδίαν
5. γειτνιάσεως καὶ ἐξ αὐτοῦ τοῦ διηνεκοῦς τῆς κινήσεως ὁ
6. πνεύμων ἔχει. τάχα σε καὶ θαυμάσειν οἶμαι τὴν πρόνοιαν
7. τοῦ δημιουργοῦ. τοῦτο γὰρ, ἐπειδὴ μόνος ὁ πνεύμων
8. ὄργανον ἑαυτῷ πανταχόθεν περικείμενον ἰσχυρὸν οὕτω
9. καὶ σφοδρῶς κινούμενον ἐκέκτητο τὸν θώρακα, διὰ τοῦτο
10. αὐτοῦ τὴν κατασκευὴν ἐξαίρετον ὑπὲρ τὰ λοιπὰ πάντα ποιῆσαι
11. τοῦ ζώου μόρια, πῶς οὐ θαυμαστῆς προνοίας ἐστὶ
12. δεῖγμα; δέδεικται γὰρ ἐν τοῖς περὶ κινήσεως αὐτοῦ, ὡς οὐδεμίαν
13. ἐξ αὑτοῦ κίνησιν ἔχων ὁ πνεύμων ὑπὸ τοῦ θώρακος
14. ἀεὶ κινοῖτο, συστελλομένου μὲν καὶ αὐτὸς συστελλόμενος
15. ἐκ τοῦ θλίβεσθαι καὶ πιέζεσθαι πανταχόθεν, ὅπερ ἐκπνεόντων
16. τε καὶ φωνούντων γίνεται, διαστελλομένου δ’
17. αὐτοῦ πάλιν ἑπόμενός τε καὶ πάντη διϊστάμενος ὁμοίως
1. ἐκείνῳ κατὰ τὸν εἰσπνοῆς καιρόν. ἀλλ’ οὔτε εἰσπνεόντων,
2. οὔτ’ ἐκπνεόντων ἐχρῆν ὡσαύτως διαστέλλεσθαι ταῖς ἀρτηρίαις
3. τὰς φλέβας, ὅτι μηδὲ τὴν αὐτὴν ὑπηρεσίαν πεπίστευνται.
4. τὰς μὲν γὰρ ὑποδοχὰς τοῦ πνεύματος ἡ φύσις ἐτέμετο,
5. ῥᾳδίως μὲν πληροῦσθαι δεομένας εἰσπνεόντων, ἑτοίμως δ’
6. ἐκπνεόντων τε καὶ φωνούντων ἐκκενοῦσθαι· τὰς δ’ αὖ φλέβας
7. οἷον ταμιεῖα τῆς τροφῆς ἐδημιούργησεν, οὔτε διαστέλλεσθαι
8. δεομένας εἰσπνεόντων, οὔτ’ ἐκπνεόντων συστέλλεσθαι.
9. καλῶς οὖν εἶχε, ταῖς μὲν μαλακὸν ἀπεργάσασθαι τὸ
10. σῶμα, ταῖς δὲ σκληρὸν, εἴ γε ταῖς μὲν ἑτοίμως ὑπακούειν
11. ἑκατέραις τοῦ θώρακος ταῖς ἐνεργείαις ἦν ἄμεινον, ταῖς δὲ
12. ὅλως μηδὲν αὐτῶν ἐπαΐειν. ἀλλ’ εἴπερ ὀρθῶς ἡμῖν ἐν ἑτέροις
13. ἀποδέδεικται, τρέφεσθαι τὰ σώματα δι’ αὐτοῦ τοῦ χιτῶνος
14. τῶν ἀγγείων ἐπισπώμενα τὸ αἷμα, κινδυνεύει πάλιν
15. ὁ πνεύμων ἀπορεῖν τοῦ θρέψοντος, ἱκανῶς στεγανοῦ γενηθέντος
16. αὐτῷ τῆς φλεβὸς τοῦ χιτῶνος. ἀλλ’ ἱκανὰ ταῦτα
17. πάλιν ἑτέραν οἶμαί σε θαυμαστὴν ἐξευρήσειν πρόνοιαν τῆς
1. φύσεως, ἀναμνησθέντα τῶν ἐν ἐκείνοις ἀποδεδειγμένων, ὡς
2. τῶν τοῦ ζώου μορίων ἔνια μὲν ὑπὸ παχυτέρου καὶ, ὡς ἂν
3. εἴποι τις, ἰλυώδους τρέφεσθαι χρῄζει τοῦ αἵματος, ἔνια δὲ
4. ἔμπαλιν ὑπὸ λεπτοτέρου καὶ ἀτμωδεστέρου, καὶ μέν γε καὶ
5. ὡς πάντων πάντα μετέχει τἄλλα μόρια, καὶ ἀρτηρίαι, καὶ
6. φλέβες, καὶ αἱ μὲν ὀλίγου καὶ λεπτοῦ καὶ ἀτμώδους αἵματος,
7. αἱ δ’ αὖ φλέβες ἐλαχίστου καὶ αὗται πνεύματος, ὁμιχλώδους
8. τε καὶ παχέος. εἴπερ οὖν ταῦθ’ οὕτως ἔχει, καθάπερ
9. ἔχει, καὶ δεῖται τρέφεσθαι τὸ σῶμα τοῦ πνεύμονος
10. οὐκ ἰλυώδει τινὶ καὶ παχείᾳ τροφῇ, καθάπερ τὸ τοῦ
11. ἥπατος, ἀλλὰ λεπτῇ καὶ κούφῃ καὶ ἀτμώδει, πάντα φαίνεται
12. θαυμαστῶς παρεσκευασμένα τῷ τῶν ζώων δημιουργῷ.
13. τρέφεται μὲν γὰρ ἕκαστον ἐκ τῆς ὁμοίας ἑαυτῷ τροφῆς, ὡς
14. καὶ τοῦτο ἀποδέδεικται· κοῦφον δ’ ἐστὶ καὶ μανὸν καὶ
15. οἷον ἐξ ἀφροῦ τινος αἱματώδους πεπηγότος τὸ τοῦ πνεύμονος
16. σῶμα, καὶ διὰ τοῦτο δεόμενον ἀτμώδους καὶ λεπτοῦ καὶ
17. καθαροῦ τοῦ αἵματος, οὐχ, ὥσπερ τὸ ἧπαρ, ἰλυώδους τε καὶ
18. παχέος· ὅθεν ἔμπαλιν αὐτῷ τὰ τῶν ἀγγείων ἔχει μάλιστα
1. μὲν τοῖς καθ’ ἧπαρ, ἤδη δὲ καὶ τοῖς ἄλλοις τοῦ ζώου μορίοις.
2. τοῖς μὲν γὰρ ἀραιός τε καὶ λεπτὸς ὁ χιτὼν ὑπάρχων
3. τοῦ χορηγοῦντος ἀγγείου τὸ αἷμα πλεῖστον τοῦ παχέος
4. ἑτοίμως τοῖς περιέχουσι διαδίδωσι· τῷ δὲ πνεύμονι παχὺς
5. καὶ πυκνὸς γενόμενος οὐδὲν ὅτι μὴ τὸ λεπτότατον ἐπιτρέπει
6. διεξέρχεσθαι. καὶ τοῖς μὲν ἄλλοις αἱ ἀρτηρίαι παχεῖαι
7. καὶ πυκναὶ γεννηθεῖσαι παντάπασιν ὀλίγον ἀτμώδους αἵματος
8. τοῖς παρακειμένοις μορίοις ἕλκειν ἐπιτρέπουσι· τῷ δὲ
9. πνεύμονι μόνῳ πάμπολυ τὸ τοιοῦτον μεθιᾶσιν, ὑπὸ μανότητός
10. τε καὶ λεπτότητος ἀδυνατοῦσαι στέγειν. ὥστε πάντη
11. τῷ πνεύμονι τὰ περὶ τὴν τροφὴν ὑπεναντίως ἔχει τοῖς ἄλλοις
12. ἅπασι τοῦ ζώου μορίοις, ὥσπερ καὶ τὰ τῆς τοῦ σώματος
13. ἰδέας. οὔτε γὰρ οὕτω μανὸν καὶ κοῦφον καὶ πνευματῶδες
14. εὕροις ἂν ἕτερόν τι μόριον, ἀλλ’ οὐδὲ ἐγγὺς
15. οὕτως αἵματι καθαρῷ καὶ λεπτῷ καὶ ἀτμώδει τρεφόμενον.
16. ὅσον οὖν ἔλαττον αἱ φλέβες αὐτῷ μεταδιδόασι τροφῆς, πυκναὶ
17. καὶ παχεῖαι γενόμεναι, τοῦτο πᾶν πληροῦσιν αἱ ἀρτηρίαι,
1. λεπτὸν καὶ καθαρὸν καὶ ἀτμῶδες αἷμα δαψιλῶς αὐτῷ
2. διαπέμπουσαι. ἀλλ’ οὐδέπω τοῦθ’ ἱκανὸν οὕτω θερμῷ καὶ
3. πολυκινήτῳ σπλάγχνῳ. ταῦτ’ ἄρα μεγίστας ἐν αὐτῷ τὰς
4. φλέβας ἡ φύσις ἐδημιούργησεν, ἵν’, ὅσον ἀπολείπεται τοῦ
5. τρέφειν αὐτάρκως διὰ τὴν τοῦ χιτῶνος πυκνότητα, τοῦτ’
6. ἐκ, τοῦ μεγέθους αὐτῶν ἀναπληρῶται. καὶ μέν γε καὶ ἄλλας
7. τρεῖς ἐπικουρίας τῷ πνεύμονι πρὸς εὐπορίαν τροφῆς ἡ φύσις
8. ἐγίνωσκεν ἐξ ἀνάγκης ἐσομένας· μίαν μὲν τὸ πλῆθος
9. τῆς ἐγχωρίου θερμότητος εἰς λεπτὰ καταθραυούσης καὶ
10. διαχεούσης ἅπασαν τὴν τροφὴν, ὡς ἀτμίζειν ἑτοιμότερον,
11. ἑτέραν δὲ τὴν ἐν ταῖς εἰσπνοαῖς τοῦ πνεύμονος διάστασιν,
12. ἐξαρπάζουσάν τι βιαίως κᾀκ τῶν πυκνοτάτων ὀργάνων, καὶ
13. τρίτην, ἣ καὶ μεγίστη πασῶν, ἀπὸ καρδίας ἐπιπεμπομένου
14. μόνῳ τῷ πνεύμονι τοῦ αἵματος, ἀκριβῶς ἐν ἐκείνῃ κατειργασμένου
15. τε καὶ λελεπτυσμένου. οὐ μὴν διὰ τοῦτό γε μόνον
16. ἀπὸ καρδίας αὐτῷ τρέφεσθαι βέλτιον ἦν, ἀλλ’ ὡς κατ’
17. ἀρχὰς ὑπεσχόμεθα δεῖξαι, ὅτι τὰς ἐν αὐτῷ φλέβας ἀρτηριώδεις
1. ἐχρῆν γενέσθαι τοῖς χιτῶσι, καί τινων ὑμένων ἔχειν
2. ἐπιφύσεις, ὧν οὐδέτερον ἐκ τῆς κοίλης φλεβὸς ἐνεχώρει γεννηθῆναι.
3. καὶ δὴ καὶ δέδεικται μὲν ἤδη τῶν προτεθέντων
4. τὸ πρῶτον. ἐπὶ δὲ τὸ δεύτερον ἰέναι καιρὸς, ὡς ἄμεινον
5. ἦν ἐπὶ τῷ στόματι τῆς ἀρτηριώδους φλεβὸς ταύτης ὑμένας
6. ἐπικεῖσθαι τοιούτους τε καὶ τοσούτους, οἷοί περ καὶ ὅσοι
7. νῦν εἰσιν. εἰ γὰρ καὶ ὅτι μάλιστα παχὺ καὶ σκληρὸν ἐδημιουργήθη
8. τὸ ἀγγεῖον, ὡς μήτε διαστέλλεσθαι ῥᾳδίως, μήτε
9. συστέλλεσθαι, ἀλλ’ οὐκ εἰς τοσοῦτόν γε σκληρόν ἐστιν, ὡς
10. μηδ’ ὅλως νικᾶσθαι πρὸς οὕτως ἰσχυροῦ καὶ μεγάλου καὶ
11. σφοδρῶς ἐνεργοῦντος ὀργάνου, τοῦ θώρακος, καὶ μάλισθ’
12. ὅταν ἀθρόως ἐκπνέωμεν, ἢ μέγα φωνῶμεν, ἤ πως ἄλλως
13. ἔσω προσάγωμεν ἐκ παντὸς μέρους αὐτὸν, ἅπαντας ἰσχυρῶς
14. ἐκτείνοντες τοὺς μῦς. οὐδὲ γὰρ οὐδὲ καθ’ ἕνα τῶν τοιούτων
15. καιρῶν ἐγχωρεῖ παντάπασιν ἄθλιπτα καὶ ἀσύμπτωτα
16. φυλάττεσθαι τὰ τῆς φλεβὸς ταύτης ἀποβλαστήματα. καὶ
17. μὴν εἰ θλίβοιτο καὶ συστέλλοιτο, παλινδρομήσει ῥᾳδίως ἐξ
18. ἁπάντων αὐτῶν ἐπὶ τὸ πρῶτον στόμα τὸ αἷμα καὶ μεταληφθήσεται
1. πάλιν εἰς τοὐπίσω. κᾀν τούτῳ τρίτον ἤδη τὸ
2. ἄτοπον, αὐτό τε τὸ αἷμα μάτην κινεῖσθαι δίαυλόν τινα
3. τοῦτον ἀκατάπαυστον, ἐν μὲν ταῖς διαστολαῖς τοῦ πνεύμονος
4. ἐπιῤῥέον τε καὶ πληροῦν ἁπάσας τὰς κατ’ αὐτὸν φλέβας,
5. ἐν δὲ ταῖς συστολαῖς οἷον ἄμπωτίν τινα κινούμενον
6. εὐρίπου δίκην, ἀεὶ τῇδε κᾀκεῖσε μεταβαλλόμενον οὐδαμῶς
7. αἵματι πρέπουσαν φοράν. ἀλλὰ τοῦτο μὲν ἴσως μικρόν· τὸ
8. δὲ καὶ τῆς ἀναπνοῆς αὐτῆς παραβλάπτειν τὴν χρείαν οὐκέτι
9. σμικρόν. εἰ μὲν γὰρ δὴ πλεῖστον ἀέρα διὰ μιᾶς ἐνεργείας
10. ἕλκεσθαι μὲν εἰσπνεόντων, ἐκπέμπεσθαι δ’ ἐκπνεόντων
11. ἦν ἄμεινον, οὐκ ἐνδέχεται γίνεσθαι τοῦτο, μὴ διαστελλομένων
12. καὶ συστελλομένων ἐπὶ πλεῖστον τῶν ἀρτηριῶν.
13. εἰς ὅσον δ’ ἂν αἱ φλέβες ὁμοίως αὐταῖς ἐνεργῶσιν, εἰς τοσοῦτον
14. παραβλάψουσί τε καὶ καθαιρήσουσι τῆς ἐκείνων κινήσεως
15. τὸ μέγεθος. εὔδηλον ἤδη, πηλίκον τι βλάψει τὴν
16. ὅλην ἀναπνοὴν, εἰ διαστέλλοιτο καὶ συστέλλοιτο τὰ τῆς
17. τροφῆς ὄργανα. χρὴ γὰρ ἡσυχάζειν ἀκριβῶς αὐτὰ, καθάπερ
18. οὐδ’ ὅλως ὄντα καὶ μηδεμίαν ὑποτεμνόμενα χώραν τοῦ
1. θώρακος, ἐν ᾗ διαστέλλεται καὶ συστέλλεται τὰ τοῦ πνεύματος
2. ὄργανα. πᾶσαν γὰρ αὐτὴν ἐκείνοις σχολάζειν προσήκει,
3. ἵνα ἐν μὲν ταῖς εἰσπνοαῖς ἐπὶ πλεῖστον διαστελλόμενα
4. πλεῖστον ἕλκῃ τὸν ἔξωθεν ἀέρα, κατὰ δ’ αὖ τὰς
5. ἐκπνοὰς ἐπὶ πλεῖστον συστελλόμενα πλεῖστον προΐηται. καὶ
6. μὲν δὴ καὶ τρίτον ἄτοπον οὐ σμικρὸν ἠκολούθησεν ἂν,
7. ὀπίσω χωροῦντος ἐν ταῖς ἐκπνοαῖς τοῦ αἵματος, εἰ μὴ τῶν
8. ὑμένων ὁ δημιουργὸς ἡμῶν ἐτεχνήσατο τὴν ἐπίφυσιν. ἣν,
9. οἵα μέν τίς ἐστι καὶ ὅπως ἀπείργει τὸ αἷμα τῆς εἰς τοὐπίσω
10. φορᾶς, ὀλίγον ὕστερον ἀκούσῃ σαφῶς· ἥτις δ’ ἂν ἦν
11. ἡ βλάβη τῷ ζώῳ, μὴ γενομένων αὐτῶν, ἤδη μοι λέγοντι
12. πρόσεχε τὰν νοῦν, ὑπόθεσιν κᾀνταῦθα τῷ λόγῳ ποιησαμένῳ
13. τὰ δι’ ἑτέρων ἀποδεδειγμένα. συνανεστόμωνται μὲν αἱ ἀρτηρίαι
14. ταῖς φλεψὶ καθ’ ὅλον τὸ σῶμα, καὶ μεταλαμβάνουσιν
15. ἐξ ἀλλήλων αἷμα καὶ πνεῦμα διά τινων ἀοράτων τε
16. καὶ στενῶν ἀκριβῶς ὁδῶν. εἰ δ’ ἦν τὸ στόμα τὸ μέγα τῆς
17. ἀρτηριώδους φλεβὸς ἀναπεπταμένον ὡσαύτως ἀεὶ, μηδὲν τῆς
1. φύσεως ἐξευρούσης μηχάνημα, κλείειν αὐτὸ καὶ αὖθις ἀνοιγνύναι
2. δυνάμενον ἐν τοῖς προσήκουσι καιροῖς, οὐκ ἄν ποτε διὰ
3. τῶν ἀοράτων καὶ μικρῶν στομάτων εἰς τὰς ἀρτηρίας μετειλήφθη
4. τὸ αἷμα συστελλομένου τοῦ θώρακος. οὐ γὰρ δὴ
5. ὁμοίως γε πᾶν ἐκ παντὸς οὔθ’ ἕλκεσθαι πέφυκεν, οὔτ’ ἐκπέμπεσθαι,
6. ἀλλ’ ὥσπερ τὸ κοῦφον τοῦ βαρυτέρου ῥᾷον
7. ἕλκεται μὲν ὑπὸ τῶν διαστελλομένων ὀργάνων, ἐκθλίβεται
8. δ’ ὑπὸ τῶν συστελλομένων, οὕτω καὶ τὸ δι’ εὐρείας ὁδοῦ
9. τοῦ διὰ στενῆς ἑτοιμότερον ἕλκεταί τε καὶ αὖθις ἐκπέμπεται.
10. συστελλομένου δὲ τοῦ θώρακος, ὠθούμεναί τε καὶ
11. ἔσω πιλούμεναι πανταχόθεν ἰσχυρῶς αἱ ἐν τῷ πνεύμονι
12. φλεβώδεις ἀρτηρίαι ἐκθλίβουσι μὲν αὐτίκα δὴ μάλα τὸ ἐν
13. αὐταῖς πνεῦμα, μεταλαμβάνουσι δέ τι διὰ τῶν λεπτῶν ἐκείνων
14. στομάτων τοῦ αἵματος, ὅπερ οὐκ ἂν μετειλήφθη ποτὲ,
15. παλινδρομεῖν εἴπερ οἷόν τ’ ἦν εἰς τοὐπίσω διὰ τοῦ μεγίστου
16. στόματος, ἡλίκον τῆς φλεβὸς ταύτης ἐστὶ τὸ πρὸς τῇ καρδίᾳ.
17. νυνὶ δ’ ἐν τῷ θλίβεσθαι μὲν πανταχόθεν, ἀποκεκλεῖσθαι
18. δὲ τῆς διὰ τοῦ μεγάλου στόματος ἐπανόδου στάζει
1. τι διὰ τῶν λεπτῶν ἐκείνων στομάτων εἰς τὰς ἀρτηρίας.
2. πηλίκον δὲ τοῦτ’ ἔστιν ἀγαθὸν τῷ πνεύμονι, τάχα μὲν
3. ἤδη φαίνεται τῷ γε μεμνημένῳ τῶν ὑπὲρ τῆς θρέψεως
4. αὐτοῦ λόγων· εἰ δέ γε μὴ, ἀλλ’ ἐγὼ τοῦτο δίειμι, συμπερανάμενος
5. ἅπαντα πρότερον τὸν νῦν ἡμῖν ἐνεστηκότα
6. λόγον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.10, ed. Kühn, 1822, vol. 3, p. 444-457. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩