7. Ἐπειδὴ γὰρ ἡ χρεία τῶν ὑμένων τούτων
8. ἐδείχθη μεγίστη, καὶ ταύτης ἔτι μᾶλλον ἡ τῆς αὐτὸν
9. τὸν πνεύμονα τρεφούσης φλεβὸς, ἱκανῶς παχείας τε
10. καὶ σκληρᾶς γενομένης, ἑξῆς ἂν εἴη δεικτέον, ὡς οὐχ οἷόν
11. τ’ ἦν ἐκφῦναι τῆς κοίλης φλεβὸς οὔτ’ ἀγγεῖον ἀρτηριῶδες,
12. οὔθ’ ὑμένας τοιούτους. ὅτι μὲν οὖν ἀρτηριῶδες ἀγγεῖον ἐκ
13. φλεβώδους οὐχ οἷόν τ’ ἦν ἐκφῦναι, παντὶ τοῦτο πρόδηλον.
14. εἷς μὲν γὰρ χιτὼν καὶ λεπτὸς ὁ τῆς φλεβὸς, οὔτε δ’ εἷς
15. οὔτε λεπτὸς οὗτος ὁ τῆς ἀρτηρίας, ἀλλ’ ἔστον γὰρ αὐτῆς
16. δύο χιτῶνες· παχὺς μὲν γὰρ ἱκανῶς καὶ πυκνὸς καὶ σκληρὸς
17. ὁ ἔσωθεν καὶ εἰς ἶνας ἐγκαρσίας διαιρούμενος, ἁπαλὸς
18. δὲ καὶ λεπτὸς καὶ μανὸς ὁ ἔξωθεν, οἷός περ καὶ ὁ
1. τῆς φλεβός. οὔκουν οἷόν τ’ ἦν ἐξ ἁπλοῦ καὶ λεπτοῦ χιτῶνος,
2. οἷός περ ὁ τῆς κοίλης ἐστὶν, ἐκφῦναι διπλοῦν καὶ
3. παχύν. οὐδὲ γὰρ ἐξ αὐτῆς τῆς καρδίας, καίτοι παχείας οὔσης,
4. ἐκ παντὸς ὁρμᾶται μέρους οὔτε ἀρτηριῶδες ἀγγεῖον
5. οὔτε φλεβῶδες, ἀλλ’ ἐκ μὲν τῶν λεπτοτέρων θ’ ἅμα
6. καὶ μαλακωτέρων ἁπλᾶ καὶ μαλακὰ καὶ λεπτὰ, διπλᾶ δὲ
7. αὖ καὶ παχέα καὶ σκληρὰ τῶν στεγανωτέρων αὐτῆς ἐκφύεται
8. μορίων. οὐ μὴν οὐδ’ ὑμένας ἐκφῦναι τηλικούτους τε
9. καὶ τοσούτους, ἡλίκοι τε καὶ οἷοι νῦν εἰσιν ἐπὶ τῷ στόματι
10. τῆς ἀρτηριώδους φλεβὸς, οἷόν τ’ ἦν ἄνευ τῆς καρδίας.
11. ἕδραν γάρ τινα αὐτοὺς ἔχειν ἀσφαλῆ προσῆκεν, ἐφ’ ἧς βεβήκασί
12. τε ἅμα καὶ πεφύκασιν, ἵν’ ὀρθοὶ καὶ ἀκλινεῖς μένοντες
13. ἀνθιστῶνται τοῖς εἰς τοὐπίσω τῶν ὑλῶν ῥεύμασιν,
14. ὅταν ὁ θώραξ ἐνεργῶν ἰσχυρῶς ὅλον μὲν ἔσω τὸν πνεύμονα
15. συνάγῃ καὶ συστέλλῃ περιλαμβάνων ἐν κύκλῳ, θλίβῃ
16. τε καὶ πιέζῃ τὰς φλέβας. εἰ γὰρ καὶ ὅτι μάλιστα παχὺς
17. αὐταῖς ὁ χιτὼν ἐγένετο καὶ δυσκίνητος, ἀλλ’ οὐκ ἀκίνητός
18. γε παντάπασίν ἐστιν, ὡς μηδὲν πάσχειν ὑπὸ τοσούτων μὲν
1. μυῶν, οὕτως ἰσχυρῶν θ’ ἅμα καὶ μεγάλων, τοσούτων δ’
2. ὀστῶν ἀμυέλων τε καὶ σκληρῶν· ὧν ἁπάντων ἐν ταῖς σφοδροτέραις
3. εἰς ἑαυτὸν ὅλου τοῦ θώρακος συνόδοις ἰσχυρῶς
4. ἐμπιπτόντων καὶ βιαζομένων τὸν πνεύμονα, θλίβεσθαι
5. μέν τι καὶ συστέλλεσθαι τὰς φλέβας ἀναγκαῖον, οὐ μὴν ἐκκενοῦσθαί
6. γε αὖθις εἰς τοὐπίσω διὰ τοῦ στόματος ὑπὸ τῶν
7. ὑμένων κλείεσθαι φθάνοντος. ὅσον γὰρ ἂν ἔσω ἐπωθῇ
8. σφοδρότερον ὁ θώραξ ἐκθλίβων τὸ αἷμα, τοσούτῳ μᾶλλον
9. ἀκριβῶς ἀποκλείουσι τὸ στόμα οἱ ὑμένες. ἔσωθεν γὰρ ἔξω
10. πεφυκότες ἐν κύκλῳ τε περιειληφότες ἅπαν τὸ στόμα, καὶ
11. σχῆμα καὶ μέγεθος ἀκριβὲς ἕκαστος οὕτως ἔχων, ὡς, εἰ ταθεῖεν
12. καὶ σταῖεν ὀρθοὶ σύμπαντες, εἷς γίνεσθαι μέγας ἅπαν
13. ἐπιφράττων τὸ στόμα, πρὸς μὲν τῶν ἔσωθεν ἔξω φερομένων
14. ἀνατρεπόμενοί τε καὶ καταπίπτοντες εἰς τοὐκτὸς ἐπ’
15. αὐτὸν τῆς φλεβὸς τὸν χιτῶνα διεξέρχεσθαι ῥᾳδίως αὐτοῖς
16. ἐπιτρέπουσιν, ἀνοιγνυμένου τε καὶ διοιγομένου τοῦ στόματος
17. ἐπὶ πλεῖστον· εἰ δ’ ἔξωθεν εἴσω τι φέροιτο, τοῦτ’
18. αὐτὸ συνάγει τοὺς ὑμένας εἰς ταὐτὸν, ὡς ἐπιβαίνειν ἀλλήλοις,
1. καί τινα οἷον πύλην ἀκριβῶς κεκλεισμένην ἐξ αὐτῶν
2. συνίστησι. πεφύκασι μὲν οὖν ἐφ’ ἅπασι τοῖς στόμασι τῶν
3. ἐκ τῆς καρδίας ὁρμωμένων ἀγγείων ὑμένες ἐπιβαίνοντες ἀλλήλοις,
4. οὕτως ἀκριβῶς ἔχοντες, ὡς, εἰ ταθεῖεν ἅμα καὶ ὀρθοὶ
5. σταῖεν, ἅπαν ἀποφράττειν τὸ στόμα. χρεία δ’ αὐτῶν
6. ἐστιν ἁπάντων μὲν κοινὴ, κωλῦσαι παλινδρομεῖν εἰς τοὐπίσω
7. τὰς ὕλας· ἰδία δ’ ἑκατέρων, τῶν μὲν ἐξαγόντων αὐτὰς
8. ἐκ τῆς καρδίας, ὥστε μηκέτ’ εἰς ἐκείνην ἐπανέρχεσθαι,
9. τῶν δ’ εἰσαγόντων, ὡς μηκέτ’ ἀντεκρεῖν ἐξ αὐτῆς. οὐ γὰρ
10. δὴ μάταιόν γε κάματον ἡ φύσις ἐβούλετο κάμνειν αὐτὴν,
11. ἐκπέμπουσαν μὲν ἐνίοτε εἰς ἐκεῖνο τὸ μόριον, ὅθεν ἐξέλκειν
12. ἦν ἄμεινον, ἕλκουσαν δ’ ἐξ ἐκείνου πολλάκις, οἷ πέμπειν
13. ἐχρῆν. ἀλλ’ ἔστι τέτταρα τὰ πάντα στόματα, δύο καθ’ ἑκατέραν
14. κοιλίαν, εἰσάγον μὲν τὸ ἕτερον, ἐξάγον δὲ τὸ λοιπὸν,
15. ὑπὲρ ὧν ὀλίγον ὕστερον εἰρήσεται τά τ’ ἄλλα σύμπαντα
16. κατ’ αὐτὸ διηγουμένοις ἡμῖν, ὡς ἔχει, καὶ τοὺς πεφυκότας
17. ὑμένας, ὁπόσοι τε τὸν ἀριθμόν εἰσι καὶ ὁποῖοι τὴν
1. ἰδέαν, καὶ ὡς οὔτε πλείους οὔτε ἐλάττους αὐτοὺς, ἀλλ’ οὐδὲ
2. μείζους, ἢ μείους, ἢ παχυτέρους, ἢ λεπτοτέρους, ἢ ἰσχυροτέρους,
3. ἢ ἀσθενεστέρους ἄμεινον ἦν γεγονέναι. τὸ δέ γε νῦν εἶναι,
4. τοσοῦτον ἤδη λέλεκται, διότι καὶ τὴν χρείαν ἀναγκαίαν
5. οἱ ὑμένες οἵδε κέκτηνται, καὶ τὴν γένεσιν οὐκ ἐκ τῆς κοίλης
6. φλεβὸς ἐνεδέχετο σχεῖν αὐτοὺς, ἀλλ’, ὡς νῦν ἔχουσιν, ἐξ
7. αὐτῆς τῆς καρδίας. καὶ μὴν εἰ πάντα συνθείης τοῦ λόγου
8. τὰ κεφάλαια, τά τε νῦν εἰρημένα καὶ τὰ πρὸ τούτων ἔτι
9. γεγραμμένα, τὸ ἐξ ἀρχῆς προκείμενον ἀποδεδεῖχθαί σοι
10. δόξει. οὔτε γὰρ ὁ πνεύμων ὑπ’ ἄλλης φλεβὸς ἄμεινον ἂν
11. ἐτρέφετο, οὔτε τῆς κοίλης ἀποβλάστημα τοιοῦτον οὔτε χιτώνων
12. οὔθ’ ὑμένων οἷόν τ’ ἦν γενέσθαι. ἐξ ὧν εὔδηλον,
13. ὡς πολὺ βέλτιόν ἐστιν ἀπὸ καρδίας τρέφεσθαι τὸν
14. πνεύμονα. καὶ μὴν εἴπερ ἐμφύοιτο μὲν ἕτερον εἰς τὴν καρδίαν
15. ἁπλοῦν ἀγγεῖον τῷ χιτῶνι, διπλοῦν δ’ ἐξ αὐτῆς ἕτερον
16. ἐκφύοιτο, κοινὴν χώραν αὐτοῖς ἀναγκαῖον οἷον δεξαμενήν
17. τινα γίνεσθαι, πρὸς ἣν ἀμφοῖν περαινόντων, ἕλκεται
1. μὲν ἐκ θατέρου τὸ αἷμα, πέμπεται δὲ τῷ λοιπῷ. καὶ τοῦτ’
2. ἔστιν ἡ δεξιὰ κοιλία τῆς καρδίας, τοῦ πνεύμονος ἕνεκεν, ὡς
3. ὁ λόγος ἀπέδειξε, γεγονυῖα. καὶ διὰ τοῦτο, ὅσοις οὐκ ἔστι
4. πνεύμων ζώοις, οὐδ’ ἡ καρδία τούτοις ἔχει διττὰς κοιλίας,
5. ἀλλ’ ἡ τῶν ἀρτηριῶν ἁπασῶν τῆς κινήσεως ἐξηγουμένη μόνη
6. τούτοις τοῖς ζώοις ἐστίν. ὡς γὰρ δὴ φλέβες ἐξ ἥπατος ἄρχονται,
7. οὕτω καὶ ἀρτηρίαι ἐκ τῆς καρδίας, καθάπερ καὶ
8. τοῦτο διὰ πλειόνων ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ
9. Πλάτωνος δογμάτων ἀποδέδεικται, καὶ πάντ’ ἀλλήλοις ὁμολογεῖ
10. καὶ μαρτυρεῖ τἀληθῆ. καὶ ἡμῖν ἤδη τὸ προσῆκον
11. ἔχει τέλος ὁ λόγος ὁ περὶ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας,
12. ἀεὶ τῷ πνεύμονι συναπολλυμένης τε καὶ συγγεννωμένης ἐν
13. ἅπασι τῶν ζώων τοῖς γένεσιν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.11, ed. Kühn, 1822, vol. 3, p. 457-462. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩