Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.12, ed. Kühn, 1822, vol. 3, p. 462-466. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.12

14. Εἰ γάρ τις ἐθέλοι τὴν αἰτίαν ἐκμαθεῖν
15. τῆς ἀγνοίας τῶν οὐκ ὀρθῶς ἀποφῃναμένων ἰατρῶν καὶ φιλοσόφων
16. ὑπὲρ τοῦ πλήθους τῶν ἐν τῇ καρδίᾳ κοιλιῶν,
17. ἑτέρωθι δέδεικται τὰ τοιαῦτα σύμπαντα περὶ πάσης τῆς ἐν
1. ταῖς ἀνατομαῖς διαφωνίας. καὶ ὥσπερ αἱ περὶ τῶν ἐνεργειῶν
2. ἀποδείξεις ἐν τῷ τοῦ νῦν ἐνεστῶτος ἡμῖν προηγοῦνται λόγου,
3. κατὰ τὸν αὐτὸν τρόπον αὐτῶν ἐκείνων αἵ τε περὶ
4. τῆς ἐν ταῖς ἀνατομαῖς διαφωνίας καὶ αὐτῶν ἐγχειρήσεων.
5. οὔκουν οὔτε περὶ τοῦ πλήθους τῶν ἐν ταῖς ἀρτηρίαις ἢ
6. φλεψὶ χιτώνων ἐν τούτῳ χρὴ τῷ λόγῳ μεμνῆσθαι τῆς διαφωνίας,
7. οὔτ’ ἄλλου τινὸς ὧν πρόσθεν εἴπομεν ἢ ἐφεξῆς
8. ἐροῦμεν. ἰδίᾳ γὰρ ἅπαντα ταῦτα προαποδείξαντες, ὅπως
9. ἡμῖν ἡ παροῦσα διέξοδος καθ’ αὑτὴν περαίνοιτο, μηδὲν
10. τῶν ἄλλων ἐφαπτομένη ζητημάτων, ἐν τούτῳ τῷ λόγῳ παντὶ,
11. τὰ δι’ ἐκείνων ἀποδεδειγμένα τοῖς ἐνεστῶσιν ὑποθέσεις
12. ποιούμενοι, τὰς χρείας μόνας ἐπέξιμεν ἑκάστου τῶν μορίων,
13. οὐδ’ ἐνταῦθα τῶν ἑτέροις εἰρημένων οὐκ ὀρθῶς ἐξελέγχοντες
14. τὴν ἄγνοιαν, ὅτι μὴ πάρεργον, πλὴν ἢν ἱκανῶς ἀναγκαῖον
15. ᾖ πολλοῖς δόγμασιν, ἢ κοινῇ χρηστὸν ἔσεσθαι μέλλῃ τὸ
16. ῥηθέν. ὥσπερ ἀμέλει καὶ νῦν ἔγνωκα τῶν Ἀσκληπιάδῃ κακῶς 
1. εἰρημένων ὑπὲρ τῶν τοῦ πνεύμονος ἀγγείων, μνημονεῦσαι
2. καὶ δεῖξαι, τὸν τῆς Ἀδραστείας ὡς οὐδεὶς ἐκφεύξεται
3. θεσμὸν, οὐδ’ ἂν ἱκανὸς ᾖ πανούργως τε καὶ δεινῶς λέγειν,
4. ἀλλ’ ὁμολογεῖ ποτε καὶ αὐτὸς τὴν πανουργίαν καὶ μάρτυρ
5. γίνεται τοῖς ἀληθέσι πολὺ πιστότερος τῶν ἄλλων, ὃς
6. μηδ’ ἑκὼν μαρτυρεῖ. πρώτη μὲν γὰρ αἰτία πᾶσι τοῖς γινομένοις,
7. ὥς που καὶ Πλάτων ἐπεδείκνυεν, ὁ σκοπὸς τῆς
8. ἐνεργείας ἐστί. τοιγαροῦν οὐδ’ ἐπερωτωμένῳ τινὶ τὴν τῆς
9. ἐς τὴν ἀγορὰν ἀφίξεως αἰτίαν ἑτέρως ἀποκρίνασθαι κάλλιον
10. ἐγχωρεῖ ταύτην παραλιπόντι· γελοῖος γὰρ ἂν εἴη, εἴ τις
11. ἀντὶ τοῦ φάναι, τόδε τι τὸ σκεῦος ἢ ἀνδράποδον ὠνησόμενος
12. ἥκειν, ἢ φίλῳ τῷδε συντυχεῖν, ἢ ἀποδόσθαι τόδε
13. τι, ταῦτα μὲν παραλίποι, διότι δ’ εἶεν αὐτῷ
14. δύο πόδες οἷοι κινεῖσθαί τε ῥᾳδίως κατά τε τῆς γῆς
15. ἀσφαλῶς στηρίζεσθαι, τούτοις ἐναλλὰξ ἑκατέρῳ τῶν εἰρημένων
16. ποδῶν διᾴττων εἰς τὴν ἀγορὰν ἀφῖχθαι λέγοι. εἴρηκε
17. μὲν γὰρ καὶ αὐτὸς ἴσως αἰτίαν τινὰ, ἀλλ’ οὐ τὴν ὄντως
1. αἰτίαν, οὐδὲ τὴν πρώτην, ἀλλ’ ὀργανικήν τέ τινα, καὶ ὧν
2. οὐκ ἄνευ, μᾶλλον οὐκ αἰτίαν. οὕτω μὲν ὀρθῶς ἐγίνωσκε
3. περὶ φύσεως αἰτίας ὁ Πλάτων. ἡμεῖς δ’, ὅπως μὴ δόξωμεν
4. ὑπὲρ ὀνομάτων τερθρεύεσθαι, συγχωρήσαντες γένη πλείω
5. τῶν αἰτιῶν ὑπάρχειν, πρῶτον μὲν καὶ μάλιστα, δι’ ὃ γίγνεταί
6. τι, δεύτερον δὲ, ὑφ’ οὗ γίνεται, καὶ τρίτον, ἐξ οὗ,
7. καὶ τέταρτον, δι’ οὗ, καὶ πέμπτον, εἰ βούλει, τὸ καθ’ ὃ,
8. καὶ πρὸς ἕκαστον γένος ἀξιώσομεν αὐτοὺς ἀποκρίνασθαι
9. περὶ πάντων τῶν τοῦ ζώου μορίων, εἴπερ ὄντως εἰσὶ φυσικοί.
10. ἡμεῖς μὲν γὰρ ἐρωτηθέντες, διὰ τί τοῦ πνεύμονος
11. ἐνήλλακται τῶν ἀγγείων ἡ φύσις, ἀρτηριώδους μέν γε τῆς
12. φλεβὸς ἀποτελεσθείσης, φλεβώδους δὲ τῆς ἀρτηρίας, ἀποκρινούμεθα
13. τὴν ὄντως τε καὶ πρώτην αἰτίαν, ὅτι βέλτιον
14. ἦν ἐν τούτῳ μόνῳ τῷ σπλάγχνῳ στεγανὴν μὲν τὴν φλέβα,
15. μανὴν δ’ εἶναι τὴν ἀρτηρίαν. Ἐρασίστρατος δ’ οὐχ οὕτως,
16. ἀλλ’ οὕτω φησίν· Ἡ μὲν φλὲψ ἐκπέφυκεν, ὅθεν περ αἱ εἰς
17. ὅλον τὸ σῶμα διανεμόμεναι τὴν ἀρχὴν ἔχουσιν ἀρτηρίαι,
1. συντέτρηται δὲ εἰς τὴν τοῦ αἵματος κοιλίαν, ἡ δ’ ἀρτηρία
2. πάλιν, ὅθεν αἱ φλέβες ἄρχονται, πεφυκυῖα πρὸς τὴν πνευματικὴν
3. τῆς καρδίας συντέτρηται κοιλίαν.

Cliquer un n° de page pour en afficher l’image