Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.13, ed. Kühn, 1822, vol. 3, p. 466-476. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.13

4. Ἀσκληπιάδης δὲ ἀμφοτέρας ὑπερβὰς τὰς
5. αἰτίας, τήν τ’ ἐκ προνοίας τοῦ δημιουργοῦ, τὴν πρώτην ῥηθεῖσαν,
6. καὶ τὴν οἶον ὑλικὴν, τὴν δευτέραν, ἐπὶ τὸ πάντων
7. ἀτιμότατον εἶδος τῆς αἰτίας ἀφικόμενος, ὃ μηδ’ ἁπλῶς
8. αἰτίαν εἴποι τις ἂν, οἶμαι, διαλεκτικὸς ἀνὴρ, ἀλλ’ ἤτοι
9. κατὰ συμβεβηκὸς, ἢ ἐξ ἀκολουθίας αἰτίαν, ὅλον τοῦτο,
10. καθάπερ ἀδόκιμον δραχμὴν, οἴεται πιθανὸς εἶναι καὶ σοφὸς,
11. οὐκ ἐννοήσας, οἶμαι, τὸν τῆς Ἀδραστείας θεσμὸν, ὡς
12. οὐδεὶς οὕτω λόγος ἕτερος ἐξελέγχει τῶν δογμάτων αὐτοῦ τὴν
13. ἀτοπίαν, ὡς αὐτὸς οὗτος, ὁ σοφῶς ὑπ’ αὐτοῦ δοκῶν ἐξευρῆσθαι.
14. διότι γὰρ, φησὶν, ἐν τῷ πνεύμονι μόνῳ τῶν
15. ἁπάντων ὀργάνων αἱ μὲν ἀρτηρίαι διπλῆν κινοῦνται κίνησιν,
16. ἥν τ’ οἴκοθεν ἔχουσιν ἐκ τῆς σφετέρας αὐτῶν οὐσίας,
17. σφύζουσαι δηλονότι, καὶ ἣν ἐκ τοῦ τῆς ἀναπνοῆς ἔργου,
1. σειομένου διὰ παντὸς τοῦ πνεύμονος, ἐπικτῶνται, ἔπειθ’
2. ὑπερπονοῦσαι καταλεπτύνονται, τῶν ἐν τοῖς ἄλλοις μορίοις
3. ἀρτηριῶν αὐτάρκως κινουμένων τὴν οἰκείαν κίνησιν οὖσαν
4. μίαν, καὶ διὰ τοῦτ’ εὐτραφῶν τε καὶ ἰσχυρῶν γινομένων.
5. αἱ δ’ αὖ φλέβες, φησὶν, αἱ μὲν καθ’ ὅλον τὸ ζῶον, ἀκίνητοι
6. μένουσαι, δίκην ἀνδραπόδου τινὸς ἀργοῦ καὶ ἀγυμνάστου,
7. δικαίως ἀτροφοῦσιν· αἱ δὲ κατὰ τὸν πνεύμονα, τὴν
8. τοῦ σπλάγχνου κίνησιν ἐπικρατησάμεναι, παχύνονται παραπλησίως
9. τοῖς μέτρια γυμναζομένοις. ἀλλ’, ὦ σοφώτατε πάντων
10. ἀνδρῶν Ἀσκληπιάδη, τὰ μὲν ἄλλα σου τῶν λόγων
11. ἁμαρτήματα μακροτέρας οὕτως ἐξελέγχεσθαι ἔργον σχολῆς·
12. ἃ δ’ ἂν οὐδὲ παῖς ἀγνοήσειε, μήτι γε οὕτως ἀλαζὼν
13. ἀνὴρ, ἔστι μὲν διττὰ, γένεσις δ’ αὐτῶν ἑκατέρῳ, τῷ μὲν ἐκ
14. ῥᾳθυμίας τῆς περὶ τὰς ἀνατομὰς, τῷ δὲ ἐξ ἀγνοίας λογικῆς
15. θεωρίας. ἀνατομῆς μὲν γὰρ ἔμπειρος εἴπερ ἦσθα,
16. τάχ’ ἂν ἡμῖν ἐγίνωσκες, ὡς οὐ πάχει μόνον, ἀλλὰ καὶ
1. πλήθει καὶ ποιότητι χιτώνων ἀρτηρία φλεβὸς διαφέρει.
2. ὁ γὰρ ἔσωθεν χιτὼν, ὁ παχὺς καὶ σκληρὸς, ὁ τὰς ἐγκαρσίας
3. ἔχων ἶνας, οὐδ’ ὅλως ἐστὶ ταῖς φλεψί. σὺ δ’ αὐτὸ,
4. εἴτ’ ἐστὶν, εἴτ’ οὐκ ἔστι, μὴ πολυπραγμονήσας, ὑπὲρ ὧν
5. οὐδὲν οἶσθα σαφὲς, ἀποφαίνεσθαι τολμᾷς ὡς εἰδὼς, ὁ τὰς.
6. Ἡροφίλου διαπτύων ἀνατομὰς, ὁ κατεγνωκὼς Ἐρασιστράτου,
7. καὶ μικρὸν φροντίζων Ἱπποκράτους. ἆρ’ ἀγνοεῖς ὄντως οὐκ
8. ἐχούσας τὸν ἔσωθεν χιτῶνα τὸν σκληρὸν τὰς φλέβας τοῦ
9. πνεύμονος; ἢ τοῦτο μὲν γινώσκεις, οἴει δ’, ὅταν ἰσχνὸν γίγνηταί
10. τι μόριον, οὐ τὸ πάχος αὐτοῦ τῶν χιτώνων, ἀλλὰ
11. τὸ πλῆθος διαφθείρεσθαι; καὶ τῆς γαστρὸς ἄρα τοῖς μὲν
12. ἐσχάτως ἰσχνοῖς ἔσται χιτὼν εἷς, τοῖς δὲ εὐέκταις τέτταρες.
13. οὕτω δὲ καὶ τῶν ὀφθαλμῶν τρεῖς μὲν, εἰ τύχοι, τοῖς ὑπὸ
14. φθόης ἐχομένοις, (ἐσχάτως γὰρ τούτοις συντετήκασι,) τέτταρες
15. δὲ τοῖς ἄλλως νοσοῦσι, πέντε δ’ ἡμῖν τοῖς ὑγιαίνουσιν,
16. ἓξ δ’, εἰ τύχοι, τοῖς εὐέκταις ἡμῶν, καὶ τοῖς ἀθληταῖς 
1. ἑπτὰ, καὶ τούτων ἔτι πλείους τοῖς περὶ Μίλωνα καὶ Πολυδάμαντα.
2. καλὸν δ’ ἦν, εἰ καὶ τῶν χειρῶν δακτύλους ἐν
3. μὲν ταῖς εὐεξίαις πλείους, ἐν δὲ ταῖς καχεξίαις ἐλάττους
4. εἴχομεν. ἦν γὰρ ἂν οὕτως ἄξιον τῆς Ἀσκληπιάδου σοφίας
5. τὸ θέαμα, τρεῖς μὲν, εἰ τύχοι, δακτύλους ἔχων ὁ Θερσίτης,
6. ὁ δ’ Αἴας τέτταρας, καὶ πλείους τούτων ὁ Ἀχιλλεὺς, Ὠρίων
7. δ’, οἶμαι, καὶ Τάλως ὑπὲρ τοὺς τῶν ἰούλων πόδας. οὐκ
8. ἔστιν, ὦ γενναιότατε, μοχθηραῖς δογμάτων ὑποθέσεσι χρησάμενόν
9. τινα μὴ οὐ καταγέλαστον εὑρίσκεσθαι πανταχόθεν.
10. νοῦς δὲ ὁ πάντα διατάττων ταῦτα καὶ κοσμῶν, οὐκ ὄγκοι
11. σωμάτων αὐτομάτως ἀλλήλοις περιπλεκόμενοι. καὶ διὰ τοῦτο
12. τοῦ μὲν πνεύμονος αἱ ἀρτηρίαι φλεβώδεις, αἱ φλέβες
13. δ’ ἀρτηριώδεις, ὅτι βέλτιον οὕτως· αἱ δὲ τῆς καρδίας κοιλίαι
14. δύο μὲν, οἷς πνεύμων ἐστὶ, μία δ’, οἷς οὐκ ἔστι·
15. καὶ γὰρ καὶ τοῦτο βέλτιον· ὑμένες δ’ ἐφ’ ἑκάστῳ τῶν στομάτων,
16. ἵν’ ἡ καρδία μὴ μάτην πονῇ, καὶ ὁ πέμπτος λοβὸς
17. τοῦ πνεύμονος, ἵν’ ἡ κοίλη φλὲψ στηρίζηται, καὶ τῶν
1. ἄλλων ἕκαστον. ὧν οὐδενὸς αἰτίαν εἰπὼν τῆς γενέσεως ὁ
2. σοφὸς Ἀσκληπιάδης, ὅτι μηδ’ εἶχεν, ἑνὸς ἐξ ἁπάντων ἀποδίδωσιν,
3. εὐπορήσας, ὡς ᾤετο, πιθανοῦ συλλογισμοῦ. συγχωροῦμέν
4. σοι καλῶς εἰρῆσθαι περὶ τῶν τοῦ πνεύμονος ἀγγείων·
5. ἐπιχείρησόν τι καὶ περὶ τῶν ἄλλων εἰπεῖν τοῦ ζώου
6. μορίων. ἡμεῖς μὲν γὰρ ἁπάντων οὐχ ἓν αἰτίας γένος, ἀλλὰ
7. σύμπαντα λέγομεν, ἓν μὲν τὸ πρῶτόν τε καὶ τελεώτατον,
8. ὅτι βέλτιον οὕτως, ἐφεξῆς δ’ αὐτῷ τὰ ἀπὸ τῶν ὀργάνων
9. καὶ τῆς ὕλης, οἷς χρώμενος ὁ δημιουργὸς εἰς τὸ βέλτιστον
10. εἶδος ἕκαστον τῶν γινομένων ἄγει, τὰς μὲν ἀρτηρίας τοῦ
11. πνεύμονος μανὰς, τὰς δὲ φλέβας ἐργασάμενος στεγανὰς δι’
12. ἣν εἴπομεν αἰτίαν· ἐπεὶ δ’ οὕτως ἦν ἐργάσασθαι βέλτιον,
13. ἐκ μὲν τῶν ἀρτηριωδῶν μορίων τῆς καρδίας ἐκφύσας τὰς
14. φλέβας, ἐκ δὲ τῶν φλεβωδῶν τὰς ἀρτηρίας· ἐπεὶ δὲ ὕλην
15. ἑκατέραις χορηγεῖν ἐχρῆν ἐπιτήδειον, εἰς πνεύματος μὲν κοιλίαν
16. ἀριστερὰν τὰς ἀρτηρίας, εἰς δὲ τὴν ἑτέραν τὰς φλέβας
17. ἀναστομώσας· ἐπεὶ δὲ ἦν ἄμεινον τὸ δυσπαθέστερον
1. αὐταῖς σχῆμα περιθεῖναι, στρογγύλας ἐργασάμενος·
2. ἐπεὶ δ’ ἐξ ὕλης τε καὶ δι’ ὀργάνων ἐχρῆν αὐτὰς δημιουργῆσαι,
3. τὸ μὲν ὑγρὸν ἀναμίξας τῷ ξηρῷ, καί τινα χυμὸν
4. ἐξ ἀμφοῖν οἷον κηρὸν εὐτύπωτον ἐργασάμενος, ὕλην
5. ταύτην τοῖς ἐσομένοις ὑπεβάλετο· τὸ δὲ θερμὸν τῷ ψυχρῷ
6. κεράσας, ὄργανα ταῦτα δραστικὰ περὶ τὴν ὕλην παρεσκευάσατο,
7. κᾀν τούτῳ ἤδη, τὸ μέν τι ξηραίνων τῆς ὕλης τῷ
8. θερμῷ, τὸ δέ τι πηγνύων τῷ ψυχρῷ, τὸ δέ τι γεννήσας
9. εὔκρατον πνεῦμα τῇ τούτων μίξει, κᾄπειτ’ αὐτὸ διαφυσήσας
10. καὶ διαστήσας τὴν ὕλην, ἀγγεῖον κοῖλον πρόμηκες
11. ἐδημιουργήσατο, πλέον μὲν τῆς ὕλης ἐπάρδων, ᾧ βέλτιον
12. ἦν γενέσθαι παχυτέρῳ, μεῖον δ’, ᾧ λεπτοτέρῳ. ἔχεις ἁπάσας
13. ἤδη τῷ λόγῳ τὰς αἰτίας, τὴν ἐκ τοῦ τέλους, τὴν ἐκ
14. τοῦ δημιουργοῦ, τὴν ἐκ τῶν ὀργάνων, τὴν ἐκ τῆς ὕλης,
15. τὴν κατὰ τὸ εἶδος. σὺ δὲ καὶ εἰ καὶ τὰς κυριωτάτας ἐθέλεις
16. παραλείπειν, τήν τε δι’ ὃ γίνεταί τι καὶ τὴν ὑφ’ οὗ,
1. κᾂν τὰς ἄλλας γοῦν εἰπὲ καθ’ ἕκαστον τῶν μορίων. ἀλλ’
2. οὐ πράττεις οὕτως. οὐ γὰρ, οἶμαι, δυνατὸν εὐπορεῖν πιθανῶν
3. λογισμῶν ἐν τοῖς κατὰ μέρος ἅπασιν ἐπὶ μοχθηραῖς
4. ὑποθέσεσιν. αὐτὸ δὴ τοῦτο ἦν, ὃ πρόσθεν ᾐνιττόμην
5. ἀμαθίᾳ γίγνεσθαι τῆς λογικῆς θεωρίας. ἄμεινον γὰρ ἦν
6. ἐν ἅπασι παραλείπειν ἑκάστου τῆς γενέσεως αἰτίαν, ἣν ὑπονοήσει
7. τις αὐτοὺς ἑκόντας σιωπᾷν. ἀλλ’ εἰς τοσοῦτον ἀναισθησίας
8. ἥκουσιν, ὡς μὴ γινώσκειν, ὅτι τὴν ἐν τοῖς ἄλλοις
9. σιωπὴν ὕποπτον ἐργάζονται τῇ δι’ ἑνὸς ἢ δυοῖν ἐξηγήσει.
10. περὶ μὲν οὖν ἀρτηριῶν καὶ φλεβῶν τῶν κατὰ τὸν πνεύμονα
11. λέγειν ἐπιχειροῦντες οὐ τὸ θεῖον εἶδος τῆς αἰτίας, ὡς ὁ
12. Πλάτων ὀνομάζει, ἀλλὰ τὸ ἀναγκαῖον λέγουσι, ἅπαντα δὲ
13. τἄλλα παραλιπόντες. οὔτε γὰρ ὡς ἦν ἀναγκαῖον ἐνταῦθα
14. τετάχθαι τὴν καρδίαν, οὔθ’ ὡς τοῖς μὲν δύο σχεῖν κοιλίας,
15. τοῖς δὲ μίαν, οὔτε, ὅσοις πνεύμων οὐκ ἔστιν, ἀπόλλυσθαι
16. τὴν δεξιὰν, οὔτ’ ἄλλο οὐδὲν τῶν πάντων ἐξηγεῖσθαι τολμῶντες,
17. ἐν οἷς ἄν τινα λῆρον ἐξεύρωσι πιθανὸν, ἐν τούτοις
1. ἡμῶν κατατρίβουσι τὸν χρόνον. εἰ μὴ γὰρ Ἀσκληπιάδης
2. εἰς τοσοῦτον φλυαρίας ἐξέπεσεν, ὡς πρὸς τῷ μεγάλην
3. ὑποψίαν ἑαυτῷ προστρίψασθαι τῆς περὶ τῶν ἄλλων ἁπάντων
4. ἀπορίας, ἐξ ὧν εὐπορεῖν ἔδοξεν ἐφ’ ἑνὸς, ἔτι καὶ τὰ
5. διὰ τῶν ἀνατομῶν φαινόμενα κατάφωρος εἶναι μὴ γινώσκων,
6. οὐκ ἂν ἐγὼ νῦν ἐξελέγχειν αὐτὸν ἐπιχειρῶν ἀπώλλυον τὸν
7. χρόνον, ἀλλ’ εἰχόμην ἂν τοῦ προκειμένου μοι σκοποῦ, καθάπερ
8. ἐξ ἀρχῆς ἐποίησα, τὰ κακῶς εἰρημένα παραλιπὼν
9. ἀνεξέλεγκτα ἅπαντα. νυνὶ δὲ, ἐπειδὴ τινὲς τῶν μεταχειριζομένων
10. τὰς τοιαύτας αἱρέσεις, ἐφ’ οἷς ἐχρῆν αὐτοὺς αἰδεῖσθαι,
11. κομῶσιν, ἀναγκαῖον ἡγησάμην ἐξελέγξαι τὸν λόγον,
12. ὅπως μὴ πλείους ἀπατήσειεν. ὁ δ’ ἔλεγχος, ὡς καὶ πρόσθεν
13. εἴρηται, διττὸς, ὁ μὲν ἐκ τῆς ἀνατομῆς ὁρμώμενος,
14. ὁ δ’ ἐξ ἀκολουθίας λογικῆς. ὧν οὐδέτερον ἐφαίνετο γινώσκων
15. ὁ σοφὸς Ἀσκληπιάδης, οὔθ’ ὡς οὐ πάχει μόνον,
16. ἀλλὰ καὶ πλήθει χιτώνων καὶ σκληρότητι καὶ τῇ τῶν
17. ἰνῶν θέσει διαλλάττουσιν ἀρτηρίαι φλεβῶν, οὔθ’ ὡς, ἐξ ὧν 
1. εὔπορός ἐστιν ἐν τοῖσδε, κατάφωρος γίνεται μηδὲν ὑπὲρ
2. τῶν ἄλλων ἔχων εἰπεῖν. ἵν’ οὖν ἐναργῶς ἐξελεγχθῇ, τῶν
3. ἐξ ἀνατομῆς τι φαινομένων αὖθις αὐτῷ λέγωμεν. ὅτι μὲν
4. γὰρ οὐκ ἀναπνεῖ τῶν ἐμβρύων οὐδὲν, αὐτὸς ὁμολογεῖ· ὅτι
5. δ’, εἰ τῶν ἄρτι γεγεννημένων ζώων ἢ καὶ κυουμένων ἔτι τι
6. λαβὼν ἀνατέμοις, αἱ μὲν ἀρτηρίαι φλεβώδεις, αἱ δὲ
7. φλέβες ἀρτηριώδεις εἰσὶν αἱ τοῦ πνεύμονος, ἐγώ φημι, κᾂν
8. ἐκεῖνος μὴ λέγῃ. καὶ μὴν οὐ συμβαίνει ταῦτ’ ἀλλήλοις.
9. πῶς οὖν ἂν ἔτι διὰ τὴν ἐκ τῆς ἀναπνοῆς κίνησιν ἢ τὰς ἀρτηρίας
10. ὑπερπονεῖν, ἢ τὰς φλέβας συμμέτρως γυμνάζεσθαι
11. λέγοι τις, ὁπότε γε φαίνονται τοιαῦται τοῖς ἐμβρύοις ὑπάρχουσαι
12. καὶ πρὸ τῆς ἀναπνοῆς; ἀλλὰ τὰ μὲν ἐν τοῖς ἐμβρύοις
13. ὀλίγον ὕστερον εἰρήσεται, θαυμαστὰ θεάματα περὶ
14. τὴν βάσιν ὅλην τῆς καρδίας· ὧν οὐδὲν οὔτ’ ἐγίνωσκεν
15. Ἀσκληπιάδης, οὔτ’, εἴπερ ἔγνω, δυνατὸν ἦν αὐτῷ τὰς αἰτίας
16. ἐξευρεῖν, εἰς ὄγκους καὶ κενὸν ἀνάγοντι τῶν γιγνομένων
17. ἁπάντων τὰς ἀρχάς. ἐν δὲ τῷ παρόντι λόγῳ, προσπαῖξαι
1. γὰρ ἔγνωκα αὐτῷ καὶ δεῖξαι τὴν ἐν ταῖς ἀνατομαῖς
2. ἐμπειρίαν ὁπόσην τινὰ καὶ ὁποίαν ἔχων ὅτι οὐκ ἐμὲ λέληθε
3. καὶ τὴν τῶν ἀκολούθων καὶ μαχομένων ἐπιστήμην,
4. ἔτι τοῦ θώρακος καὶ τῆς καρδίας ἀναμνήσω τὸν ἄνθρωπον.
5. ἐγκεφάλου μὲν γὰρ ἴσως, ὅτι που πόῤῥω τοῦ πνεύμονός
6. ἐστι, διὰ τοῦτο ἐπελάθετο, διὰ παντὸς μὲν κινουμένου,
7. μήτε δὲ ἀρτηριώδεις τὰς φλέβας ἔχοντος, μήτε φλεβώδεις
8. τὰς ἀρτηρίας. ἀλλ’ ὅ γε θώραξ ὅλος κινεῖται μὲν καὶ κατ’
9. αὐτὸν τὸν Ἀσκληπιάδην πολὺ δήπου σφοδρότερον τοῦ
10. πνεύμονος, εἴ γε σείεται μὲν ἐκεῖνος ὑπὸ τῆς διόδου τοῦ
11. πνεύματος, οἷον χωνεία τις, ὁ δὲ θώραξ οὐ τοῦτο μόνον,
12. ἀλλὰ καὶ διαστέλλεται καὶ συστέλλεται μέχρι πλείστου. τὰς
13. φλέβας δ’ οὐκ ἔσχεν ἀρτηριώδεις, ὥσπερ οὐδὲ τὰς ἀρτηρίας
14. φλεβώδεις. ἐχρῆν δ’, οἶμαι, τὰς μὲν εἰς μετριότητα κινήσεως
15. ἀγομένας παχύνεσθαι, τὰς δ’ ὑπερπονούσας λεπτύνεσθαι.
16. τί δεῖ λέγειν ἔτι περὶ τῆς καρδίας αὐτῆς, ἁπάντων
17. μὲν σφοδρότατα κινουμένης, ὁμοίας δὲ ταῖς ἐν παντὶ
1. μορίῳ τοῦ ζώου τὰς ἀρτηρίας ἐχούσης καὶ τὰς φλέβας,
2. ὥσπερ ὅ τε θώραξ ὅλος, ὅ τ’ ἐγκέφαλος, ὡς εἴρηται; πάντ’
3. οὖν τὰ μόρια, τά θ’ ὑπερβαλλόντως πονοῦντα, τά τε μετρίως,
4. τά θ’ ὅλως ἀργοῦντα, καὶ τὰς φλέβας ὁμοίας ἀλλήλαις
5. ἔχει καὶ τὰς ἀρτηρίας, ὅτι βέλτιον τοῦτο· μόνος δ’
6. ὁ πνεύμων, ὅτι κᾀκεῖνο βέλτιον, ἐνηλλαγμένην ἐκτήσατο
7. τῶν κατ’ αὐτὰς χιτώνων τὴν ἰδέαν. οὕτως ἐν ἅπασιν ὁ δημιουργὸς
8. ἡμῶν ἕνα σκοπὸν ἔχει τῆς διαπλάσεως τῶν μορίων,
9. τὴν ἔκλεξιν τοῦ κρείττονος. ἀλλὰ περὶ μὲν Ἀσκληπιάδου
10. ταῦτα ἴσως πλείω τοῦ δέοντος.

Cliquer un n° de page pour en afficher l’image