11. Ὃ δ’ ἐφεξῆς μέν ἐστι τοῖς εἰρημένοις, ἀνεβαλόμεθα
12. δ’ ἐρεῖν αὐτὸ, νῦν ἤδη λεγέσθω. τεττάρων ὄντων
13. ἐν τῇ καρδίᾳ στομάτων, τρεῖς μὲν ἐφ’ ἑκάστῳ τῶν ἄλλων
14. ὑμένες εἰσὶ, δύο δ’ ἐπὶ τῆς ἀρτηρίας τῆς φλεβώδους
15. μόνης. ἐκφύονται μὲν οὖν ἅπαντες ἐξ αὐτῶν τῶν στομάτων,
16. ἐντεῦθεν δ’ ὁρμηθέντες, οἱ μὲν εἴσω προΐασιν εἰς τὰς τῆς
17. καρδίας κοιλίας, ὥστε καὶ συνάπτονται πρὸς αὐτὰς ἰσχυροῖς
1. δεσμοῖς, οἱ δ’ ἐκτὸς ἀποκλίνουσιν, ἵνα πρῶτον ἀνίσχει τῆς
2. καρδίας ἑκάτερον τῶν ἀγγείων. εἰσὶ δ’ ἐπὶ μὲν τῆς φλεβὸς
3. τῆς ἀρτηριώδους, ἣν τὸν πνεύμονα τρέφειν ἐλέγομεν, ἔσωθεν
4. ἔξω νεύοντες ὑμένες τρεῖς, ἀπὸ τοῦ σχήματος ὑπὸ τῶν
5. ἀκριβεστέρως τὰς ἀνατομὰς ἐχόντων ὀνομαζόμενοι σιγμοειδεῖς
6. C· ἐπὶ δὲ τῆς εἰσαγούσης τὸ αἷμα φλεβὸς τρεῖς
7. μὲν κᾀπὶ ταύτης ἔξωθεν ἔσω νεύοντές εἰσιν, ἀλλὰ πολὺ
8. καὶ πάχει καὶ ῥώμῃ καὶ μεγέθει διαφέρουσιν ἐκείνων.
9. ἄλλο δὲ τρίτον οὐκ ἔστι κατὰ τὴν δεξιὰν κοιλίαν στόμα.
10. καὶ γὰρ ἡ τὰ κάτω τοῦ θώρακος τρέφουσα καὶ ἡ περιστεφανοῦσα
11. τὴν καρδίαν, οὕτω γὰρ αὐτὴν καὶ ὀνομάζουσιν,
12. ἔξω τῶν ὑμένων τὴν ἀρχὴν τῆς ἐκφύσεως ἔχουσι. καὶ μέν
13. γε καὶ κατὰ τὴν ἑτέραν κοιλίαν τῆς καρδίας ἓν μὲν στόμα
14. τὸ μέγιστον ἁπάντων ἐστὶ τὸ τῆς ἀρτηρίας τῆς μεγάλης,
15. ἀφ’ ἧς ἅπασαι πεφύκασιν αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι, τρεῖς
16. δὲ καὶ τούτῳ σιγμοειδῶν ὑμένων ἐπιφύσεις ἔσωθεν ἔξω
17. φερομένων εἰσίν. ἕτερον δὲ τὸ στόμα τὸ τῆς φλεβώδους
1. ἀρτηρίας, τῆς εἰς τὸν πνεύμονα κατασχιζομένης, ἔξωθεν
2. ἔσω πεφυκότων ὑμένων δυοῖν ἐπίφυσιν ἔχει, ὧν τὸ σχῆμα
3. τῶν γινωσκομένων οὐδενὶ προσεικάσαι τῶν ἀνατομικῶν ἀνδρῶν
4. ἐπεχείρησεν οὐδεὶς, ὥσπερ καὶ τῶν σιγμοειδῶν. οὐδὲ
5. γὰρ οἱ τριγλώχινας αὐτοὺς ὀνομάσαντες ἀπὸ τοῦ καθέκαστον
6. σχήματος, ἀλλ’ ἀπὸ τῆς πρὸς ἀλλήλους συντάξεως
7. ἐποίησαν τοὔνομα· καὶ γὰρ ἀκριβῶς ἡ σύνθεσις αὐτῶν ἔοικεν
8. ἀκίδων γλωχῖσιν. ἀλλὰ τοὺς μὲν ἐπὶ τῷ τῆς κοίλης
9. φλεβὸς στόματι, τρεῖς ὄντας, οὕτως ὀνομάζειν ἐγχωρεῖ· τοὺς
10. δ’ ἐπὶ τῷ τῆς φλεβώδους ἀρτηρίας οὐκέτ’ ἂν ὀρθῶς
11. τις ὀνομάζοι οὕτως, δύο ὄντας. διὰ τί μὲν οὖν ἐπὶ τούτῳ
12. μόνῳ τῷ στόματι δύο γεγόνασιν ὑμένες, (οὐδὲ γὰρ οὐδὲ τοῦτ’
13. ἠμέληται τῇ φύσει,) μικρὸν ὕστερον ἐρῶ. ὅτι δ’ εὐλόγως
14. ἐπὶ μὲν τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἰσχυροὶ καὶ μεγάλοι
15. πεφύκασιν ὑμένες, ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀσθενέστεροι,
16. τά τε ἄλλα τὰ περὶ τὴν ὁλκὴν καὶ τὴν ἔκπεμψιν τῶν ὑλῶν
17. τῇ φύσει παρεσκευασμένα λέγειν ἤδη πειράσομαι. ἔστι μὲν
1. οὖν καὶ μετ’ αὐτῆς τῶν μορίων τῆς θέας ἑρμηνεύεσθαι σαφῶς
2. τὰ τοιαῦτα χαλεπὸν, ἀπούσης δ’ ἐκείνης, ἐγγὺς ἀδύνατον·
3. πειρατέον δ’ ὅμως, εἰς ὅσον οἷόν τε, σαφέστατα διεξελθεῖν
4. αὐτά. τῶν ἔξωθεν ἔσω φερομένων ὑμένων, οὓς ἰσχυροὺς
5. καὶ μεγάλους ὑπάρχειν ἔφαμεν, ἁπάντων εἰς αὐτὴν τὴν καρδίαν
6. ἀνῆπται τὰ πέρατα, δεσμοῖς εὐρώστοις συνεχόμενα.
7. διαστελλομένης οὖν αὐτῆς, ἕκαστος τῶν δεσμῶν τούτων τεινόμενος
8. ὑπὸ τῆς κατὰ τὴν καρδίαν διαστάσεως ἐφ’ ἑαυτὸν
9. ἕλκει καὶ οἷον ἀνακλᾷ τὸν ὑμένα πρὸς τὸ σῶμα τῆς
10. καρδίας αὐτό. πάντων οὖν ἀνακλωμένων ἐν κύκλῳ τῶν
11. τριῶν ἐπὶ τὴν καρδίαν, ἀνοίγνυνταί τε τῶν ἀγγείων τὰ στόματα,
12. τάς θ’ ὕλας τὰς ἐν αὐτοῖς ἡ καρδία ῥᾳδίως ἐπισπᾶται
13. δι’ εὐρείας ὁδοῦ· τά τε γὰρ ἄλλα καὶ αὐτὸ τὸ
14. ἀγγεῖον νῦν ἐν τούτῳ πρὸς ἑαυτὴν ἐπισπᾶται τείνουσα καὶ
15. προσαγομένη διὰ τῶν ὑμένων. οὐ γὰρ ἐνδέχεται τούτους μὲν
16. ἕλκεσθαι πρὸς ἐκείνης, τὸ συνεχὲς δὲ αὐτοῖς ἀγγεῖον ἀναίσθητον
17. εἶναι τῆς ὁλκῆς. ὥσθ’ ὑπὸ μιᾶς ἐνεργείας, ἣν ἡ
1. καρδία ποιεῖται διαστελλομένη, τοὺς μὲν ὑμένας ἑλκομένους
2. ὑπὸ τῶν δεσμῶν εἰς αὐτὴν τὴν κοιλίαν ἀνακλίνεσθαι τῆς
3. καρδίας, ἐν κύκλῳ δὲ τούτων ἀναπτυσσομένων εἰς τοὐπίσω
4. διοίγεσθαι τὸ στόμα, κᾀν τούτῳ τά τε ἀγγεῖα διὰ. τῶν
5. ὑμένων ἕλκεσθαι πρὸς τὴν καρδίαν, τάς τ’ ἐν αὐτοῖς ὕλας
6. εἰς τὰς κοιλίας αὐτῆς ἀκωλύτως εἰσρεῖν, ὡς ἂν μήτ’ ἀντιπράττοντος
7. ἔτι μηδενὸς, ἁπάντων τε τῶν αἰτίων, ὑφ’ ὧν ἂν
8. γένοιτο ταχίστη μετάστασις ὑλῶν, εἰς ταὐτὸ συντελούντων.
9. ἢ γὰρ ἕλκεσθαι χρὴ τὸ μεθιστάμενον, ἢ βάλλεσθαι
10. πρός τινος, ἢ παραπέμπεσθαι. καὶ ταῦτα σύμπαντα ταῖς
11. ὕλαις ὑπάρχει, διαστελλομένης τῆς καρδίας. ἕλκει μὲν γὰρ
12. αὐτὴ, πέμπουσι δ’ αἱ προκείμεναι κοιλότητες αἱ κατὰ τὰ
13. ὦτα, παραπέμπει δὲ τὰ ἀγγεῖα. καὶ τούτων ἁπάντων τῆς
14. κινήσεως ἀρχὴ μία τῆς καρδίας αὐτῆς ἡ διαστολή.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.14, ed. Kühn, 1822, vol. 3, p. 476-480. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩