15. Τὰ μὲν γὰρ ὦτα, νευρώδεις τε καὶ κοῖλαι
16. πρὸ τῶν στομάτων ἐπιφύσεις ὑπάρχοντα, χαλαρὰ μὲν τέως
17. ἐστὶ, καὶ διὰ τοῦτο κοῖλα, διαστελλομένης δὲ τῆς καρδίας
18. ὁμοίως τοῖς ὑμέσι τεινόμενά τε καὶ στενούμενα, καὶ διὰ
1. τοῦτο τὰς ὕλας ἐκθλίβοντα προπέμπει τῇ καρδία. τὰ δ’
2. ἐφεξῆς αὐτῶν στόματα τῶν ἀγγείων διὰ τὸ σφοδρῶς ὑπὸ
3. τῆς καρδίας εἴσω τείνεσθαι παραπέμπει τὰς ὑπὸ τῶν ὤτων
4. ἐπωθουμένας ὕλας. αὐτὴ δ’ ἡ καρδία, πάσας ὅσας ἄν τις ἐπινοήσῃ
5. δυνάμεις ὁλκῶν ἔχουσα, διὰ ταχέων ὑποδέχεται κόλποις
6. τῶν κοιλιῶν ἀναρπάζουσα καὶ οἷον ἐκροφοῦσα τὰς εἰσρεούσας
7. ὕλας. εἴτε γὰρ ὡς αἱ τῶν χαλκέων φύσαι διαστελλόμεναι
8. σπῶσιν εἴσω τὸν ἀέρα, παντὸς μᾶλλον ὑπάρχει
9. τοῦτ’ αὐτῇ, εἴθ’ ὡς αἱ τῶν λύχνων φλόγες ἕλκουσι τοὔλαιον,
10. οὐδὲ ταύτης ἀπορεῖ τῆς δυνάμεως, ἀρχὴ τῆς ἐμφύτου θερμασίας
11. ὑπάρχουσα, εἴθ’ ὡς ἡ Ἡρακλεία λίθος ποιότητος
12. οἰκειότητι τὸν σίδηρον ἐπάγεται· τί μὲν οἰκειότερον αὐτῇ
13. πνεύματος εἰς ἀνάψυξιν; τί δ’ αἵματος χρηστότερον εἰς
14. θρέψιν; ἐμοὶ μὲν δοκεῖ κᾂν διασπάσαι τι τῶν ἀγγείων,
15. ἁπάσαις ἅμα χρωμένη τῆς ὁλκῆς ταῖς δυνάμεσιν, εἰ μή τι
16. κᾀνταῦθα θαυμαστὸν ἐπικούρημα τοῦ μηδὲν γενέσθαι τοιοῦτον
17. ὁ δημιουργὸς ἡμῶν ἐτεχνήσατο, προσθεὶς ἔξωθεν.
1. ἑκατέρου τῶν εἰσαγόντων στομάτων τὰς ὕλας ἰδίαν κοιλότητα,
2. καθάπερ τι ταμιεῖον τροφῆς, ὡς μὴ κινδυνεύσῃ ποτὲ
3. ῥαγῆναι τὸ ἀγγεῖον, ἑλκούσης μὲν ἀθρόως τε καὶ σφοδρῶς
4. ἐνίοτε τῆς καρδίας, αὐτὸ δ’ οὐκ ἔχον ὑπὸ στενότητος, ὅσον
5. αἰτεῖ, παρασχεῖν ἀφθόνως. ὥσπερ γὰρ, εἴ τις ἀγγεῖον ἀέρος
6. πλῆρες ἐκκενώσειε διὰ τῆς ὀπῆς ἐκμυζήσας τῷ στόματι,
7. ῥήξειεν ἂν, εἰ ἐπὶ πλέον βιάζοιτο, κατὰ τὸν αὐτὸν, οἶμαι,
8. τρόπον ἡ καρδία πολλαπλασίαν ἑκατέρου τῶν ἀγγείων τῆς
9. εὐρύτητος ἀθρόως ἐκπληροῦσθαι δεομένη κοιλότητα διέῤῥηξεν
10. ἄν ποτε καὶ διέσπασεν αὐτὰ βιαίως ἕλκουσα, μηδεμιᾶς
11. ἔξωθεν αὐτῇ προστεθείσης κοιλότητος, οἵα νῦν ἐστι καθ’
12. ἑκάτερον τῶν ὤτων. οὔκουν μάτην τὰ τῆς καρδίας ὦτα γέγονεν,
13. ἀλλ’ ὠνόμασται μάτην. οὐ γὰρ σμικρά τις ἔοικεν
14. αὐτῶν ἡ χρεία τοῖς ζώοις ὑπάρχειν. ἀλλ’ εἴπερ τὸ μηδὲν
15. παθεῖν ἢ τὴν ἀρτηρίαν τὴν εἰς τὸν πνεύμονα κατασχιζομένην
16. ἢ τὴν κοίλην φλέβα μέγιστόν ἐστι, καὶ ἡ τῶν ὤτων.
17. χρεία μεγίστη τοῖς ζώοις ὑπάρχει. τά τε γὰρ ἄλλα καὶ λεπτὰ
1. τοῖς χιτῶσιν ἄμφω ταῦτά ἐστι τὰ ἀγγεῖα, τὸ μὲν, ὅτι φλέψ
2. ἐστιν ἄντικρυς, τὸ δ’, ὅτι τὴν ἀρτηρίαν τοῦ πνεύμονος ἄμεινον
3. ἐδείκνυτο φλεβώδη γενέσθαι. λεπτὸν δ’ ἀγγεῖον καὶ
4. μαλακὸν, ὥσπερ εἰς τὸ συστέλλεσθαι ῥᾳδίως ἐπιτηδειότερον,
5. οὕτως εἰς τὸ διασπασθῆναι τεινόμενον ἑτοιμότερον.
6. ὥστε ῥᾳδίως ἂν ἄμφω διεσπάσθη τὰ παρέχοντα τῇ καρδίᾳ
7. τὰς ὕλας ἀγγεῖα, λεπτὰ μὲν καὶ μαλακὰ τοῖς χιτῶσιν
8. ὑπάρχοντα, βιαίως δ’ ἑλκόμενα πρὸς ἐκείνης διαστελλομένης,
9. εἰ μηδεμίαν ἐπικουρίαν ἡ φύσις ἐτεχνήσατο τοιαύτην,
10. οἵα νῦν ἐστιν ἡ καθ’ ἑκάτερον τῶν ὤτων κοιλότης. ἐπεὶ δ’
11. αὗται παρεσκευάσθησαν, οὐ μόνον ἔξω τοῦ κινδυνεύειν τι
12. παθεῖν οἱ χιτῶνες τῶν ἀγγείων κατέστησαν, ἀλλὰ καὶ συνεργοῦσιν
13. εἰς τὸ ταχέως πληροῦσθαι τὴν καρδίαν. εἰς ὅσον
14. γὰρ θᾶττον οἱ μαλακώτεροι συστέλλονται τῶν σκληροτέρων,
15. εἰς τοσοῦτον καὶ τὴν καρδίαν εἰκὸς θᾶττον πληροῦσθαι.
16. μόνοι μὲν οὖν ὄντες ἄνευ τῶν παρακειμένων κοιλοτήτων
17. οὐκ ἂν ἱκανοὶ πληροῦν ἐγίγνοντο, κᾀν τούτῳ τεινόμενοι πρὸς
18. αὐτῆς ἐῤῥήγνυντ’ ἂν ἑτοίμως· ἐπεὶ δὲ κᾀκείνας προσέλαβον,
1. φθάνοντες, πρὶν ἐσχάτως ταθῆναι, πληροῦν τὴν καρδίαν
2. οὐ μικρὸν ὄφελος εἰς τὸ μηδὲν πάσχειν τὴν μαλακότητα
3. τοῦ σώματος ἐπεκτήσαντο. καί σοι καὶ διὰ τοῦτο ἀποδέδεικται,
4. τὴν τοῦ πνεύμονος ἀρτηρίαν γενέσθαι χρῆναι φλεβώδη.
5. διὰ τοῦτο δὲ, οἶμαι, καὶ τῶν ὤτων ἑκάτερον
6. ἰσχνὸν ἅμα καὶ νευρῶδες ἐγένετο. πρὸς μὲν γὰρ τὸ συστέλλεσθαι
7. ῥᾳδίως ἡ λεπτότης αὐτῶν μέγιστον συντελεῖ· πρὸς
8. δὲ τὸ μηδὲν πάσχειν ἡ ῥώμη τοῦ σώματος, ἰσχυρότατον
9. γὰρ τὸ νευρῶδες. ὠνόμασται δ’ οὕτως, οὐκ ἀπὸ χρείας
10. ἢ ἐνεργείας τινὸς, ἀλλ’ ἀπὸ μικρᾶς ὁμοιότητος, ὅτι τῆς
11. καρδίας ἑκατέρωθεν, ὥσπερ τῆς κεφαλῆς τοῦ ζώου, πρόκειται
12. τὰ ὦτα. καὶ μέν γε καὶ τῶν ὑμένων ἰσχυροτέρους θ’
13. ἅμα καὶ μείζους γενέσθαι βέλτιον ἦν εἰς τοσοῦτον τοὺς
14. ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις τῶν ἐπὶ τοῖς ἐξάγουσιν,
15. εἰς ὅσον καὶ ἡ τῆς ἐν τῷ διαστέλλεσθαι κινήσεως ἰσχὺς
16. ὑπερεῖχε τῆς ἐν τῷ συστέλλεσθαι. βιαιότερον γὰρ ἕλκειν
17. ἀνάγκη τὴν καρδίαν διαστελλομένην, ἤπερ ἐκθλίβειν συστελλομένην.
18. ἀλλὰ καὶ τὸ τρεῖς ἐφ’ ἑκάστου γενέσθαι στόματος,
1. ἵν’ ἀκριβῶς καὶ ταχέως ἅπαν ἀνοιγνύηταί τε καὶ αὖθις
2. κλείηται, θαυμαστῶς τῇ φύσει παρεσκεύασται. δυοῖν μὲν
3. γὰρ ὄντων, οὔτε ἀκριβῶς οὔτε ταχέως ἐπέτρεπον ἂν ἢ
4. κλείεσθαι τοῖς στόμασιν ἢ ἀνοίγνυσθαι τῶν ὑμένων οἱ
5. κόλποι μεγάλοι γεννηθέντες. εἰ δέ γε πλείους ἢ τρεῖς
6. ἐγεγένηντο, πολὺ μὲν ἂν θᾶττόν τε καὶ μᾶλλον ἑκατέρων
7. τῶν εἰρημένων διεπράττετο τῇ τῶν κόλπων βραχύτητι, τὸ
8. δ’ εὐανάτρεπτόν τε καὶ ἀσθενὲς ἀναγκαίως ἂν αὐτοῖς ἐκ
9. τῆς σμικρότητος προσείη. δεόντως οὖν, ἵνα ταχέως θ’ ἅμα
10. καὶ ἰσχυρῶς καὶ ἀκριβῶς ἀνοιγνύηται καὶ κατακλείηται τὰ
11. στόματα, τρεῖς καθ’ ἕκαστον αὐτῶν ὑμένες ἐγένοντο, μηδενὸς
12. ἄλλου πλήθους πάνθ’ ἅμα σχεῖν δυναμένου, διὰ τὸ
13. τοὺς μὲν ἐλάττονας ἢ τρεῖς ἧττον ἀκριβῆ τε καὶ βραδυτέραν,
14. τοὺς δὲ πλείονας ἀσθενεστέραν ἐργάζεσθαι τὴν
15. ἐνέργειαν. εὐλόγως οὖν ἐφ’ ἑνὸς μόνου τοῦ στόματος τοῦ
16. τῆς φλεβώδους ἀρτηρίας δυοῖν ἐπιφύσεις ὑμένων ἐγένοντο.
17. μόνῳ γὰρ τούτῳ βέλτιον ἦν οὐκ ἀκριβῶς κλείεσθαι, διότι
1. καὶ μόνῳ συγχωρεῖν ἦν ἄμεινον εἰς τὸν πνεύμονα φέρεσθαι
2. τοῖς ἐκ τῆς καρδίας λιγνυώδεσι περιττώμασιν, ἃ διὰ μὲν τὸ
3. πλῆθος τῆς ἐμφύτου θερμασίας ἀναγκαῖον ἴσχειν αὐτῇ,
4. συντομωτέραν δ’ ἑτέραν οὐκ εἶχεν ἐκροήν. ᾧ καὶ δῆλον, ὡς
5. ὀρθῶς ἐλέχθησαν οἱ ὑμένες ἅμα μὲν οἷον ἐπιθήματά τινα
6. παρασκευασθῆναι τοῖς στόμασιν, ἅμα δ’ ὁλκῆς ὑπάρχειν
7. ὄργανα. τεινόμενοι γὰρ ὑπὸ τῆς καρδίας δι’ αὐτῶν οἱ χιτῶνες
8. τῶν ἀγγείων, ὡς ἔμπροσθεν ἐλέγομεν, ἑτοιμότερόν τε
9. συστέλλονται καὶ ῥᾷον ἐπωθοῦσιν, ἑλκούσης τὰς ὕλας αὐτῆς.
10. ἡ δ’ αὖ τάσις αὐτῇ τοὺς ἔσωθεν ἔξω πεφυκότας ὑμένας
11. ἐκ τῶν ῥιζῶν ἕλκουσα καὶ πρὸς αὐτὴν εἴσω τὴν καρδίαν
12. ἀνακλῶσα καὶ πάντας ὀρθοὺς ἱστᾶσα κλείει τὰ στόματα
13. τῶν ἀγγείων. ὥσθ’, ἣν ἔμπροσθεν τῆς καρδίας ἐνέργειαν
14. ἐν τῷ διαστέλλεσθαι πολλῶν αἰτίαν ἐπεδείκνυμεν εἰς
15. ὁλκὴν τῶν ὑλῶν συντελούντων αὐτῇ, καὶ νῦν φαίνεται
16. τοῦ κλείεσθαι τό τε τῆς ἀρτηριώδους φλεβὸς στόμα
17. καὶ τὸ τῆς μεγάλης ἀρτηρίας αἰτίαν ἔχειν, καὶ πάντα
1. εἰς ἄκρον προνοίας τε ἅμα καὶ τέχνης ἥκειν τὰ τῆς καρδίας
2. μόρια.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.15, ed. Kühn, 1822, vol. 3, p. 480-487. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩