3. Καὶ γὰρ οὖν καὶ τὸ σῶμα αὐτὸ τὸ ἐν
4. ἀριστερᾷ μὲν πᾶν ἱκανῶς παχύ τε καὶ σκληρόν ἐστιν, ὡς
5. ἂν τῆς πνευματικῆς κοιλίας μελλῆσον γενήσεσθαι σκέπασμα,
6. τὸ δ’ ἐν τοῖς δεξιοῖς λεπτὸν καὶ μαλακὸν, ἵν’ ἅμα μὲν
7. οἰκείως ἑκάτερον ἔχοι ταῖς ὕλαις, ἅμα δ’ ἰσόῤῥοπον ἐργάζοιτο
8. τὴν καρδίαν. τό τε γὰρ πνεῦμα παχυτέρῳ στέγεσθαι
9. χιτῶνι βέλτιον ἦν, τό τε τοῦ κατὰ τὴν δεξιὰν κοιλίαν αἵματος
10. βάρος ἰσόῤῥοπον ἔχειν τὸν ὄγκον τῆς ἀριστερᾶς. εἰ
11. γὰρ τὴν αὐτὴν κοιλίαν ἅμα μὲν παχεῖαν, ἅμα δ’ αἵματος
12. μεστὴν ἡ φύσις ἀπειργάσατο, πάντως ἂν ἐπ’ ἐκείνην ἡ καρδία
13. πᾶσα περιετρέπετο. νυνὶ δ’ ἐκ τοῦ τῆ μὲν κουφοτέρᾳ
14. τῶν ὑλῶν παχύτερον ὄγκον περιτεθῆναι σώματος, τῇ δὲ
15. βαρυτέρᾳ κουφότερον, ἰσόῤῥοπος ἐξ ἀμφοτέρων ἡ καρδία
16. τῶν μερῶν ἐγένετο. καὶ διὰ τοῦτο, καίτοι μηδενὸς αὐτὴν
17. δεσμοῦ τοῖς παρακειμένοις συνάπτοντος, ὅμως ἀκλινής τε
1. καὶ ἀῤῥεπὴς ἀεὶ διαμένει, κατὰ μέσον αἰωρουμένη τὸν σκληρὸν
2. ἐκεῖνον χιτῶνα, τὸν περικάρδιον ὀνομαζόμενον, ὃς ἐκ τῆς
3. κεφαλῆς αὐτῆς ἐκφυόμενος ἱκανῶς πλατὺς, εἶτα κατὰ βραχὺ
4. στενούμενος, ὁμοίως αὐτῇ τῇ καρδίᾳ τελευτᾷ καὶ αὐτὸς εἴς
5. τινα κώνου κορυφὴν, τῷ στέρνῳ ξυνημμένην, οὐ χιτὼν δικαίως
6. ἂν ὀνομασθησόμενος, ὅτῳ φροντὶς ὀνομάτων ὀρθότητος,
7. ἀλλ’ οἷον οἶκός τις μᾶλλον ἢ ἕρκος ἀσφαλὲς τῇ
8. καρδίᾳ περιβεβλημένος. ἀφέστηκε γὰρ αὐτῆς πανταχόσε
9. πάμπολυ, τοσαύτην ἐντὸς εὐρυχωρίαν ἑαυτοῦ τε μεταξὺ
10. καὶ τῆς καρδίας ἀποτεμόμενος, ὅσῃ διαστελλομένην αὐτὴν
11. ἱκανῶς ὑποδέξεται. τὸ γὰρ ἔτι πλείονα ποιεῖν βλάπτειν
12. ἦν τοῦ θώρακος τὴν εὐρύτητα, ταῖς κατὰ τὰς ἀναπνοὰς
13. εἴσω τε καὶ αὖθις ἔξω φοραῖς τοῦ πνεύματος ἀνακειμένην.
14. ἥκει δή σοι πάλιν ἕτερον θαυμαστὸν ἔργον τῆς φύσεως,
15. ὁ περικάρδιος οὗτος, εἴτε χιτὼν, εἴθ’ ὑμὴν, εἴτ’ οἶκος,
16. εἴθ’ ὅ τι καὶ βούλει καλεῖν, οὕτω μὲν σχήματος ἔχων, ὡς
17. καὶ τὸ περιεχόμενον ὑπ’ αὐτοῦ σπλάγχνον, οὕτω δὲ καὶ
1. μεγέθους, ὡς μήτ’ ἀδικεῖσθαί τι τὸν θώρακα, μήτε τὴν
2. καρδίαν στενοχωρεῖσθαι, τὸν μὲν ἀπολλύντα τι πλέον ἢ δεῖ
3. τῆς εὐρύτητος, τὴν δὲ οὐκ ἔχουσαν ἀναστροφὴν ἱκανὴν ἐν
4. ταῖς κινήσεσι. τὸ δὲ δὴ πάχος αὐτοῦ καὶ ἡ ῥώμη πῶς οὐ
5. θαυμαστὰ συμμετρίας εἰς ἄκρον ἥκοντα; ψαύειν μὲν γὰρ
6. ἔμελλε τῶν τε τοῦ θώρακος ὀστῶν, σκληρῶν δήπουθεν ὄντων,
7. καὶ τοῦ πάντων μαλακωτάτου σπλάγχνου, τοῦ πνεύμονος·
8. καὶ ἦν κίνδυνος, εἰ μὲν σκληρότερος ἐγένετο τοῦ νῦν
9. ὄντος, ἀνιάσασθαι τι πρὸς αὐτοῦ θλιβόμενόν τε καὶ
10. θλώμενον τὸ σπλάγχνον, εἰ δὲ μαλακώτερος, αὐτὸν πείσεσθαί
11. τι πρὸς τῶν ὀστῶν. διὰ ταῦτ’ οὖν, ὥσπερ ἡ θέσις
12. αὐτοῦ μεταξὺ τῶν ἐναντίων ἐστὶν, οὕτω καὶ ἡ τοῦ σώματος
13. οὐσία τῶν ἄκρων ἐν μέσῳ. τοσούτῳ γάρ ἐστιν ὀστοῦ μαλακώτερος,
14. ὅσῳ πνεύμονος σκληρότερος. καὶ διὰ τοῦτο ἄλυπος
15. ἡ πρὸς ἑκάτερον αὐτῷ καθίσταται γειτνίασις, μήτ’
16. αὐτοῦ τι πρὸς τῶν ὀστῶν ἐνοχλουμένου, μήτε βλάπτοντος
17. τὸν πνεύμονα. θαυμαστὸς μὲν δὴ καὶ ὁ περικάρδιος.
18. ἡ δ’ ἐν τοῖς στόμασι τῆς καρδίας τέχνη πολὺ μείζων,
1. ὅσῳ καὶ μείζοσιν ἐνεργείαις ὑπηρετεῖ· σχεδὸν γὰρ ἅπαντα
2. τὰ τῆς καρδίας ἔργα δι’ ἐκείνων ἐπιτελεῖται. πάλιν οὖν
3. ἀναλαβόντες ὑπὲρ αὐτῶν εἴπωμεν, εἰ μέν τι τῶν ἔμπροσθεν
4. ἀδιορίστως ἐλέχθη, διορισάμενοι, προσθέντες δ’, εἴ τι μηδ’
5. ὅλως ἐῤῥέθη. ὅτι μὲν οὖν ἡ καρδία κατὰ τὸν τοῦ διαστέλλεσθαι
6. καιρὸν ἕλκουσα τὰς ῥίζας τῶν ὑμένων ἀνοίγνυσι
7. μὲν τὰ τῶν εἰσαγόντων τὰς ὕλας ἀγγείων στόματα, κλείει
8. δὲ τὰ τῶν ἐξαγόντων, εἴρηταί τε καὶ δέδεικται πρόσθεν.
9. εἴρηται δὲ καὶ ὡς τοῖς ἕλκουσιν ἅπαντα ῥᾷον ὑπακούει τὰ
10. κουφότερα, καὶ ὡς ἐπὶ μὲν τοῖς ἄλλοις στόμασιν ὑμένες
11. ἐπίκεινται τρεῖς, ἐν δὲ τῷ τῆς φλεβώδους ἀρτηρίας οὐκέτι,
12. διότι μόνην αὐτὴν ἐπιτρέπειν δεῖ διεξέρχεσθαι τοῖς ἐκ τῆς
13. καρδίας εἰς τὸν πνεύμονα φερομένοις αἰθαλώδεσι περιττώμασιν.
14. ἐκ τούτων οὖν ἴσως ἄν τις ὑπονοήσειε, μηδὲν ὅλως
15. εἰς τοὐπίσω φέρεσθαι κατὰ τὰ λοιπὰ τρία στόματα τῶν
16. ἀγγείων· ἀλλ’ οὐχ ᾧδ’ ἔχει τἀληθές. ἐν ᾧ γὰρ χρόνῳ συμβαίνει
17. κλείεσθαι τοὺς ὑμένας, ἀναγκαῖον ἐν τούτῳ φθάνειν
1. ἑλκόμενον εἰς τὴν καρδίαν αἷμα καὶ πνεῦμα, καὶ μέν γε
2. κᾀν τῷ συστέλλεσθαι πρὸ τοῦ κλεισθῆναι πάλιν ἀντιπέμπεσθαι
3. κατὰ τὸν τοῦ συγκλείεσθαι χρόνον. ἀλλὰ καὶ κεκλεισμένων
4. ἤδη τῶν ὑμένων ἐνδέχεταί ποτε, τῆς καρδίας
5. σφοδρότερον κινουμένης, παραῤῥυῆναί τι μὴ μόνον ἀτμοῦ
6. καὶ πνεύματος, ἀλλὰ καὶ αὐτοῦ τοῦ αἵματος. ὡς γὰρ ἐπὶ
7. τῆς τραχείας ἀρτηρίας ἐπεδείκνυμεν, ἀδύνατον ἦν μηδὲν
8. παρηθεῖσθαί τι τῶν καταπινόντων ὑγρῶν, οὕτως ἔχειν χρὴ
9. νομίζειν κᾀνταῦθα· τοῦ πλήθους αὐτῶν ἐξευρῆσθαι τῇ φύσει
10. κώλυμα, τοῦ δὲ ὅλως μηδὲν παραῤῥεῖν μηδὲ τοὐλάχιστον
11. ἀδύνατον εὑρεθῆναί τι φυλακτήριον. ἐδείχθη γὰρ
12. οὖν ἡμῖν δι’ ἑτέρων, ὡς ἐν ἅπασι πάντ’ ἐστὶ, καθάπερ
13. Ἱπποκράτης ἔλεγε, καὶ μετέχουσιν αἱ μὲν ἀρτηρίαι λεπτοῦ
14. καὶ καθαροῦ καὶ ἀτμώδους αἵματος, αἱ δὲ φλέβες ὀλίγου
15. καὶ ὁμιχλώδους ἀέρος. οὕτω δὲ καὶ διὰ τοῦ στομάχου παραῤῥεῖν
16. εἰς τὴν γαστέρα τὸ πνεῦμα καταπινόντων τε καὶ
17. εἰσπνεόντων ἐδείκνυτο, καὶ ὅλως μηδὲν εἶναι τῶν ἐν τῷ
1. σώματι καθαρὸν ἀκριβῶς, ἀλλὰ πάντα πάντων μετέχειν.
2. οὐ μὴν ἐξ ἴσου γε κᾀν τούτῳ τὸ μὲν αἵματος ἤ τινος ἄλλης
3. τροφῆς εἶναι, τὸ δὲ πνεύματος ὄργανον. οὕτω τοίνυν
4. καὶ αἱ τῆς καρδίας αὐτῆς κοιλίαι σφύζουσαι μὲν ἀμφότεραι
5. φαίνονται διοιγομένου τοῦ θώρακος, οὐ μὴν ὡσαύτως
6. γε ἐν ἀμφοῖν αἷμα καὶ πνεῦμα περιέχεται· πλεονεκτεῖ γὰρ
7. οὐκ ὀλίγῳ κατὰ μὲν τὴν δεξιὰν ἡ τοῦ αἵματος οὐσία,
8. κατὰ δὲ τὴν ἀριστερὰν ἡ τοῦ πνεύματος.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.16, ed. Kühn, 1822, vol. 3, p. 487-492. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩