Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.17, ed. Kühn, 1822, vol. 3, p. 492-500. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.17

9. Ὅτι μὲν οὖν, ἀρτηρίας εἴ τις ἐπικαίρους
10. τε καὶ πολλὰς ἅμα τρώσειεν, ἐκκενοῦται δι’ αὐτῶν αἷμα,
11. ὡμολόγηται σχεδὸν ἅπασι. καὶ διὰ τοῦτο καὶ ὅσοι ταῖς
12. ἀρτηρίαις οὐδ’ ὅλως αἵματος μεταδιδόασιν, ὥσπερ καὶ ὁ
13. Ἐρασίστρατος, οὐδὲν ἧττον ὁμολογοῦσιν αὐτὰς καὶ οὗτοι
14. συνανεστομῶσθαι ταῖς φλεψίν. εἶτα, καίτοι τεχνικῶς ὑπὸ τῆς
15. φύσεως οἰόμενοι κατεσκευάσθαι πάντα, καὶ μάτην μηδὲν, οὐκ
16. αἰσθάνονται τὰς ἀναστομώσεις ταύτας ὁμολογοῦντες εἰκῆ
17. γεγονέναι. καίτοι γε μικρὸν ἂν ἦν μόνον τοῦτο, μάτην
1. αὐτὰς κατεσκευάσθαι, καὶ μηδὲν ἐκπορίζειν τῷ ζώῳ χρηστόν.
2. ἀλλὰ τὸ τούτου δεινότερον, ὅπερ οὐκ ἂν ἔτι μικρὸν
3. οἰηθείη τις εἶναι τῆς φύσεως ἁμάρτημα, τὸ πρὸς τῷ μηδὲν
4. ὠφελεῖν ἔτι καὶ βλάπτειν τὰ μέγιστα, καὶ τοῦτ’ ἐξ ἀκολουθίας
5. προσίενται. διδάσκει γοῦν αὐτὸς Ἐρασίστρατος ἐπιμελῶς
6. ἡμᾶς, ὡς οὐκ ἐνδέχεται γενέσθαι φλεγμονὴν ἄνευ
7. τοῦ παρεμπεσεῖν ποτε ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας αἷμα.
8. καὶ μὴν, εἴπερ ἀδύνατον ἄλλως γενέσθαι φλεγμονὴν, οὔτε
9. πλευρῖτις ἂν ἔτι τοῖς ζώοις ἐνοχλήσειεν, οὔτε φρενῖτις, οὔτε
10. περιπνευμονία, τῶν ἀναστομώσεων τούτων ἀρθεισῶν, ἀλλ’
11. οὔτ’ ὀφθαλμία γένοιτ’ ἂν, οὐδὲ συνάγχη τις ἢ κυνάγχη,
12. μὴ οὐσῶν τῶν ἀναστομώσεων, οὔθ’ ἥπατος δηλονότι καὶ
13. γαστρὸς καὶ σπληνὸς καὶ τῶν ἄλλων ἑκάστου φλεγμονή.
14. καὶ τί γὰρ ἄλλο, ἢ τὰ πλεῖστα καὶ μέγιστα τῶν νοσημάτων
15. οὐκέτ’ ἂν ἔτι γίγνοιντο, μὴ οὐσῶν τῶν ἀναστομώσεων,
16. ἃς ἡ προνοητικὴ φύσις ἐδημιουργήσατο, μηδὲν μὲν τῷ ζώῳ
17. χρηστὸν ἐκποριζούσας, ὄργανα δὲ μόνον ἐσομένας ὀλεθρίων 
1. νοσημάτων τῆς γενέσεως; οὔτε γὰρ ἐπὶ τοῖς τραύμασιν ἐγίνοντο
2. ἂν αἱ φλεγμοναὶ, τούτων οὐκ οὐσῶν, οὔτ’ ἐπὶ πληθώραις
3. ἐπύρεξεν ἄν τις, οὔτε φλεγμονὴ ἐν ἥπατι ἢ κοιλίᾳ
4. ἢ καρδίᾳ ἤ τινι τῶν ἄλλων, ἐφ’ οἷς ἀεὶ θνήσκουσιν
5. ἄνθρωποι τάχιστα. περὶ μὲν οὖν τῆς Ἐρασιστράτου κατὰ
6. τὰς ἀρτηρίας ὑποθέσεως, εἰς ὅσον ἐναντιοῦταί τε καὶ μάχεται
7. τοῖς ἐναργέσιν ἅπασιν, οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ
8. πλεονάκις ἤδη διειλεγμένον πολλαχοῦ, περιττὸν ἡγοῦμαι νῦν
9. ἐπεξιέναι. τὰς δὲ τῶν ἀρτηριῶν πρὸς τὰς φλέβας ἀναστομώσεις
10. ἡ φύσις οὐκ ἀργῶς οὐδὲ μάτην ἐδημιούργησεν, ἀλλὰ
11. ὑπὲρ τοῦ τὴν ἐκ τῆς ἀναπνοῆς τε καὶ τῶν σφυγμῶν ὠφέλειαν
12. μὴ τῇ καρδίᾳ μόνῃ καὶ ταῖς ἀρτηρίαις, ἀλλὰ καὶ ταῖς
13. φλεψὶ διαδίδοσθαι. γέγραπται δὲ ὑπὲρ τῆς ἐξ αὐτῶν ὠφελείας,
14. ἡλίκη τίς ἐστιν, ἐν ἑτέροις. εἰς δὲ τὴν νῦν ἡμῖν προκειμένην
15. διέξοδον ἀρκεῖ καὶ ταῦτα γινωσκόμενα. καὶ μέν
16. γε καὶ τὸ δεῖν οὐκ ἐκ τῆς αὐτῆς ἅπαντα τρέφεσθαι τροφῆς
17. τὰ μόρια τοῦ σώματος, οὐ πρὸ πολλοῦ λεχθὲν, καὶ
1. αὐτὸ τὴν χρείαν τῆς διαφόρου τῶν ἀγγείων ἐνδείκνυται γενέσεως.
2. εἴπερ γὰρ ἓν ἐγένετο μόνον ἀγγεῖον αἵματος, ἐξ
3. ὁμοίας ἂν ἅπαντα τὰ μόρια τροφῆς ἐτρέφετο. καὶ μὴν ἀλογώτατον
4. τοῦτο καὶ πάντων ἐστὶν ἀτοπώτατον, αἵματος
5. ὁμοίου χρῄζειν εἰς θρέψιν ἧπαρ, εἰ τύχοι, καὶ πνεύμονα,
6. τὸ βαρύτατον καὶ πυκνότατον τῶν σπλάγχνων, τῷ κουφοτάτῳ
7. τε καὶ μανωτάτῳ. διὰ ταῦτα μὲν δὴ καλῶς οὐκ ἀρτηρίας
8. μόνον, ἀλλὰ καὶ φλέβας ἡ φύσις ἐποίησεν ἐν τοῖς
9. τῶν ζώων σώμασι. καὶ διὰ ταῦτα τὸ μὲν ἧπαρ ἐκ φλεβῶν
10. δὴ μόνων τρέφεται, καὶ τούτων λεπτοτάτων τε καὶ μανωτάτων,
11. ὁ δὲ πνεύμων ἐξ ἀρτηριῶν. καὶ γὰρ καὶ αἱ φλέβες
12. αὐτοῦ πρός γε τὸ τρέφειν ἀρτηρίαις ἐοίκασι, καθότι καὶ
13. τοῦτο μικρῷ πρόσθεν ἐλέγετο. θαυμάζειν οὖν χρὴ κᾀνταῦθα
14. τὴν πρόνοιαν τῆς φύσεως, ἀγγείων τε διττῶν εἶδος
15. ἐργασαμένης, ἀναστομωσάσης τε πρὸς ἄλληλα τὰ γειτνιῶντα
16. αὐτῶν πέρατα, καὶ πρὸ τούτων αὐτὰς τῆς καρδίας τὰς
17. κοιλίας, ὥς γε καὶ ταῦτ’ ἐν ἑτέροις ἀποδέδεικται. νυνὶ γὰρ
1. οὐχ, ὅτι τόδε τι γίγνεται κατὰ τὸ σῶμα τοῦ ζώου, πρόκειται
2. δεικνύειν, ἀλλὰ διότι τόδε ἐξ ἀνάγκης προηγεῖται,
3. καθάπερ καὶ Ἀριστοτέλης ἔλεγε, τοῦ διότι τὸ ὅτι, πρὶν
4. ἀναμνῆσαι τῶν ἐνεργειῶν, ἀδύνατον ἐξηγεῖσθαι τὰς χρείας.
5. οἱ τοίνυν ἐν τῇ καρδίᾳ φαινόμενοι βόθυνοι κατὰ
6. τὸ μέσον αὐτῆς μάλιστα διάφραγμα τῆς εἰρημένης ἕνεκα
7. κοινωνίας ἐγένοντο. τά τε γὰρ ἄλλα καὶ προκατειργασμένον
8. ἐν ταῖς φλεψὶ τὸ αἷμα μεταλαμβάνειν ταῖς ἀρτηρίαις
9. ἦν ἄμεινον, ἵν’, ὅπερ ἡ γαστὴρ πρὸς τὰς φλέβας, τοῦτ’
10. ἐκεῖνα πρὸς τὰς ἀρτηρίας ὦσιν. οὐδὲ γὰρ οὐδ’ οὗτος ὁ
11. λόγος ἀδύνατος, ὡς ἀναθυμίασίς τις, εἴ γε ἐστὶν, αἵματος
12. χρηστοῦ τὸ ψυχικὸν πνεῦμα. καὶ εἴρηται μὲν καὶ περὶ
13. τούτων ἐπὶ πλέον ἑτέρωθι. πρὸς δὲ τὰ παρόντα τὴν χρείαν
14. ἀρκεῖ μόνον εἰπεῖν τοῦ καθαρὸν καὶ λεπτὸν ἐν ταῖς ἀρτηρίαις
15. χρῆναι περιέχεσθαι τὸ αἷμα, μελλῆσόν γε τροφὴν
16. παρέξειν τῷ ψυχικῷ πνεύματι. ταῦτα οὖν ἅπαντα μεγάλα
17. τεκμήρια τοῦ καλῶς ὑπὸ τῆς φύσεως ἀπειργάσθαι τὸ διττὸν
1. τουτὶ γένος τῶν ἀγγείων, καὶ πρὸς τούτοις ἔτι τὸ δεῖσθαι
2. μέν τινος ῥώμης καὶ χιτῶνος ἀεὶ μελλούσας κινήσεσθαι τὰς
3. ἀρτηρίας, ἀδύνατον δ’ εἶναι ῥωμαλέον ἅμα καὶ λεπτὸν
4. τοῦτο, παχέος δ’ αὖ γενομένου, μὴ καλῶς ἂν τραφῆναι
5. πολλὰ τοῦ σώματος μόρια. ταῦτ’ οὖν ἅπαντα καθ’ ὅλον
6. τε τοῦ ζώου τὸ σῶμα καὶ πρὸ τούτων ἐν αὐτῇ καρδίᾳ
7. καλῶς ἡ φύσις ἅπαντα παρεσκευάσατο, τὴν κοινωνίαν ἐξευροῦσα
8. ταῖς φλεψὶ πρὸς τὰς ἀρτηρίας διὰ τῶν λεπτῶν ἐκείνων
9. στομάτων. καὶ διὰ τοῦτο μείζων ἐστὶν ἡ εἰς αὐτὴν ἐμφυομένη
10. φλὲψ τῆς ἐκφυομένης, καίτοι κεχυμένον γε τὸ αἷμα
11. διὰ τὴν ἐν αὐτῇ θερμασίαν ὑποδεχομένης· ἀλλ’ ἐπεὶ πολὺ
12. κατὰ τὸ μέσον διάφραγμα καὶ τὰς ἐν αὐτῷ διατρήσεις εἰς
13. τὴν ἀριστερὰν μεταλαμβάνεται κοιλίαν, εὐλόγως ἡ εἰς τὸν
14. πνεύμονα φλὲψ ἐμφυομένη τῆς εἰσαγούσης εἰς τὴν καρδίαν
15. τὸ αἷμα μείων ἐστί. ὡσαύτως δὲ καὶ ἡ ἐκ τοῦ πνεύμονος
16. εἰς τὴν καρδίαν ἀρτηρία παράγουσα τὸ πνεῦμα καὶ αὐτὴ
17. πολὺ μείων ἐστὶ τῆς μεγάλης ἀρτηρίας, ἀφ’ ἧς αἱ κατὰ τὸ
1. σῶμα πεφύκασιν ἅπασαι, διότι τε προσλαμβάνει τι τοῦ
2. παρὰ τῆς δεξιᾶς κοιλίας αἵματος ἡ μεγάλη ἀρτηρία, καὶ
3. διότι πασῶν ἔμελλεν ἀρχὴ γενήσεσθαι τῶν καθ’ ὅλον
4. τὸ ζῶον ἀρτηριῶν. ἐπεὶ δὲ παχὺ καὶ στεγανὸν ἦν τὸ τῆς
5. καρδίας σῶμα, καὶ τροφῆς αὐτῷ παχυτέρας ἔδει, διὰ τοῦτο
6. τῷ παρὰ τῆς κοίλης αἵματι τρέφεται, πρὶν εἰσελθεῖν εἰς τὴν
7. καρδίαν· ἐνταυθοῖ γὰρ γενόμενον θερμὸν καὶ λεπτὸν καὶ
8. ἀτμῶδες ἔμελλεν ἀποδειχθήσεσθαι. κᾀν τούτῳ τὸ δοκοῦν
9. τισιν ἄλογον ὑπάρχειν ἁπάντων εὐλογώτατον εὑρίσκεται,
10. τὴν καρδίαν τῷ πνεύμονι παρασκευάζειν τὴν τροφὴν, ἑαυτῇ
11. δὲ μή. τῷ μὲν γὰρ ἔδει λεπτοῦ καὶ ἀτμώδους αἵματος,
12. τῇ δ’ οὐκ ἔδει. ἡ μὲν γὰρ ἐξ αὑτῆς κινουμένη ῥωμαλέον
13. ἐδεῖτο καὶ παχὺ καὶ στεγανὸν ἔχειν τὸ σῶμα· τὸν πνεύμονα
14. δ’ ὑπὸ τοῦ θώρακος κινούμενον οὔτε βαρὺν, οὔτε
15. πυκνὸν, ἀλλὰ κοῦφόν τε καὶ μανὸν εἶναι βέλτιον ἦν. ἐπεὶ
16. δὲ ἕκαστον, οἷόν ἐστι, τοιαύτης χρῄζει καὶ τροφῆς, εὐλόγως
17. ἡ μὲν καρδία παχέος, ὁ πνεύμων δ’ ἀτμώδους αἵματος 
1. ἐδεήθη. καὶ τοῦτ’ αἴτιον τοῦ μὴ τρέφεσθαι τὴν καρδίαν ἐξ
2. ἑαυτῆς, ἀλλὰ καὶ πρὶν ἐμφῦναι τῇ δεξιᾷ κοιλίᾳ τὴν κοίλην
3. φλέβα, μέρος αὐτῆς τηλικοῦτον, ἡλίκον μάλιστα τρέφειν
4. ἱκανόν ἐστι τὴν καρδίαν, ἀποσχισθὲν ἑλίττεσθαί τε περὶ
5. τὴν κεφαλὴν αὐτῆς ἔξωθεν, καὶ εἰς ἅπαντα τὰ μέρη διασπείρεσθαι.
6. τούτῳ δ’ εὐλόγως ἀρτηρία συμπεριφέρεται καὶ
7. συγκατασχίζεται, τῆς μεγάλης αὖ καὶ ἥδε τηλικοῦτον ἀποβλάστημα
8. γενόμενον, ἡλίκον ἔμελλε μάλιστα τήν τε
9. προειρημένην ἀναψύξειν φλέβα καὶ τοῖς ἔξω μέρεσι τῆς
10. καρδίας τὴν εὐκρασίαν τῆς ἐμφύτου φυλάξειν θερμασίας. οὐ
11. γὰρ ἱκανὸν ἦν ἄρα τὸ ἐκ τοῦ πνεύμονος εἰς αὐτὴν ἀγγεῖον
12. ἐμφυόμενον ἅπαν αὐτῆς ἀναψύξειν τὸ σῶμα, παχὺ καὶ
13. στεγανὸν ἱκανῶς ὑπάρχον. ὡς γὰρ κᾀν τοῖς περὶ τῶν
14. φυσικῶν δυνάμεων ἀποδέδεικται, μέχρι μὲν ὀλίγου τινὸς
15. οἷόν τέ ἐστι δι’ αὐτῶν τῶν σωμάτων ἰέναι ταῖς ὕλαις, ἐπιπλέον
16. δ’ οὐκέτι προιέναι χωρὶς εὐρείας ὁδοῦ. διαπέμπεσθαι
17. ταῖς ὕλαις δυνατόν. καὶ διὰ τοῦτο ἐκ ξυμμέτρου διαστήματος
18. οὐ κατὰ τὴν καρδίαν μόνον, ἀλλὰ καὶ καθ’ ὅλον τὸ ζῶον
1. ἀρτηρίαι καὶ φλέβες ἐτάχθησαν, οὐκ ἄν ποτε τούτου γινομένου
2. μένου πρὸς τῆς φύσεως, εἴπερ ἐπὶ πλεῖστον ἄνευ τινὸς εὐρείας
3. ὁδοῦ διαπέμπειν τὰς ὕλας.

Cliquer un n° de page pour en afficher l’image