4. Ἀρτηρία μὲν οὖν καὶ φλὲψ ἅπαν ἐν κύκλῳ
5. περιέχονται τῆς καρδίας τὸ σῶμα. νεῦρον δ’ οὐδὲν
6. φαίνεται κατεσχισμένον εἰς αὐτὴν, ὥσπερ οὐδ’ εἰς ἧπαρ,
7. ἢ νεφροὺς, ἢ σπλῆνα. μόνον γὰρ δὴ τὸ περικάρδιον σκέπασμα
8. λεπτῶν νεύρων δεχόμενον φαίνεται ἀποβλαστήματα.
9. καὶ τούτων διασχιζομένων ἐμφύσεις μέν τινες αἰσθηταὶ καὶ
10. σαφεῖς, ἐπὶ γοῦν τῶν μειζόνων ζώων, καὶ εἰς αὐτὴν ὁρῶνται
11. τὴν καρδίαν· οὐ μὴν ἔτι γε δυνατὸν αἰσθήσει διαγινώσκεσθαι
12. σαφῶς, ὅπως ἔτι κατ’ αὐτὴν σχίζεται, ἀλλ’ ἔστιν
13. ὁμοιότατος ὁ τρόπος καὶ τῆς ἐκφύσεως καὶ τοῦ μεγέθους
14. τῶν νεύρων καθ’ ἧπάρ τε καὶ νεφροὺς καὶ σπλῆνα. καὶ
15. γὰρ κᾀκείνοις, ὡς εἴρηται πρόσθεν, εἰς μὲν τοὺς χιτῶνας
16. αἰσθητὰ καταφύεται νεῦρα· κατὰ ταὐτὰ δὲ αὐτῶν οὐκέτι
17. σαφῶς ἐστιν ἰδεῖν τὰ σώματα αὐτὰ κατασχιζόμενα. καὶ γέγραπται
18. κατὰ τὸν ἔμπροσθεν λόγον ἱκανῶς ὑπὲρ τῆς τῶν
1. νεύρων εἰς ἅπαντα τὰ σπλάγχνα διανομῆς, ὥστ’, εἴπερ ἐκείνοις
2. προσέσχες τὸν νοῦν, οὐκ ἂν ἔτι δέοιο νῦν ἀκούειν,
3. διὰ τί τῇ καρδίᾳ φυσικὸν ἐχούσῃ τὸ ἔργον ὀλιγίστων ἐδέησε
4. τῶν νεύρων. ὡς γὰρ τοῖς μυσὶν, ὅτι ψυχικῆς ἐνεργείας εἰσὶν
5. ὄργανα, μεγάλων ἅπασι νεύρων ἐδέησεν, οὕτω τῇ καρδίᾳ,
6. μηδεμίαν ἐνέργειαν ψυχικὴν πεπιστευμένῃ, τοσούτων ἦν χρεία
7. νεύρων, ὅσων τῶν εἰρημένων ἑκάστῳ τῶν σπλάγχνων, καὶ
8. προσέτι τῷ πνεύμονι. κοινῇ μὲν γὰρ ἅπαντα ταῦθ’, ἵν’ αἰσθήσεως
9. μετέχῃ, καὶ μὴ παντάπασιν ᾖ φυτὰ, διὰ τοῦτο
10. νεύρων μετέλαβεν· ἰδίᾳ δ’ αὐτῶν ἧπάρ τε καὶ καρδία,
11. διότι καὶ αὐτὰ δυνάμεών τινων ὑπάρχουσιν ἀρχαὶ, τὸ μὲν
12. τῆς ἐπιθυμητικῆς ψυχῆς, τὸ δὲ τῆς θυμικῆς. ἐλέχθη δὲ
13. ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων,
14. ἐπαΐειν ἀλλήλων χρῆναι τὰς ἀρχὰς καὶ συνῆφθαι κατά τι
15. καὶ κοινωνεῖν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.18, ed. Kühn, 1822, vol. 3, p. 500-501. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.18
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩