12. Τὸ τοίνυν ὑπὸ τῶν πλευρῶν ἀφοριζόμενον
13. ἐφ’ ἑκάτερον, πρόσω μὲν ἐπὶ τὰ στέρνα τε καὶ τὰς
14. φρένας ἐξικνούμενον, ὀπίσω δ’ ἐπὶ τὴν ῥάχιν κατακαμπτόμενον,
15. ἅπαν τοῦτο τὸ κύτος ἔθος τοῖς ἰατροῖς ἐστιν ὀνομάζειν
16. θώρακα. καί σοι τὸ μέγεθος αὐτοῦ τῆς ἔνδον κοιλότητος
17. ἡ ἔξωθεν ὁρωμένη σαφῶς ἐπιδείκνυται περίοδος.
1. ὀλίγου γὰρ δεῖν ἴση τῷ φαινομένῳ μεγέθει τοῦ θώρακος
2. ἔξωθεν ἡ ἔνδον εὐρύτης ἐστὶ, μικράν τινα διάστασιν ἀποτεμνομένου
3. τοῦ σώματος αὐτοῦ τῶν πλευρῶν, λεπτοῦ παντάπασιν
4. ὑπάρχοντος. ἐν δὲ δὴ ταύτῃ τῇ κοιλότητι τοῖς
5. μὲν ἰχθύσιν ἡ καρδία μόνη περιέχεται, καὶ διὰ τοῦτ’
6. ἄφωνόν ἐστιν αὐτῶν ἅπαν τὸ γένος, ἑνὸς τῶν ἀναγκαίων εἰς
7. φωνῆς γένεσιν ὀργάνων ἀποροῦν τοῦ πνεύμονος· ὅσα δ’ αὖ
8. ἐξ ἀέρος εἰσπνεῖ ζῶα, καὶ αὖθις εἰς τοῦτον ἐκπνεῖ διὰ στόματος,
9. ἅπασι τούτοις ὁ πνεύμων ἐκπεπλήρωκε τοῦ θώρακος
10. τὴν εὐρύτητα, φωνητικὸν ἅμα καὶ ἀναπνευστικὸν ὄργανον
11. γενόμενος. ἡ δ’ ἀρχὴ τῆς κινήσεως αὐτῷ παρὰ τοῦ θώρακός
12. ἐστιν, ὡς ἐν τοῖς περὶ τῆς ἀναπνοῆς λογισμοῖς ἀποδέδεικται·
13. καὶ μέν γε καὶ ὅσον εἰς φωνῆς γένεσιν συντελεῖ,
14. καὶ τοῦτο ἐν τοῖς περὶ φωνῆς εἴρηται. νυνὶ δ’ οὐκ ἐνεργείας
15. ἀποδεικνύειν, ἀλλὰ τὴν κατασκευὴν τῶν ὀργάνων ἐξηγεῖσθαι
16. πρόκειταί μοι. μὴ τοίνυν μηδ’ ὅτου χάριν ἀναπνέομεν
17. οἴου δεῖν ἡμᾶς ἀποδεικνύναι νῦν. ἀλλὰ καὶ τοῦτο
1. τὸ κεφάλαιον ἐν ἑτέροις ἀποδεδειγμένον ὑπόθεσιν τῷδε τῷ
2. λόγῳ ποιησάμενος ὑπὲρ τῶν κατὰ τὴν καρδίαν καὶ τὸν
3. πνεύμονα καὶ ὅλον τὸν θώρακα μορίων τῆς χρείας δίειμι·
4. σὺν αὐτοῖς δ’, ὡς εἴρηται, καὶ τὴν θέσιν ἐξηγήσομαι τοῦ
5. τε τῆς γαστρὸς στομάχου καὶ τῆς κοίλης φλεβὸς, ἐνθένδε
6. ποθὲν ἀρξάμενος. ἡ χρεία τῆς ἀναπνοῆς τοῖς ζώοις
7. ἐδείχθη διὰ τὴν καρδίαν γίγνεσθαι, τὸ μέν πού τι δεομένην
8. καὶ αὐτὴν τοῦ ἀέρος τῆς οὐσίας, τὸ δέ τι πλεῖστον
9. ὑπὸ θερμότητος ζεούσης ἀναψύχεσθαι ποθοῦσαν. ἀναψύχει
10. δ’ αὐτὴν ἡ μὲν εἰσπνοὴ χορηγίᾳ ποιότητος ψυχρᾶς, ἡ δ’
11. ἐκπνοὴ τοῦ ζέοντος ἐν αὐτῇ καὶ οἷον συγκεκαυμένου καὶ
12. λιγνυώδους ἀποχύσει. διὰ τοῦτ’ οὖν καὶ διπλῆν ἔχει τὴν
13. κίνησιν, ἐξ ἐναντίων μορίων συγκειμένην, ἕλκουσα μὲν,
14. ἐπειδὰν διαστέλληται, κενουμένη δ’ ἐν τῷ συστέλλεσθαι.
15. σκόπει δή μοι πρῶτον ἐνταῦθα τὴν πρόνοιαν τῆς φύσεως.
16. ἐπειδὴ γὰρ ἄμεινον ἦν ἡμῖν ἔχειν φωνὴν, ἐδεῖτο δ’ αὐτῆς
17. ἡ γένεσις ἐξ ἀνάγκης ἀέρος, ὅσον ἔμελλεν ἄλλως ἀργὸν
1. καὶ ἄχρηστον ἐκπνεῖσθαι, τοῦτο ὕλην φωνῆς ἐποιήσατο.
2. τίνα μὲν οὖν ἐστι τὰ ταύτης ὄργανα, καὶ ὅστις αὐτοῖς ὁ
3. τρόπος τῆς κινήσεως, ἐν μὲν τοῖς περὶ φωνῆς ὑπομνήμασιν
4. εἴρηται τελέως. ἐνταυθοῖ δ’, ὅσον ἀναγκαῖον εἰς τὰ παρόντα,
5. λεχθήσεται προελθόντος τοῦ λόγου. τὸ δέ γε νῦν
6. εἶναι τοῦτο πρῶτον ἄξιον ἐπαινεῖν τῆς φύσεως, ὅτι τὴν
7. καρδίαν οὐ διὰ τῆς φάρυγγος εὐθὺς ἔξωθεν ἕλκειν ἐποίησε
8. τὸν ἀέρα, μέσον δ’ ἀμφοῖν ἔθηκε τὸν πνεύμονα, καθάπερ
9. τι ταμιεῖον πνεύματος, ἀμφοτέραις ταῖς ἐνεργείαις ὑπηρετεῖν
10. ἅμα δυνάμενον. εἰ μὲν γὰρ ἐκ τῆς φάρυγγος ἡ καρδία τὴν
11. ὁλκὴν ἐποιεῖτο διαστελλομένη, καὶ αὖθις εἰς ἐκείνην ἐξέπεμπε
12. τὸν ἀέρα συστελλομένη, τὸν αὐτὸν ἀναγκαῖον ἦν
13. γίγνεσθαι ῥυθμὸν τῆς ἀναπνοῆς τῷ σφυγμῷ τῆς καρδίας,
14. κᾀν τούτῳ πολλὰ καὶ μεγάλα βλάπτεσθαι τὸ ζῶον
15. ἔμελλεν, οὐκ εἰς τὸ καλῶς ζῇν μόνον, ἀλλὰ καὶ εἰς αὐτὸ
16. τὸ ζῇν διαφέροντα. τὸ μὲν γὰρ μὴ δύνασθαι φωνεῖν ἐπὶ
17. πλέον, εἴπερ ταῦθ’ οὕτως εἶχεν, οὐ σμικρὸν τοῦ καλῶς ζῇν
1. ἐμπόδιον. οὕτω δὲ καὶ τὸ καθ’ ὕδατος ἀδυνατεῖν διαδύεσθαι
2. φόβῳ πνίξεως. τὸ δὲ μὴ διαδραμεῖν ποτε χωρὶς
3. εἰσπνοῆς οἷόν τ’ εἶναι διὰ καπνὸν, ἢ κονιορτὸν, ἤ τινα
4. μοχθηρὰν ἀέρος καὶ φαρμακώδη ποιότητα, σήψεσί τισι
5. ζώων ἢ ἄλλαις προφάσεσι μιανθέντος, τὴν ζωὴν ἂν αὐτὴν
6. ἔβλαπτεν ἐν τάχει, καὶ τελέως τὸ ζῶον διέφθειρεν. ἐπεὶ
7. δ’ οὔτ’ ἐκ τῆς φάρυγγος, οὔτ’ ἔξωθεν εὐθὺς, ἀλλ’ ἐκ τοῦ
8. πνεύμονός τε καὶ εἰς τὸν πνεύμονα τὴν θ’ ὁλκὴν τοῦ
9. πνεύματος ἡ καρδία καὶ αὖθις τὴν ἔκπεμψιν ποιεῖται,
10. δυνατὸν ἡμῖν ἐγένετο, πολλάκις μὲν ἄχρι πλείστου χρῆσθαι
11. τῇ φωνῇ, πολλάκις δ’ ἀπνευστὶ παντάπασιν ἔχειν, εἰς μηδὲν
12. τῆς καρδίας ἐμποδιζομένης. εἰ δὲ διὰ τῆς φάρυγγος
13. εὐθὺς ἔξωθεν εἷλκεν αὐτὴ καὶ αὖθις εἰς τοὐκτὸς ἀπέχει
14. τὸ πνεῦμα, δυοῖν θάτερον ἀναγκαῖον ἂν ἡμῖν ἐγίγνετο πάσχειν,
15. ἢ ἀκαίρως εἰσπνεῖν ἀέρα μοχθηρὸν, ἢ μηδὲν ὅλως
16. εἰσπνέουσι πνίγεσθαι παραχρῆμα. διὰ ταῦτα μὲν οὖν ἡ
17. φύσις οὐκ αὐτὴν μόνην τὴν καρδίαν ἀναπνευστικὸν ἐποίησεν
18. ὄργανον, ἀλλ’ ἔξωθεν αὐτῇ περιέθηκε πνεύμονα καὶ
1. θώρακα, πνεῦμά τε ἅμα παρασκευάσοντας ἐκείνῃ καὶ φωνὴν
2. τῷ ζώῳ δημιουργήσοντας, ἤδη δ’ ἐξ ἐπιμέτρου τὸν μὲν
3. οἷον ἅλμα μαλακὸν αὐτῇ γενησόμενον, ᾗπερ καὶ ὁ Πλάτων
4. ἔλεγε, τὸν δ’ οἷον εὐερκῆ τινα περίβολον ἀσφαλείας εἵνεκα,
5. οὐ τῇ καρδίᾳ μόνον, ἀλλὰ καὶ τῷ πνεύμονι. μέσην δ’ ἐν
6. ἅπαντι τῷ κύτει τοῦ θώρακος αὐτὴν κατέθετο, χώραν αὐτῇ
7. ἐπιτηδειοτάτην εἰς ἀσφάλειάν θ’ ἅμα καὶ τὴν ἐκ παντὸς
8. τοῦ πνεύμονος ἰσόῤῥοπον ἀνάψυξιν ἐξευροῦσα. νομίζουσι
9. δ’ οἱ πολλοὶ, μὴ μέσην ἀκριβῶς, ἀλλ’ ἐν τοῖς ἀριστεροῖς
10. μᾶλλόν πως τετάχθαι τὴν καρδίαν, ἀπατώμενοι τῷ
11. διασημαίνοντι κατὰ τὸν ἀριστερὸν τιτθὸν σφυγμῷ, τῆς ἐνταῦθα
12. τεταγμένης κοιλίας οὔσης τῆς ἁπασῶν τῶν ἀρτηριῶν
13. ἀρχῆς. ἀλλ’ ἔστιν ἑτέρα κοιλία, πρός τε τὴν κοίλην
14. ἐστραμμένη φλέβα καὶ τὸ ἧπαρ ἐν τοῖς δεξιοῖς μέρεσιν
15. αὐτοῦ, δι’ ἣν οὐκ ἐν τοῖς ἀριστεροῖς τὸ σύμπαν ἡ καρδία
16. τετάχθαι λέγεται, μέση δ’ ἀκριβῶς ὑπάρχει, οὐ ταύτης
17. μόνης τῆς διαστάσεως τῆς κατὰ τὸ πλάτος, ἀλλὰ
18. καὶ τῶν ἑτέρων δυοῖν τῶν εἰς τὸ βάθος τε καὶ μῆκος τοῦ
1. θώρακος διηκουσῶν. ὅσον γὰρ οἱ σπόνδυλοι τῆς καρδίας
2. ἀφεστήκασιν ὀπίσω, τοσοῦτον ἔμπροσθεν τὰ στέρνα·
3. καὶ μέν γε καὶ ὅσον αἱ κλεῖς ἄνω, τοσοῦτον κάτω τὸ διάφραγμα.
4. καὶ διὰ ταῦτα μέση κατὰ πάσας τὰς διαστάσεις
5. τοῦ θώρακος κειμένη, δικαίαν μὲν ἐξ ἁπάντων τοῦ πνεύμονος
6. τῶν μερῶν ποιεῖται τὴν ὁλκὴν, ἀσφαλέστατα δ’ αὐτὴ
7. τέτακται, πάντων τῶν διὰ τοῦ θώρακος αὐτῇ προσπεσουμένων
8. ἔξωθεν ἀπαχθεῖσα ποῤῥωτάτω.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.2, ed. Kühn, 1822, vol. 3, p. 410-416. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩