7. Ταυτὶ μὲν οὖν καὶ τὰ περὶ τὴν καρδίαν
8. ἐστὶ μόρια τοῖς τετελειωμένοις ἤδη ζώοις. ἐπὶ γὰρ τῶν ἔτι
9. κυουμένων ἀναστομώσεις τινὲς ὁρῶνται τῶν περὶ αὐτὴν ἀγγείων,
10. ὑπὲρ ὧν ἐπηγγειλάμην μὲν ἔμπροσθεν ἐρεῖν, εἶπον
11. δ’ οὐδέπω, κάλλιον εἶναι νομίσας ἅπαντα συμπληρῶσαι
12. πρότερον τὸν ὑπὲρ τῶν ἤδη τετελειωμένων ζώων λόγον.
13. ἐπεὶ τοίνυν φαίνεται πέρας ἔχειν, ἀποδοτέον τὴν ὑπόσχεσιν,
14. ἀρχὴν τοῦ λόγου τήνδε ποιησαμένους. ὁ πνεύμων ἐδείκνυτο
15. φλεβώδεις μὲν ἔχειν τὰς ἀρτηρίας, ἀρτηριώδεις δὲ τὰς φλέβας,
16. ὑπέρ τε τοῦ τρέφεσθαι τροφῇ τῇ προσηκούσῃ καὶ
17. προσέτι ῥᾳδίως μὲν ἔχειν συστελλομένας τὰς ἀρτηρίας, οὐ
1. ῥᾳδίως δὲ τὰς φλέβας. ἀλλὰ καὶ περὶ τῶν ὑμένων τῶν καθ’
2. ἕκαστον στόμα τῆς καρδίας ἐπιπεφυκότων ἐδείχθη, τῶν μὲν
3. ἔσωθεν ἔξω φερομένων, ὡς ὑπὲρ τοῦ μὴ παλινδρομεῖν
4. τὰς ὕλας ἐγένοντο, τῶν δ’ ἔξωθεν ἔσω, καὶ τοῦτο μὲν,
5. ἀλλὰ καὶ ὡς ὁλκῆς εἰσιν ὄργανα. δοκεῖ δὴ ταῦτα πάντα
6. καλῶς ἐπὶ τῶν τελέων ζώων γεγονότα κακῶς ἔχειν
7. ἐπὶ τῶν ἔτι κυουμένων. ὥστε καὶ ἀντιλέγοντες ἡμῖν οἱ μηδὲν
8. τὴν φύσιν ὑπολαμβάνοντες ἐργάσασθαι τεχνικῶς ἕν
9. τι καὶ τοῦτο προχειρίζονται τῷ λόγῳ τελέως, ὡς οἴονται
10. καταβάλλειν ἡμῶν τὴν δόξαν. ἐπὶ γάρ τοι τῶν ἐμβρύων φασὶν
11. οὐκ ἐκ τοῦ πνεύμονος εἰς τὴν καρδίαν, ἀλλ’ ἐξ ἐκείνης
12. εἰς τὸν πνεύμονα φέρεσθαι τὸ πνεῦμα. μηδέπω γὰρ ἀναπνέοντος
13. τοῦ ζώου διὰ στόματος, ἀλλ’ ἔτι παρὰ τῆς μήτρας,
14. ὥσπερ τῆς τροφῆς, οὕτω καὶ τοῦ πνεύματος χορηγουμένου
15. διὰ τῶν κατὰ τὸν ὀμφαλὸν ἀγγείων, οὔτ’ εἰς τὴν μεγάλην
16. ἀρτηρίαν τὴν παρὰ ῥάχιν ἐκ τῆς καρδίας, ἀλλ’ ἐξ
17. ἐκείνης εἰς τὴν καρδίαν εἰκὸς ἔρχεσθαι τὸ πνεῦμα, τῷ τε
18. πνεύμονι καὶ αὐτῷ παρὰ τῆς καρδίας εἶναι τὴν χορηγίαν,
1. οὐκ ἐξ αὐτοῦ τῇ καρδίᾳ. καὶ μὴν εἴπερ, φασὶν, ἡ τῶν ὑμένων
2. ἐπίφυσις ἐπὶ μὲν τοῦ τῆς μεγάλης ἀρτηρίας στόματος
3. οὕτως ἔχει κατασκευῆς, ὡς ἤτοι μηδὲν ἢ παντελῶς ὀλίγον
4. ἐξ αὐτῆς εἰς τὴν καρδίαν ἰέναι, κατὰ δὲ τὸ τῆς ἀρτηρίας
5. τῆς φλεβώδους πάλιν αὖ κᾀνταῦθα παντελῶς ὀλίγον ἐκ τῆς
6. καρδίας εἰς τὸν πνεύμονα παραγίνεσθαι, δῆλον, ὡς οὔθ’ ἡ
7. καρδία μεταλήψεται πνεύματος, οὔθ’ ὁ πνεύμων. ὡσαύτως
8. δὲ καὶ τὰ περὶ τῶν ἀγγείων ἐν τῷ πνεύμονι ληρώδη φαίνεσθαι
9. καὶ ψευδῆ φασι. τὴν αὐτὴν γὰρ ἔχειν αὐτὰ φύσιν
10. ἔτι κυουμένων τῶν ζώων, ἥνπερ καὶ ἀποτεχθέντων, καίτοι γε
11. ἀναπνεόντων οὐδέπω διὰ στόματος. ὁ δὲ λόγος, φασὶν,
12. ὁ τὴν χρείαν αὐτῶν τῆς ὑπαλλάξεως ἐξηγούμενος, ὡς ἀναπνεόντων
13. ἤδη διὰ τοῦ στόματος, ἐπεραίνετο. δῆλον οὖν ἐκ τούτων
14. εἶναι νομίζουσιν, ὡς οὔτε προνοεῖται τῶν ζώων ἡ φύσις,
15. ἡμεῖς τε σύμπαντα ταῦτα πιθανῶς μὲν, οὐκ ἀληθῶς δὲ λέγομεν.
16. καὶ χρὴ τὸ μέν τι συγγινώσκειν τοῖς ἀνδράσιν, οὕτω
17. κατατρέχουσιν ἡμῶν τε καὶ τῶν ἔργων τῆς φύσεως, τὸ δέ τι
18. καὶ μέμφεσθαι· συγγινώσκειν μὲν, ὅτι μὴ σοφίζονταί τι,
1. μηδὲ ἁμαρτάνουσι κατά γε τὸν λόγον αὐτὸν, ᾗ λόγος ἐστὶν,
2. ὡς πολλαχόθεν γε καὶ τοῦτο ποιοῦσι, μέμφεσθαι δὲ τῆς
3. περὶ τὴν ἀνατομὴν ὀλιγωρίας, ἧς ἀγνοίᾳ τὰ τοιαῦτα λέγειν
4. ἐτόλμησαν, ὅμοιόν τι παθόντες τῷ τοὺς μὲν ἄλλους ὄνους
5. ἀριθμοῦντι, παραλείποντι δ’, ἐφ’ οὗπερ αὐτὸς ἐκάθητο, κᾄπειτ’
6. ἐγκαλοῦντι τοῖς πέλας ὄνου κλοπῆς; ἢ τῷ ζητοῦντι
7. τῶν ὑφ’ ἑαυτοῦ τι κρατουμένων. τοῦτο μέν γε κᾀγώ
8. ποτε θεασάμενος ἐγέλασα θορυβούμενον μέν τινα, καὶ
9. πάντα τὰ κατὰ τὴν οἰκίαν μεταβάλλοντα καὶ ταράττοντα,
10. καὶ ἀναζητοῦντα χρυσοῦς, οὓς αὐτὸς ἔν τινι χαρτίῳ συνειλημμένους
11. ἐν τῇ ἑτέρᾳ χειρὶ κατεῖχεν. ὡς οὖν ἐκείνοις κεκραγόσι
12. μέγα, μικρὸν, οἶμαι, φθεγξάμενος ἀνὴρ σωφρονῶν
13. τῷ μὲν ἂν ἐπιδείξειε τὸν ὄνον, ἐφ’ οὗ κάθηται, τὸν δ’
14. ἅψασθαι κελεύσειεν ἑαυτοῦ ἀριστερᾶς χειρὸς τῇ δεξιᾷ,
15. κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον κᾀγὼ τοῖς οὕτω κατατρέχουσιν,
16. εἰ μὲν ὀφθαλμοὺς ἔχοιεν, ἐπιδείξω τὸ τῆς μεγάλης
1. ἀρτηρίας ἀποβλάστημα καὶ τῆς κοίλης φλεβὸς τὸ στόμα
2. τοῖς ἔτι κυουμένοις εἰς τὸν πνεύμονα φερόμενα· τυφλοῖς δ’
3. οὖσιν εἰς τὰς χεῖρας ἐνθεὶς ἅπτεσθαι κελεύσω τῶν ἀγγείων.
4. καὶ γὰρ οὐδὲ σμικρὸν ἑκάτερον αὐτῶν οὐδὲ τὸ τυχόν ἐστιν,
5. ἀλλ’ ἱκανῶς εὐρὺ καὶ πόρον ἀξιόλογον ἐντὸς ἑαυτοῦ κεκτημένον,
6. ὃν οὐχ ὅπως ἄν τις ὀφθαλμοὺς ἔχων ἀγνοήσειεν,
7. ἀλλ’ οὐδὲ ἅπτεσθαι δυνάμενος, εἰ μόνον θελήσειεν ἐπὶ τὴν
8. ἀνατομὴν ἀφικέσθαι. καὶ τοίνυν ἀργίας δίκην ὀφείλειν αὐτοὶ
9. δικαιότεροι τῆς φύσεως. ἡ μὲν γὰρ οὔτ’ ἀργῶς, οὔτ’ ἀπρονοήτως,
10. ἀλλ’ (ἅπερ οὗτοι λέγουσι) προτέρα λελογισμένη καὶ γινώσκουσα,
11. μὴ τῆς αὐτῆς δεῖσθαι διοικήσεως τὸν ἔτι κυούμενον
12. καὶ διαπλαττόμενον καὶ ἀκίνητον πνεύμονα τῷ τετελειωμένῳ
13. καὶ ἤδη κινουμένῳ, τὸ μὲν ἰσχυρὸν καὶ παχὺ
14. καὶ στεγανὸν ἀγγεῖον ἀνεστόμωσε πρὸς τὴν μεγάλην ἀρτηρίαν,
15. τὸ δ’ ἀσθενὲς καὶ μανὸν καὶ λεπτὸν εἰς τὴν κοίλην
16. φλέβα. τελέως δ’ ἀμαθεῖς εἰσιν οὗτοι καὶ ῥᾴθυμοι
17. περὶ τὴν τῶν ἔργων τῆς φύσεως ἱστορίαν· χρὴ γὰρ ἰδεῖν
1. αὐτὰ μόνον, ὡς τό γε θαυμάζειν τὴν τέχνην εὐθὺς ἕπεται.
2. τίς γὰρ ἀκηκοὼς ἐκείνων μὲν τῶν λόγων, ὧν αὐτοὶ κατατρέχοντες
3. αὐτῆς λέγουσι, θεασάμενος δὲ τῶν τοσούτων ἀτόπων
4. τὸ ἴαμα διὰ μικρᾶς οὕτως ἐπιτεχνήσεως ἐξευρηκυῖαν
5. τὴν φύσιν, οὐκ ἂν θαυμάσειεν αὐτῆς τὴν τέχνην; οἱ μὲν
6. γὰρ κεκράγασιν, ὡς ἀδικεῖται πάντως ἢ ὁ κυούμενος ἔτι
7. πνεύμων ὁμοίως τῷ τετελειωμένῳ διοικούμενος, ἢ ὁ τέλειος
8. ὡσαύτως τῷ κυουμένῳ· χρῆναι γὰρ ἑτέρας μὲν ἀναπνέοντί
9. τε καὶ κινουμένῳ πνεύμονι διοικήσεως, ἡσυχάζοντι δ’ ἑτέρας·
10. ἡ φύσις δ’ ἄνευ θορύβου καὶ βοῆς αὐτοῖς τοῖς ἔργοις
11. δείκνυσι τὴν δικαιοσύνην. ἣν οἴδαμεν ὅτι καὶ ἀκούων
12. τις ἤδη τεθαύμακεν· οὐ μὴν ἴσον γε τὸ θαῦμα τοῖς ὀφθαλμοῖς
13. τὰ ὦτα παρέχεται, καὶ χρὴ τούτων καὶ τῶν ἄλλως
14. λεγομένων αὐτοπτικὴν πεῖραν γενέσθαι.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.20, ed. Kühn, 1822, vol. 3, p. 503-508. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.20
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩