Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.3, ed. Kühn, 1822, vol. 3, p. 416-418. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.3

9. Μέσος δ’ ὁ θώραξ ὅλος ὑμέσιν εὐρώστοις
10. διείργεταί τε καὶ διαφράττεται, κατὰ τὸ μῆκος αὐτοῦ φερομένοις
11. ἄνωθεν κάτω. καταφύονται δὲ ἀσφαλῶς ὀπίσω
12. μὲν εἰς τοὺς τῆς ῥάχεως σπονδύλους, ἔμπροσθεν δὲ εἰς
13. τὸ κατὰ στέρνον μέσον ὀστοῦν, οὗπέρ ἐστι τέλος κάτω
14. μὲν ὁ ξιφοειδὴς ὀνομαζόμενος χόνδρος, ὁ κατὰ τὸ
15. στόμα τῆς γαστρὸς, ἄνω δὲ τῶν κλειδῶν ἡ σύνταξις. ἡ δὲ
16. χρεία τῶν ὑμένων, ἡ πρώτη μὲν καὶ μεγίστη, δύο κοιλίας
17. ἐργάσασθαι τοῦ θώρακος, ἵν’, εἴποτε, μεγάλου τραύματος
1. ἐν θατέρῳ μέρει γενηθέντος, (ὡς ἐν τοῖς περὶ θώρακος
2. καὶ πνεύμονος κινήσεως ἐλέγομεν,) ἀπόληται τὸ κατ’ ἐκεῖνο
3. τὸ μέρος ἔργον τῆς ἀναπνοῆς, ἡ λοιπὴ κοιλία σωζομένη τὸ
4. γοῦν ἥμισυ τῆς ἐνεργείας διαφυλάττῃ. διὰ τοῦτο οὖν ἡμίφωνον
5. μὲν καὶ ἡμίπνουν ἐπὶ τοῖς εἴσω διασχοῦσι τραύμασι
6. μεγάλοις ἐν θατέρῳ μέρει τοῦ θώρακος εὐθὺς γίγνεται τὸ
7. ζῶον· ἄφωνον δὲ τελέως ἢ ἄπνουν, εἰ ἀμφότεραι συντρηθεῖεν
8. αἱ κοιλίαι. ταύτην τοίνυν οὕτω μεγάλην χρείαν παρεχομένων
9. τῷ ζώῳ τῶν διαφραττόντων ὑμένων τὸν θώρακα,
10. καὶ διὰ τοῦτο μάλιστα γεγονότων, εὐμήχανος ἡ φύσις ὑπάρχουσα,
11. τὸ δι’ ἕτερόν τι δημιουργηθὲν καὶ πρὸς ἄλλο καταχρήσασθαι,
12. τὴν ὡς ἀμφιεσμάτων τε ἅμα καὶ συνδέσμων
13. ἐξ αὐτῶν ὠφέλειαν τοῖς ἐντὸς τοῦ θώρακος ὀργάνοις ἅπασιν
14. ἐτεχνήσατο. καὶ γὰρ τὰς ἀρτηρίας τὰς ἐνταῦθα, καὶ
15. τὰς φλέβας, καὶ τὰ νεῦρα, καὶ τὸν οἰσοφάγον, ἤδη δὲ καὶ
16. αὐτὸν ὅλον τὸν πνεύμονα συνδοῦσί τε τῷ παντὶ θώρακι
17. καὶ σκέπουσιν οἱ ὑμένες οἵδε περιτεινόμενοι. τὴν μὲν οὖν
1. ὡς δεσμῶν χρείαν ἅπασι τοῖς εἰρημένοις παρέχονται ὁμότιμον·
2. τὸ γὰρ ἀπλανὲς τῆς ἕδρας ὁμοίως ἅπασι τοῖς ὀργάνοις
3. χρηστόν ἐστι· τὴν δ’ ὡς χιτώνων τε καὶ περιβλημάτων
4. ἀνόμοιόν τε καὶ πολὺ διαλλάττουσαν. ἔνια μὲν γὰρ
5. αὐτῶν οὐδ’ ὅλως δεῖται σκεπασμάτων, ὅσα φύσει παχέα καὶ
6. ἰσχυρὰ, καθάπερ αἱ ἀρτηρίαι καὶ ἡ καρδία καὶ ὁ στόμαχος·
7. ἔνια δὲ χρῄζει μὲν, ἀλλὰ μετρίως, ὥσπερ ὁ πνεύμων.
8. αἱ μέντοι φλέβες καθ’ ὅλον τὸν θώρακα μεγίστης
9. ὠφελείας ἀπολαύουσιν ἐκ τῆς τῶν ὑμένων ἐκφύσεώς τε καὶ
10. περιφύσεως, καὶ μάλιστ’ αὐτῶν ἡ κοίλη, περὶ ἧς εὐθὺς
11. λέγειν ἐν ἀρχῇ προθέμενοι τοσοῦτον ἐδεήθημεν ἐξηγήσεως
12. τῶν κατὰ τὸν θώρακα μορίων, ὡς γνῶναι τήν τε καρδίαν
13. αὐτὴν, τίνα θέσιν ἔχει, καὶ προσέτι τοὺς διαφράττοντας αὐτὴν
14. ὑμένας, ὡς ἀπὸ μέσων τῶν στέρνων ἐπὶ τὴν ῥάχιν διήκουσιν
15. δίχα τέμνοντες ὅλον τὸν θώρακα.

Cliquer un n° de page pour en afficher l’image