16. Καὶ τοίνυν καὶ τὴν κοίλην φλέβα, μεγίστην
17. τῷ ζώῳ παρεχομένην χρείαν, ὡς ἐν τοῖς ἔμπροσθεν ἐδείκνυτο
1. λόγοις, ἀναγκαῖον μὲν ἦν διὰ μέσων τῶν φρενῶν ἐπὶ τὴν
2. καρδίαν ἀναφέρεσθαι, καὶ αὖθις ἐντεῦθεν ἐπὶ τὴν τῆς
3. σφαγῆς καλουμένης ἀνιέναι χώραν, ὥστε καὶ τοῦτο δεδείξεται.
4. κινουμένης δὲ διὰ παντὸς τῆς τε καρδίας αὐτῆς, καὶ
5. τοῦ πνεύμονος, καὶ τῶν φρενῶν, καὶ ὅλου τοῦ θώρακος,
6. οὐκ ἦν ἀσφαλὴς ἡ διὰ μέσης αὐτοῦ τῆς εὐρυχωρίας ὁδὸς,
7. εἰ μή τινας ἔξωθεν ἡ φύσις ἐπικουρίας ἐτεχνήσατο, δι’ ἃς
8. καίτοι σειομένη διὰ παντὸς ἡ κοίλη φλὲψ καὶ οἷον κρεμαμένη
9. πρός τε ταῦτ’ ἀντέχει, καὶ εἰ καταπίπτοι ποτὲ ἐπὶ
10. τὴν ῥάχιν ἤ τὰ στέρνα σφοδρῶς τὸ ζῶον, ἢ πρός τινος
11. τῶν ἔξωθεν πληττομένη, σώα τε καὶ ὑγιὴς, οὐδὲν ἐκ τοῦ
12. λεπτὸν ἕνα σχεῖν χιτῶνα τῆς πολλαπλασίου τὸ πάχος ἀρτηρίας,
13. εἰς ἀσφάλειαν ἀπολειπομένη. τίνες οὖν αἱ μηχαναὶ
14. τῆς δυσπαθείας αὐτῇ πρὸς τῆς φύσεως ἐξεύρηνται, ἤδη
15. λεκτέον. αἱ μὲν κοιναὶ πάντων αὐτῆς οὐ μόνον τῶν μερῶν,
16. ἀλλὰ καὶ τῶν ἐκφύσεων, οἱ προειρημένοι χιτῶνες ὑπάρχουσι,
17. συναποφυόμενοι μὲν ἁπάσαις αὐταῖς ἕνεκα τοῦ συνδεῖν
18. τε ἅμα τοῖς τε παρακειμένοις ἑκάστοτε μορίοις καὶ τὸν
1. ὅλον ὄγκον τοῦ χιτῶνος ἐργάζεσθαι ῥωμαλεώτερον, αὐτὴν
2. δὲ τὴν κοίλην ἀναφέροντες ἀπὸ τῶν φρενῶν ἄχρι καὶ τῆς
3. σφαγῆς. ἡ δὲ καθ’ ἕκαστον αὐτῆς μέρος ἐπικουρία τριχῇ
4. νενέμηται, κατὰ μὲν τὰ μέσα τοῦ θώρακος οἷον χεῖρά τινα
5. τῆς καρδίας ὀρεγούσης αὐτῇ νευρώδη τε καὶ ἰσχυρὰν ἀπόφυσιν,
6. ἐν δὲ τοῖς κατωτέρω μέρεσι τὸν πέμπτον λοβὸν τοῦ
7. πνεύμονος ὑποτεταμένον ἐχούσης, ἐν δὲ τοῖς ἄνω μέγιστόν
8. τε καὶ μαλακώτατον ἀδένα τὸν καλούμενον θύμον. ἀλλ’ ἡ
9. μὲν τῆς καρδίας ἀπόφυσις οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ
10. πρὸς ἄλλο τι μεγάλως χρήσιμον αὐτῇ τῇ καρδίᾳ γέγονεν,
11. ὃ προϊόντος ἐξηγήσομαι τοῦ λόγου. τὸν δὲ πέμπτον λοβὸν,
12. ὥσπερ οὖν καὶ τὸν θύμον, ἕνεκα τῆς μεγάλης φλεβὸς ἡ
13. φύσις ἐδημιούργησε. καί σε θαυμάσειν οἶμαι μᾶλλον, οὐκ
14. εἰ τῷ λόγῳ τὸ πᾶν ἐπιτρέποις, ἀλλ’ εἰ βουληθείης διελὼν
15. ζῶον ὁτιοῦν αὐτόπτης γενέσθαι τοῦ θαύματος. οὐ μόνον
16. γὰρ ὑποβεβλημένον ὄψει τῇ φλεβὶ τὸν λοβὸν, ἀλλὰ καὶ
17. κοῖλον ἀτρέμα γιγνόμενον, ὡς μὴ σφαλερὰν εἶναι τὴν ἐπίβασιν
18. αὐτῆς. οὐ μὴν οὐδ’ ἀγγείοις διαπέπλεκται μεγάλοις
1. ἢ πολλοῖς ὁ λοβὸς οὗτος, ἀλλ’ ἔστιν αὐτοῦ τὸ πλεῖστον
2. μέρος τῆς οὐσίας ἡ τοῦ πνεύμονος σὰρξ, ἣν ἔνιοι καλοῦσι
3. παρέγχυμα, σαφῶς κᾀν τούτῳ τῆς φύσεως ἐνδεικνυμένης,
4. ὡς οὐκ ἀναπνευστικὸν ὄργανον, ἀλλ’ ὡς ὑποστόρεσμά τι
5. μαλθακὸν τῇ κοίλῃ φλεβὶ τὸν λοβὸν τοῦτον ἐδημιούργησε·
6. πρέπειν γὰρ οἶμαι τῷ μὲν ἀναπνευστικῷ, πολλὰς καὶ μεγάλας
7. ὑποδοχὰς ἔχειν πνεύματος, τῷ δ’ ὀχήσειν ἀλύπως τε
8. καὶ ἀσφαλῶς μέλλοντι τὸ ἐπικείμενον ὄργανον, ἥκιστα μετέχειν
9. τοῦ διαστέλλεσθαί τε καὶ ὅλως τοῦ κινεῖσθαι σφοδρῶς.
10. ἡ μὲν γὰρ τῶν ἀναπνευστικῶν ὀργάνων χρεία διὰ
11. κινήσεως, ἡ δὲ τῶν ὑποστορεσμάτων δι’ ἡσυχίας ὀρθῶς
12. ἂν γίγνοιτο. καὶ τοίνυν κᾀκ τοῦ δύο μὲν ἐν τοῖς ἀριστεροῖς
13. μέρεσι τοῦ. θώρακος ποιήσασθαι τοὺς λοβοὺς, τρεῖς δ’ ἐν
14. τοῖς δεξιοῖς, ἱκανῶς ἡ φύσις ἐνδείκνυται τὴν χρείαν αὐτοῦ.
15. τῆς γὰρ κοίλης φλεβὸς ἐκ μὲν τῶν δεξιῶν μερῶν τοῦ ζώου
16. τῶν κατὰ τὸ ἧπαρ ὁρμωμένης, πρὸς δὲ τὴν δεξιὰν κοιλίαν
17. τῆς καρδίας ἀναφερομένης, καὶ διὰ τοῦτ’ ἐν τοῖς δεξιοῖς
18. τὴν θέσιν ἐχούσης, ἀναγκαῖον ἦν τὸν ἕνεκα ταύτης δημιουργηθέντα
1. λοβὸν ἐν τοῖς δεξιοῖς τοῦ θώρακος τετάχθαι.
2. καί σοι καὶ τοῦτο τῆς δικαίας φύσεως ἔργον (αἰσθήσει μὲν
3. ἴσως ψιλῇ χωρὶς νοῦ φαντασθησόμενον ἄδικον, ἀληθείᾳ· δ’,
4. εἴ πέρ τι καὶ ἄλλο, δικαιότατον ὑπάρχον) ὑμνεῖσθαι προσήκει,
5. τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ φαντασίαν ἐκλεξαμένης
6. ἴσον, ὅπερ ἦν ἀληθοῦς τε καὶ θείας ἔργον δικαιοσύνης.
7. ἔνθα μὲν γὰρ ἑκατέρου τῶν ὀργάνων ὁμότιμος ἡ τῆς ἐνεργείας
8. ὑπάρχει χρεία, καθάπερ ὀφθαλμοῖς καὶ ὠσὶ καὶ
9. χερσὶ καὶ ποσὶν, ἐνταῦθ’ ἀκριβῶς ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς
10. ἐποίησεν. ἔνθα δὲ κατὰ τι πλεονεκτεῖ θάτερον διά
11. τινα χρείαν ἐξαίρετον, ἐνταῦθα καὶ μόριόν τι περιττότερον
12. ἐδημιούργησεν, ὡς ἐπί τε τῶν ὀργάνων τῆς τροφῆς ἐπεδείξαμεν
13. ἐν τῷ πρὸ τούτου λόγῳ, καὶ νῦν οὐδὲν ἧττον φαίνεται
14. τὰ κατὰ τὸν πέμπτον λοβὸν τοῦ πνεύμονος ἔχειν,
15. ὃν ἕνεκα τῆς κοίλης φλεβὸς ἡ φύσις ἐργασαμένη, καὶ μέγεθος
16. αὐτοῦ, καὶ πλοκὴν, καὶ θέσιν, καὶ σχῆμα, καὶ
17. τἄλλα πάντα, πρὸς τὴν χρείαν ἀποβλέπουσα, διεκόσμησεν.
1. οὐδ’ ἐστὶν εὑρεῖν οὐδὲν ζῶον, ὅτῳ μὴ πλεονεκτεῖ μονάδι
2. μιᾷ τῶν ἐν τοῖς δεξιοῖς τοῦ πνεύμονος λοβῶν ὁ ἀριθμὸς
3. παρὰ τοὺς ἐν τοῖς ἀριστεροῖς. καίτοι γε οὐ πάντα τὰ ζῶα
4. δύο λοβοὺς καθ’ ἑκάτερον ἔχει τὸ μόριον, ὥσπερ ὁ ἄνθρωπος,
5. ἀλλ’ ἔστιν οἷς καὶ πλείους εἰσίν. ἅπασιν
6. οὖν εἷς τις ἐξαίρετος ὑποβέβληται τῇ κοίλῃ φλεβί. περὶ
7. μὲν δὴ τοῦ καθ’ ἕκαστον τῶν ἄλλων ζώων ἀριθμοῦ τῶν λοβῶν
8. οὐ πρόκειται λέγειν· οὐδὲ γὰρ οὐδ’ ἄλλου τινὸς αὐτῶν
9. ὀργάνου τῆς κατασκευῆς ὁ λόγος ἐφήψατο, πλὴν εἴπου κατ’
10. ἀνάγκην τινὰ τῆς εἰς ἄνθρωπον ἐξηγήσεως ἀφορμὰς ποριζόμενος.
11. εἰ δὲ μὴ φθάσαιμεν ἀποθανεῖν, ἐξηγησόμεθά ποτε
12. καὶ τὴν ἐκείνων κατασκευὴν, ἐπὶ λεπτὸν οὕτω κατατέμνοντες,
13. ὥσπερ καὶ τὴν ἀνθρώπων. νυνὶ δὲ ἀγαπῴημεν, εἰ εἰς
14. τῆς παρούσης διεξόδου τὸ τέλος ἐφικώμεθα, πλέον ἔτι τὸ
15. λειπόμενον ἐχούσης τῶν ἤδη διηνυσμένων. ὅθεν ἀρκείτω γε
16. τοσοῦτον εἰπόντας ἀπαλλάττεσθαι πρὸς ἕτερα, διότι τοῦ
17. θώρακος ἐν τῷ διαστέλλεσθαι τὸ μὲν ἄλλο πᾶν κύτος ὁ
18. ἄνωθεν ἐκπληροῖ λοβός· ὅσον δὲ αὐτοῦ μέρος αἱ νόθαι
1. πλευραὶ λοξὸν καὶ στενὸν ἀποτέμνονται κάτω, τοῦτο ἄλλος
2. προμήκης καταλαμβάνει. καὶ οὕτω δύο μὲν καθ’ ἑκάτερον
3. μέρος οἱ μεγάλοι λοβοὶ γίγνονται· πέμπτος δ’ ὁ μικρὸς ἐν
4. τοῖς δεξιοῖς ἕνεκα τῆς κοίλης φλεβὸς, ἀπὸ τοῦ διαφράγματος
5. ἄχρι τοῦ τῆς καρδίας ὠτὸς ἐκτεταμένος. ἐντεῦθεν δὲ
6. τὸ μὲν τῆς κοίλης εἰς τὴν καρδίαν αὐτὴν ἐμφύεται· τὸ δὲ
7. ἕτερον μέρος τὸ μεῖζον ὄρθιον ἐπὶ τὴν σφαγὴν ἀναφέρεται,
8. μέχρι μέν τινος ὑπὸ τῶν τῆς καρδίας ἀποφύσεων ἀποπεμπόμενον,
9. ἐφεξῆς δ’ ἐπιβαῖνον τῷ θύμῳ καλουμένῳ. τοῦτον
10. γὰρ δὴ τὸν ἀδένα μέγιστόν τε ἅμα καὶ μαλθακώτατον
11. ὑπέτεινεν ἡ φύσις τοῖς ἄνω μέρεσι τοῦ μέσου κατὰ τὸ στῆθος
12. ὀστοῦ τοῦ στέρνου καλουμένου, ὡς μήτε ψαύειν αὐτὸ
13. τῆς κοίλης φλεβὸς, καὶ τὰς ἄλλας ἁπάσας ἐκφύσεις αὐτῆς
14. τὰς ὲν τούτῳ τῷ χωρίῳ γινομένας, παμπόλλας οὔσας, στηρίζεσθαι,
15. καθ’ ἃ πρῶτον ἐκφύονται. πανταχοῦ γὰρ, ὅπου μετέωρον
16. ἀγγεῖον ἡ φύσις σχίζει, πάντως ἐνταῦθα μέσον ἀδένα
17. τὴν σχίσιν πληροῦντα κατατίθησιν. ἔστι δ’ ἐν τούτῳ τῷ
1. τόπῳ φλεβῶν ἀποβλαστήματα μεγίστων εἰς ὠμοπλάτας καὶ
2. χεῖρας φερομένων, καὶ πρὸ τούτων ἔτι ἄλλων, τῶν μὲν τοῖς
3. ἄνω μέρεσι τοῦ θώρακος διανενεμημένων, τῶν δὲ εἰς τὰ
4. πρόσω καὶ κάτω διασπειρομένων, ὧν ἡ μεγίστη μοῖρα κατὰ
5. τοὺς τιτθοὺς ἐνεχθεῖσα μέχρι τῶν καθ’ ὑπογάστριον ἐκτείνεται
6. χωρίων. ταύταις πάσαις ταῖς ἀπονεμήσεσι τῶν
7. φλεβῶν καὶ πρὸ τούτων αὐτῇ τῇ κοίλῃ τὸν προειρημένον
8. ἀδένα μέγιστον ὄφελος ἡ φύσις ἐτεχνήσατο, διάφραγμά
9. τε ἅμα τῶν πλησίον ὀστῶν εἵμασι καταθεῖσα τοῖς
10. ἐν τοῖς πιλητικοῖς κτίσμασιν ὁμοιότατον, ἕδραν τε παρέξοντα
11. καὶ πολλὴν ἅπασιν αὐτοῖς ἀσφάλειαν ἐκποριοῦντα. τὴν μὲν
12. δὴ κοίλην φλέβα κατὰ τόνδε τὸν τρόπον ἀπὸ τοῦ διαφράγματος
13. ἄχρι τοῦ τραχήλου μετὰ πάσης ἀσφαλείας
14. ἀνήγαγεν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 6.4, ed. Kühn, 1822, vol. 3, p. 418-425. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩