Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.5, ed. Kühn, 1822, vol. 3, p. 425-428. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.5

15. Ἔμπαλιν δ’ αὐτῇ φερόμενον ἄνωθεν κάτω τὸν
16. οἰσοφάγον, ὡς ἂν ὁδὸν ὑπάρχοντα τῆς ἐκ τοῦ στόματος εἰς τὴν
17. γαστέρα καταφερομένης τροφῆς, ἐν ᾧ μάλιστα καταθέσθαι τοῦ
1. θώρακος ἐπιτηδειότατον ἦν, ἐν τούτῳ κατέθετο. καί μοι
2. καὶ νῦν ἤδη προσέχειν ἀξιῶ τὸν νοῦν ἐπαγγελλομένῳ δείξειν
3. οὐκ αὐτῷ μόνῳ τῷ στομάχῳ τὴν διὰ τοῦ θώρακος ὁδὸν
4. ἄριστα παρεσκευασμένην, ἀλλὰ καὶ τοῖς τοῦ πνεύμονος ὀργάνοις
5. ἀλυπότατον. τόν τε γὰρ πνεύμονα, καὶ τὴν καρδίαν,
6. καὶ ὅλον τὸν θώρακα, σὺν ταῖς ἀρτηρίαις ἁπάσαις
7. ταῖς κατ’ αὐτὸν, ἐχρῆν δή που διαστελλόμενά τε καὶ συστελλόμενα
8. μηδὲν ἐμποδίζεσθαι πρὸς μηδετέραν τῶν
9. κινήσεων ὑπὸ μηδενὸς, αὐτόν τε τὸν στόμαχον μὴ διὰ μέσης
10. εὐρυχωρίας τοῦ θώρακος διεκπίπτειν οἷον κρεμάμενον,
11. ἀλλ’ ἐπ’ ἀσφαλοῦς τινος ἕδρας ἀναπαύεσθαι. ταῦτ’ οὖν
12. ἀμφότερα, τά τε τοῖς τοῦ πνεύματος ὀργάνοις ἀλυπότατα
13. καὶ τὰ τῷ στομάχῳ λυσιτελέστατα, διὰ τῆς ἐπικαίρου θέσεως
14. αὐτοῦ θαυμαστῶς ἡ φύσις ἐξεπορίσατο. κατὰ γὰρ τῶν
15. τῆς ῥάχεως σπονδύλων ἐποχούμενος, καὶ συνδεδεμένος τούτοις,
16. καὶ τούτῳ τῷ τρόπῳ διερχόμενος ὅλον τὸν θώρακα,
17. σὺν τῷ τῆς θέσεως ἑδραίῳ τε καὶ πανταχόθεν ἀσφαλεῖ
18. καὶ τὸ μηδὲν ἐνοχλεῖν μήτε τῇ καρδίᾳ μήτε τῷ πνεύμονι
1. μήτ’ ἄλλῳ τινὶ τῶν κατὰ τὸν θώρακα μορίων ἐπεκτήσατο.
2. καὶ γάρ τοι καὶ τὸ σκολιὸν αὐτῆς τῆς θέσεως ἔτι μᾶλλόν
3. σε διδάξει, πρὸς δύο ταῦτα ἀποβλέπουσαν τὴν φύσιν, ὡς
4. μήτ’ ἐνοχλοίη τι τοῖς τοῦ πνεύματος ὀργάνοις, μήτ’ αὐτός
5. τι βλάπτοιτο, τὴν ὁδὸν ταύτην αὐτῷ τεμέσθαι. κατὰ μὲν
6. γὰρ τῆς μέσης χώρας τῶν πρώτων τοῦ νώτου τεττάρων
7. σπονδύλων ἀκριβῶς ἐκτέταται μηδαμόσε παρατρεπόμενος,
8. ὡς ἂν πρὸς τῷ μηδὲν μέλλειν στενοχωρεῖν τῶν κατὰ τὸν
9. θώρακα καὶ τὴν ἕδραν ἀσφαλῆ διὰ τῆς τοιαύτης θέσεως
10. ἕξων μάλιστα καὶ πρὸς μηδενὸς τῶν ἔξωθεν ἑτοίμως ἀδικηθησόμενος.
11. ὄπισθεν μὲν γὰρ αὐτοῦ προκειμένων ἅμα
12. τοῖς σπονδύλοις τῶν κατὰ τὴν ῥάχιν ἀποφύσεων, ἃς ἀκάνθας
13. ὀνομάζουσιν, ἔμπροσθεν δὲ τοῦ στέρνου καὶ παντὸς
14. τοῦ κατὰ τὸν θώρακα κύτους, εὔδηλον ὡς οὐδὲν τῶν ἔξωθεν
15. ἐμπεσόν ποτ’ αὐτῷ καὶ τρῶσαι καὶ θλάσαι δυνήσεται,
16. τοσούτοις τε καὶ οὕτως ἰσχυροῖς προβλήμασι πανταχόθεν
17. ὀχυρωθέντι. κατὰ δὲ τὸν πέμπτον σπόνδυλον ἐκτρέπεται
1. μὲν τῆς κατ’ εὐθὺ κάτω φορᾶς εἰς τὰ δεξιὰ μέρη μεθιστάμενον,
2. ἑτέρῳ δὲ ὀργάνῳ κυριωτέρῳ παραχωρεῖ τῆς βελτίονος
3. ἕδρας, τῇ μεγίστῃ πασῶν ἀρτηρίᾳ. ταύτην γὰρ ἐκ μὲν τῆς
4. ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφυομένην, εἰς ἅπαν δὲ τὸ σῶμα
5. τοῦ ζώου διανεμομένην, δίκαιον ἦν δήπου, πρῶτα μὲν δίχα
6. σχισθῆναι τμήμασιν ἀνίσοις, καὶ μεῖζον αὐτῶν γενέσθαι πολλῷ
7. τὸ κάτω φερόμενον, ὅτι καὶ τοῦ ζώου παντὸς τὰ κάτω τῆς καρδίας
8. μόρια πολλῷ πλείω τε καὶ μείζω τῶν ἄνω, κατά τε τῆς
9. ἀρίστης χώρας ἐπιβῆναι τῶν σπονδύλων, ἥτις ἦν ἡ μέση.

Cliquer un n° de page pour en afficher l’image