Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.6, ed. Kühn, 1822, vol. 3, p. 428-432. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.6

10. Διὰ τί δ’ ἐπὶ τὸν πέμπτον σπόνδυλον ἥκει
11. ἡ ἀρτηρία, καὶ ὡς οὔτ’ ἀνωτέρω βέλτιον ἦν οὔτε κατωτέρω
12. τῆς ῥάχεως ἐπιβαίνειν αὐτὴν, ὀλίγον ὕστερον εἰρήσεται, τὸν
13. περὶ τοῦ στομάχου λόγον ἅπαντα πρότερον ἡμῶν διεξελθόντων,
14. ὃν ὅτι μὲν ἀποχωρῆσαι τῆς μέσης χώρας ἄμεινον ἦν,
15. ὀρθῶς ἀποδέδεικται, διότι δ’ ἐπὶ τὰ δεξιὰ μέρη μᾶλλον,
16. οὐκ ἐπὶ θάτερα, τοῦτ’ ἤδη μοι δεικνύντι προσέχετε τὸν
17. νοῦν. ἐπιβαίνει μὲν ἡ ἀρτηρία τῇ μέσῃ χώρᾳ τῶν σπονδύλων, 
1. οὐ μὴν σφόδρα γε τυραννικῶς καὶ πλεονεκτικῶς ἀπελαύνει
2. τὸν στόμαχον, ἀλλὰ βραχύ τι καὶ αὐτὴ παραχωροῦσα
3. δέχεται καὶ προσίεται κοινωνὸν τῆς κατὰ τῶν σπονδύλων
4. ἕδρας αὐτόν. ὥστ’, εἴ μοι νοήσεις τινὰ γραμμὴν ἄνωθεν
5. κάτω διὰ μέσης τῆς ῥάχεως τεταμένην, ἐπιβεβηκυῖάν τε
6. κατὰ ταύτης γραμμῆς τὴν μεγάλην ἀρτηρίαν οὕτως, ὥστε τὸ
7. πλέον μὲν αὐτῆς ἐν τοῖς ἀριστεροῖς εἶναι τοῦ ζώου μέρεσι,
8. τὸ δὲ ἔλαττον ἐν τοῖς δεξιοῖς, οὔ σοι δόξει διαφέρεσθαι
9. πρὸς ἑαυτὸν ὁ λόγος, ἅμα μὲν τὴν μέσην χώραν τῶν
10. σπονδύλων ὑπὸ τῆς ἀρτηρίας κατειλῆφθαι φάσκων,
11. ἅμα δ’ οὐκ ἀκριβῶς εἶναι μέσην αὐτὴν, ἀλλὰ πλέον ἐπιλαμβάνεσθαι
12. τῶν ἀριστερῶν. ὥσπερ γὰρ, ὅτι κυριωτέραν
13. αὐτὴν ὑπάρχουσαν τοῦ στομάχου δίκαιον ἦν οἷον ἐν προεδρίᾳ
14. τετάχθαι, καλῶς εἴρηται πρόσθεν, οὕτως, ὅτι μηδὲ ὁ
15. στόμαχος ἄκυρόν ἐστι μόριον, ὡς ἀμεληθῆναι παντάπασιν,
16. ἐννοεῖν ἡμᾶς προσήκει. συντεθέντων ἀμφοῖν τῶν λογισμῶν,
17. οὐκ ἂν. ἔχοις ἑτέραν χώραν οὐδετέρων τῶν ὀργάνων ἐξευρεῖν
18. ἀμείνονα τῆς νῦν ὑπαρχούσης. ἀλλ’ ἐπεὶ κατὰ τῆς μέσης
1. γραμμῆς ἐπιβεβηκέναι πάντως ἐχρῆν τὴν ἀρτηρίαν, ἀποχωρεῖν
2. τε βραχὺ πρὸς τὰ πλάγια, σκόπει πάλιν κᾀνταῦθα τὴν
3. πρόνοιάν θ’ ἅμα καὶ τὴν τέχνην τῆς φύσεως. ἐκ γὰρ τῶν
4. ἀριστερῶν μερῶν τῆς καρδίας ἐκφυομένην τὴν ἀρτηρίαν εὔλογον
5. ἦν δήπου τοῖς ἀριστεροῖς ἐπιβαίνειν μέρεσι κατ’ εὐθὺ
6. φερομένην. ἐὰν δήπου τὸ ἐν μέσῳ πᾶν τῆς καρδίας καὶ
7. τῆς ῥάχεως οἷον κρεμαμένη τε καὶ ἀστήρικτος διέρχηται,
8. μεῖζον οὐδὲν ἦν ὄφελος ἐν οὕτω σφαλερῷ χωρίῳ βραχέος
9. διαστήματος. ἀτὰρ οὖν καὶ θαυμάζειν οἶμαί σε ταῖς ἀνατομαῖς
10. ὁμιλήσαντα καὶ θεασάμενον αὐτὸν, ὡς τὸ πάντων
11. ἐλάχιστον διάστημα, τὸ μεταξὺ ῥάχεώς τε καὶ καρδίας, ἡ
12. ἀρτηρία κατείληφεν, ἐναργῶς ἐνδεικνυμένη τοῖς ὀφθαλμούς
13. τε καὶ νοῦν ἔχουσιν, ὡς ἐπείγοιτο πρὸς τὴν ῥάχιν. αὕτη
14. καὶ τοῦ κατὰ τὸν πέμπτον ἐπιβαίνειν τοῦ νώτου σπόνδυλον
15. ἡ αἰτία· κατ’ εὐθὺ γὰρ ἀκριβῶς τῆς ἀρχῆς τοῦδε τοῦ
16. σπονδύλου τὴν ἐκ καρδίας ἔκφυσιν ἔχει. ἀλλὰ περὶ μὲν
17. τῶν τοῦ πνεύματος ὀργάνων ὀλίγον ὕστερον ἐροῦμεν. ὁ δὲ
18. στόμαχος τῆς γαστρὸς ἐπὶ μὲν τῶν τεττάρων τῶν πρώτων
1. τοῦ θώρακος σπονδύλων ἐπιβέβηκε, τοῖς δ’ ὀκτὼ τοῖς λοιποῖς
2. ἐκ τῶν δεξιῶν παρατέταται, δι’ ἃς εἴπομεν αἰτίας.
3. ὅταν δὲ δὴ πρῶτον ἅψηται τῶν φρενῶν, αἳ δὴ τὸ κάτω
4. πέρας εἰσὶ τοῦ θώρακος, ὑμέσιν ἰσχυροῖς εἰς ἱκανὸν ὕψος
5. ἐξαιρόμενος ὑπερβαίνει τὴν μεγάλην ἀρτηρίαν αὖθις ἐπὶ
6. θάτερα μέρη, κᾀνταῦθα τὰς φρένας διεξερχόμενος ἐμφύεται
7. τῷ στόματι τῆς γαστρός· ὑψηλὸς μὲν, ὅπως μὴ θλίβοι τὴν
8. ἀρτηρίαν ἐν ταῖς τῶν σκληροτέρων σιτίων παρόδοις, εἰς
9. ἀριστερὰ δὲ, διότι τὸ στόμα τῆς γαστρὸς ἐν τούτῳ τετάχθαι
10. βέλτιον ἦν, ὡς ὁ πρόσθεν ἐδίδαξε λόγος. ἥ τε
11. τῶν ἀπ’ ἐγκεφάλου νεύρων παρὰ τὸν στόμαχον εἰς τὴν γαστέρα
12. φερομένων ὁδὸς ἀσφαλεστέρα μακρῷ τῆς εὐθείας
13. ἔμελλεν ἡ λοξὴ γενήσεσθαι. μαλακὰ γὰρ ὄντα ταῦτα καὶ
14. λεπτὰ, καὶ διὰ μακροῦ κατ’ εὐθὺ τεταμένα, καὶ μέγιστον
15. μόριον ἐξημμένον αὐτῶν ἔχοντα τὴν γαστέρα, πληρώσει σιτίων
16. ἀνακείμενον, ὑπὸ τοῦ ταύτης ὄγκου τε καὶ βάρους ἀεὶ
17. κατατεινόμενα ῥᾳδίως ἂν ἀπεῤῥήγνυτο. τοῦ μηδὲν τοιοῦτον
18. γίγνεσθαι χάριν ἡ φύσις αὐτόν τε τὸν στόμαχον, ᾧ παραπέφυκε,
1. δι’ ἄλλα τέ τινα τὰ μικρῷ πρόσθεν εἰρημένα καὶ
2. τῆς τῶν νεύρων ἀσφαλείας ἕνεκα λοξὸν τῇ θέσει καὶ σκολιὸν
3. ὅλον ἐδημιουργήσατο, καὶ προσέτι καὶ αὐτὰ τὰ
4. νεῦρα,πλησίον τῆς γαστρὸς γιγνόμενα, περὶ αὐτὸν ἑλίττουσα
5. πρότερον οὕτως ἐμφύει. περὶ μὲν δὴ τῶν νεύρων
6. ἐπιπλέον αὖθις εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image