Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.7, ed. Kühn, 1822, vol. 3, p. 432-437. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.7

7. Νυνὶ δὲ, (τέλος γὰρ ἤδη ἡμῖν τὰ περὶ τῆς
8. κοίλης φλεβὸς καὶ τοῦ στομάχου τῆς θέσεως ἔχει,) πάλιν
9. ἐπὶ τὰ τοῦ πνεύματος ὄργανα μεταβάντες, ἐπιδείξομεν, εἰς
10. ὅσον ἡ φύσις ἅπαντα διεκόσμησε, καὶ θέσιν ἀρίστην
11. ἑκάστῳ, καὶ πλοκὴν, καὶ διάπλασιν, ὄγκου τε ποσότητα
12. καὶ σχῆμα περιθεῖσα, καὶ μαλακότητας δὲ καὶ σκληρότητας,
13. καὶ βαρύτητας καὶ κουφότητας, ἅπαντά τε τἄλλα, ὅσα
14. τοῖς σώμασιν ὑπάρχει, κατὰ τὸ δικαιότατον ἑκάστῳ νείμασα.
15. καὶ μὲν δὴ καὶ τῆς πρὸς ἄλληλα κοινωνίας αὐτῶν
16. εἰς ὅσον προὐνοήσατο, τὰ μὲν ξυμφύουσα, τὰ δὲ προσαρτῶσα,
17. τὰ δὲ περιβάλλουσα, τὰ δὲ ἀμφιεννῦσα, καὶ πᾶν, εἴ
18. τι τοιοῦτον εἰς ἀσφάλειαν αὐτοῖς διέφερεν, ἐπιτεχνωμένη,
1. καὶ ταῦτ’ ἐξηγησόμεθα σύμπαντα τὴν ἀρχὴν αὖθις ἀπὸ τῆς
2. καρδίας ποιησάμενοι. ταύτην οὖν ὅτι μὲν ἐν μέσῳ χρὴ τετάχθαι
3. τῷ θώρακι, καὶ ὅτι περιβεβλῆσθαι μὲν ἐν κύκλῳ
4. τὸν πνεύμονα, καθάπερ δακτύλοις τισὶ τοῖς λοβοῖς αὐτὴν
5. περιλαμβάνοντα, περικεῖσθαι δ’ ἔξωθεν ἀμφοτέροις τὸν
6. θώρακα, σαφὲς ἐκ τῶν ἤδη λελεγμένων ἐστί. διὰ τί δὲ οὐκ
7. ἀκριβῶς ἐστι σφαιροειδὴς, ἀλλ’ ἀπὸ πλατείας τε καὶ κυκλοτεροῦς
8. τῆς ἀναβάσεως, ἣν κεφαλὴν αὐτῆς ὀνομάζουσιν, ἀρξαμένη,
9. κᾄπειτα κατὰ βραχὺ μειουμένη τρόπον ὁμοιότατον
10. κώνῳ στενοειδὴς καὶ λεπτὴ τὸ κάτω γίνεται πέρας, οὔπω
11. μὲν εἴρηται πρόσθεν, ἀρκτέον δ’ ἐντεῦθέν μοι μάλιστα τοῦ
12. περὶ αὐτῆς λόγου παντός. οὐκ ἴσης ἀσφαλείας ἐδεῖτο πάντα
13. αὐτῆς τὰ μόρια, διότι μηδὲ τὴν αὐτὴν ἅπαντα χρείαν πεπίστευται.
14. τὰ μὲν γὰρ κατὰ τὴν βάσιν ἀγγείων ἐκφύσεσιν
15. ἀνάκειται, τὰ δ’ ἑκατέρωθεν ἀπὸ τοῦδε μέχρι τοῦ κάτω
16. πέρατος οἷον πλευρὰ ἕτερα ταῖς τῶν κοιλιῶν γενέσεσιν ἀνάκειται,
17. αὐτὸ δὲ τὸ κάτω πέρας ἀπόφυσίς ἐστιν ἰσχυρὰ 
1. καὶ πυκνὴ, ἅμα μὲν οἷον ἐπίθημα ταῖς κοιλίαις αὐτῆς γεγενημένον,
2. ἅμα δὲ οἷον πρόβλημα τῆς ὅλης καρδίας, ὅπως
3. μή ποτε ἐν ταῖς σφοδροτέραις κινήσεσιν ἐμπίπτουσα βιαίως
4. τοῖς προκειμένοις ὀστοῖς τοῦ θώρακος ἐμποδίζηται, καὶ πῃ
5. καὶ πονῇ, καὶ διὰ ταῦτα ἀναγκάζηται συγχεῖν τε καὶ διαφθείρειν
6. τὸν ῥυθμὸν τῆς κινήσεως. τοῦτο μὲν δὴ τὸ μέρος
7. τῆς καρδίας τὸ ἀκυρώτατόν ἐστι, τὸ δ’ εἰς τὰς τῶν
8. ἀγγείων ἐκφύσεις νενεμημένον ἁπάντων κυριώτατον. ὅσα
9. δ’ ἐν τῷ μεταξὺ, τοῖς τῶν γειτνιώντων ἀξιώμασιν ἀνάλογον
10. ἔχει· τὰ μὲν γὰρ πλησίον τῆς βάσεως ὀλίγου δεῖν κυριώτατα,
11. τὰ δὲ πλησίον τοῦ πέρατος ὀλίγου δεῖν ἀκυρώτατα,
12. τὰ δ’ τῷ μέσῳ τούτων, εἰς ὅσον ἀφέστηκεν ἑκατέρου
13. τῶν ἄκρων, εἰς τοσοῦτον ἀπολείπεται καὶ πλεονεκτεῖ τῆς
14. ἐκείνων ἀξίας. οὔκουν θαυμαστὸν οὐδὲν, ἅμα μὲν κωνοειδῆ
15. γενέσθαι τὴν καρδίαν, ἅμα δὲ τὰ μὲν κατὰ τὴν κεφαλὴν
16. αὐτῆς, ἅπερ ἦν κυριώτατα, τὴν ἀσφαλεστάτην χώραν καταλαβεῖν,
1. λαβεῖν, τὰ δὲ κατὰ τὸν πυθμένα, τὰ πάντων ἀκυρώτατα,
2. τὴν εὐπαθεστέραν. ὅταν δ’ ἀκυρώτατον ἐν καρδίᾳ λέγηταί
3. τι μόριον, οὐκ οἶμαί τινα τοσοῦτον ἐσφάλθαι τῆς ἀληθείας,
4. ὡς ἁπλῶς ἀκυρώτατον ἀκούειν. οὐ γὰρ ἂν εὕροις
5. οὔτ’ ἄλλο τοιοῦτον οὐδὲν ἐν καρδίᾳ μόριον, οὔτ’ αὐτὸ τὸ
6. κάτω πέρας, ὡς μὴ πάντων, εἰ τύχοι, τῶν ἐν τοῖς σκέλεσιν
7. ἢ ταῖς χερσὶ κυριώτατον ὑπάρχειν, ἀλλ’ ὡς κυρίων ἁπάντων
8. ὄντων, εἶτ’ ἀλλήλοις παραβαλλομένων, τὸ μὲν ἧττον αὐτῶν
9. χρὴ νοεῖν, τὸ δὲ μᾶλλον εἶναι τοιοῦτον. ὅπως δέ μοι τῷ
10. λόγῳ μὴ μόνον νῦν, ἀλλὰ καὶ εἰσαῦθις ἕποιο παρακούων
11. μηδὲν, ἐθέλω σοι διελθεῖν, ἐξ ὧν χρὴ διαγινώσκειν ἐν ζώου
12. σώματι μόριον ἄκυρόν τε καὶ κύριον. ἀπὸ μὲν δὴ τῆς
13. χρείας ἄμφω κρίνειν. ἐπεὶ δ’ ἐστὶν αὕτη τριττὴ κατὰ γένος,
14. (ἢ γὰρ εἰς αὐτὸ τὸ ζῇν, ἢ εἰς τὸ καλῶς ζῇν, ἢ εἰς
15. τὴν τούτων φυλακὴν διαφέρει,) τὰ μὲν εἰς τὸ ζῇν αὐτὸ
16. χρήσιμα μόρια κύρια πάντως ἡγεῖσθαι, τῶν λοιπῶν δ’
1. ἑκατέρων γενῶν ἀκύρων ὑπαρχόντων, ὅσοις μὲν συμπάσχει
2. ῥᾳδίως τὰ κύρια ταῦτα, ἧττον τῶν ἄλλων ἄκυρα νομίζειν,
3. ὅσοις δ’ οὐ συμπάσχει, μᾶλλον. ἐπεὶ τοίνυν ἡ καρδία τῆς
4. ἐμφύτου θερμασίας, ᾗ διοικεῖται τὸ ζῶον, οἷον ἑστία τέ τίς
5. ἐστι καὶ πηγὴ, πᾶν μὲν ἂν οὕτω μόριον αὐτῆς εἴη κύριον,
6. ἀλλὰ μᾶλλον ὅσων ἡ χρεία τῷ παντὶ ζώῳ διαφυλάττει τὴν
7. ζωήν. ἔστι δὲ δὴ ταῦτα δυοῖν ἀγγείων στόματα
8. κατὰ τὴν ἀριστερὰν αὐτῆς κοιλίαν, ἣν τοῖς ἰατροῖς ἔθος
9. ὀνομάζειν ἐστὶ πνευματικήν. διὰ γὰρ δὴ τούτων τῶν στομάτων
10. ἡ καρδία, διὰ μὲν τοῦ μικροτέρου ταῖς κατὰ τὸν
11. πνεύμονα, διὰ δὲ τοῦ μείζονος ἁπάσαις ταῖς κατὰ τὸ ζῶόν
12. ἐστιν ἀρτηρίαις συνεχής. ἧττον δ’ ἂν εἴη τούτων κύρια
13. τὰ κατὰ τὴν ἑτέραν αὐτῆς κοιλίαν, ἣν αἱματικὴν ὀνομάζουσιν,
14. ὅμως μὴν καὶ ταῦτα τῶν ἄλλων κυριώτερα, τὸ μὲν
15. εἰσάγον εἰς αὐτὴν τὸ αἷμα, τὸ δὲ ἐξ αὐτῆς εἰς τὸν πνεύμονα
16. παράγον. ἐπεὶ δὲ ἀξιόλογόν ἐστιν ἕκαστον τῶν εἰρημένων
17. ἀγγείων τε καὶ στομάτων, εὐλόγως καὶ ἡ καρδία
1. κατὰ ταῦτα τὰ μέρη μεγίστη τε γέγονε καὶ τὸ μέσον ἐπέχει
2. τοῦ παντὸς θώρακος, ἥτις ἦν ἀσφαλεστάτη χώρα διὰ
3. τὸ πλεῖστον ἁπάντων ἀποκεχωρηκέναι τῶν ἔξωθεν προσπιπτόντων
4. αὐτῷ. τά τε γὰρ θλῶντα, καὶ τὰ τέμνοντα,
5. καὶ τὰ θερμαίνοντα, καὶ τὰ ψύχοντα, καὶ πᾶν ὁτιοῦν ἄλλο
6. τοιοῦτον τοῖς ζώοις λυμαινόμενον πολὺ πρότερον ἀναγκαῖόν
7. ἐστιν ἀδικῆσαί τε καὶ διεξελθεῖν μόρια τοῦ τε θώρακος
8. ὅλου, καὶ τοῦ πνεύμονος, ἤπερ καὶ αὐτῆς τῆς καρδίας,
9. πρὶν ἐπί τι τῶν εἰρημένων ἐξικέσθαι.

Cliquer un n° de page pour en afficher l’image