Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.8, ed. Kühn, 1822, vol. 3, p. 437-441. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.8

10. Τὰ μὲν δὴ περὶ τοῦ σχήματος αὐτῆς καὶ
11. τῶν μορίων ἑκάστου τῆς θέσεως ᾧδ’ ἔχει· τὰ δὲ περὶ τῆς
12. ὅλης οὐσίας ἐφεξῆς δίειμι. σάρξ ἐστιν ἡ καρδία σκληρὰ
13. καὶ δυσπαθὴς, ἐξ ἰνῶν πολυειδῶν συγκειμένη, καὶ κατ’ ἄμφω
14. ταῦτα, κᾂν εἰ παραπλήσιος εἶναι δοκοίη τοῖς μυσὶν, ἐναργῶς
15. αὐτῶν διαφέρει. τοῖς μὲν γὰρ μονοειδής ἐστιν ἡ τῶν
16. ἰνῶν φύσις· ἢ γὰρ εὐθείας μόνον ἔχουσι κατὰ τὸ μῆκος
17. ἑαυτῶν, ἢ ἐγκαρσίας κατὰ τὸ πλάτος, ἅμα δὲ ἑκατέρας
1. οὐδείς· ἡ καρδία δὲ καὶ ταύτας ἀμφοτέρας ἔχει, καὶ τρίτας
2. ἐπ’ αὐταῖς τὰς λοξάς. ἀλλὰ καὶ σκληρότητι καὶ τόνῳ καὶ
3. τῇ ξυμπάσῃ ῥώμῃ τε καὶ δυσπαθείᾳ πολὺ δή τι παραλλάττουσιν
4. αἱ τῆς καρδίας ἶνες ἁπασῶν τῶν ἄλλων. οὐδενὸς
5. γὰρ οὕτως ὀργάνου συνεχὲς ἢ σφοδρόν ἐστι τὸ ἔργον, ὡς
6. τῆς καρδίας· ὅθεν εὐλόγως εἰς ῥώμην θ’ ἅμα καὶ δυσπάθειαν
7. ἡ τοῦ σώματος αὐτῆς οὐσία παρεσκευάσθη. τὸ δὲ
8. πολυειδὲς τῶν ἰνῶν, ὃ μηδενὶ μὲν ὑπάρχει μυῒ, πολλοῖς δ’
9. ἄλλοις ὀργάνοις, οἷον μήτραις καὶ κύστεσι καὶ γαστρὶ,
10. ποικίλαις κινήσεσιν ὁ πρόσθεν λόγος ἔδειξε παρασκευάζουσαν
11. τὴν φύσιν. ἕκαστος μὲν οὖν τῶν μυῶν ἁπλῆν καὶ
12. μίαν ἔχει τὴν κίνησιν, ὡς καὶ τοῦτ’ ἐν ἑτέροις ἀποδέδεικται·
13. γαστὴρ δὲ καὶ αἱ μῆτραι καὶ κύστεις ἑκάτεραι ἕλκουσί τε
14. καὶ κατέχουσι καὶ ἐκκρίνουσιν, ὥσπερ ἡ καρδία, καὶ διὰ
15. τοῦτο πολυειδεῖς ἐν ἑκάστῳ τούτων αἱ ἶνές εἰσιν, ὡς ἐδείκνυτο,
16. ταῖς μὲν εὐθείαις αὐτῶν ἵνα εἰς αὑτὰς
17. συνιούσαις ἕλκοιτό τι, ταῖς δ’ ἐγκαρσίαις ἐκκρίνοιτο, πάσαις 
1. δ’ ἅμα περιστελλομέναις τοῖς ἐνυπάρχουσι κατέχοιτο. καί
2. σοι θεάσασθαι τὴν τοιαύτην αὐτῶν κίνησιν ἐπὶ τῆς καρδίας
3. ἐστὶν ἐν διτταῖς καταστάσεσιν, ἢ ἐξῃρημένην ἄρτι τοῦ ζώου
4. καὶ σφύζουσαν ἔτι κατασκεψαμένῳ, ἢ τὸ προκείμενον αὐτῆς
5. ὀστοῦν τὸ στέρνον ὀνομαζόμενον ἐκκόψαντι καθ’ ὃν εἴρηται
6. τρόπον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ὅταν μὲν γὰρ,
7. εἰς αὑτὰς συνιουσῶν τῶν κατὰ τὸ μῆκος ἐκτεταμένων ἰνῶν,
8. τῶν δ’ ἄλλων ἁπασῶν χαλωμένων τε καὶ διϊσταμένων, ἔλαττον
9. μὲν γένηται τὸ μῆκος, αὐξηθῇ δὲ τὸ σύμπαν αὐτῆς
10. εὖρος, ἐν τούτῳ μὲν διαστελλομένην ὄψει τὴν ὅλην καρδίαν,
11. ἔμπαλιν δὲ χαλωμένων μὲν τῶν κατὰ τὸ μῆκος, εἰς
12. αὑτὰς δὲ συνιουσῶν τῶν κατὰ τὸ πλάτος, ἐν τούτῳ πάλιν
13. συστελλομένην. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τῶν κινήσεων ἡσυχία
14. τις γίνεται βραχεῖα, περιεσταλμένης μὲν ἀκριβῶς τῆς
15. καρδίας τοῖς ἐνυπάρχουσιν, ἁπασῶν δὲ τῶν ἰνῶν ἐνεργουσῶν
16. τηνικαῦτα, καὶ μάλιστα τῶν λοξῶν. μέγιστον δέ τι συνεπιλαμβάνουσι,
17. μάλιστα δὲ τὸ πλεῖστον αὐτοὶ διαπράττονται
1. τῆς συστολῆς οἱ ἔνδον ἐν αὐταῖς ταῖς κοιλίαις τῆς καρδίας
2. σύνδεσμοι διατεταμένοι, ῥώμης μὲν ἐπὶ πλεῖστον ἥκοντες,
3. ἱκανοὶ δ’ ὄντες, ὁπότε συνιζάνοιεν, ἔσω συνεπισπᾶσθαι τῆς
4. καρδίας τοὺς χιτῶνας. ἔστι γὰρ δή τι μέσον ἀμφοτέρων αὐτῆς
5. τῶν κοιλιῶν οἷον διάφραγμα, πρὸς ὃ περαίνουσιν οἱ
6. διατεταμένοι σύνδεσμοι, συνάπτοντες αὐτὸ τοῖς σκέπουσιν
7. ἔξωθεν ἑκατέρας τῆς κοιλίας σώμασιν, ἃ δὴ χιτῶνας αὐτῆς
8. ὀνομάζουσιν. ὅταν μὲν οὖν ἐγγὺς ἥκωσιν οἱ χιτῶνες οὗτοι
9. τοῦ διαφράγματος, ἐκτείνεται μὲν τηνικαῦτα τὸ μῆκος τῆς
10. καρδίας, συνιζάνει δὲ εἰς ἑαυτὸ τὸ πλάτος· ὅταν δ’ ἐπὶ
11. πλεῖστον ἀφιστῶνται, τὸ μὲν εὖρος αὐξάνεται, τὸ δὲ μῆκος
12. ἔλαττον γίγνεται. καὶ μὴν εἴπερ οὐδέν ἐστιν ἄλλο τὸ διαστέλλεσθαι
13. καὶ συστέλλεσθαι τὴν καρδίαν, ἢ τὸ μὲν τῶν
14. κοιλιῶν αὐτῆς εὖρος ἐπὶ πλεῖστον διΐστασθαί τε καὶ συμπίπτειν,
15. εἴη ἂν ἡμῖν ἐξευρημένον ἑκάτερον αὐτῶν ὅπως
16. γίγνεται. διὰ ταῦτα μὲν δὴ τούς τε συνδέσμους ἰσχυροὺς ἡ
17. καρδία κέκτηται καὶ τὸ τῶν ἰνῶν εἶδος ἁπαντοῖον, ἵν’
1. ἀπόνως τε καὶ ἑτοίμως εἰς τὰς τρεῖς μεθιστῆται καταστάσεις,
2. διαστελλομένη μὲν, ὁπόταν ἕλκειν ὀρεχθῇ τι τῶν χρησίμων,
3. περιστελλομένη δ’, ὁπόταν ἀπολαύειν καιρὸς ᾖ τῶν
4. ἑλχθέντων, συστελλομένη δὲ, ὁπόταν ἀποκρῖναί τι τῶν περιττωμάτων
5. ὁρμήσῃ. λέλεκται δ’ ἐπιπλέον ὑπὲρ τούτων
6. ἄλλοτε πολλαχόθι κᾀν τοῖς περὶ χρείας ἀναπνοῆς δὲ οὐχ
7. ἥκιστα· καὶ νῦν οὐ χρὴ νὴ Δία μηκύνειν ἔτι περὶ τῆς κινήσεως
8. αὐτῆς διαλεγομένους.

Cliquer un n° de page pour en afficher l’image