Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 6.9, ed. Kühn, 1822, vol. 3, p. 441-444. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:6.9

9. Ἀλλ’ ἤδη τόν τε ἀριθμὸν ἐξηγεῖσθαι τῶν
10. ἀμφ’ αὐτὴν ἀγγείων καὶ τοῦ καθ’ ἕκαστον στόματος ἐκδιδάσκειν
11. τὴν ἰδέαν, εἰπεῖν δέ τι καὶ περὶ τοῦ πλήθους
12. αὐτοῦ τῶν κοιλιῶν, ὅσα τ’ ἄλλα τούτοις ἕπεται διελθεῖν
13. ἅπαντα. πλῆθος μὲν δὴ τῶν κοιλιῶν τῆς καρδίας (ἐντεῦθεν
14. γὰρ ἄρξασθαι δίκαιον) οὐκ ἴσον ἐν ἅπασι τοῖς ζώοις
15. ἐστὶν, ἀλλ’ ὅσα μὲν ἐξ ἀέρος εἰσπνεῖ διὰ φάρυγγος καὶ
16. ῥινῶν καὶ στόματος, εὐθὺς μὲν καὶ πνεύμων τούτοις
17. ἐστὶν, εὐθὺς δὲ καὶ τῆς καρδίας ἡ δεξιὰ κοιλία, τοῖς δ’
1. ἄλλοις ἅπασιν οὔτε πνεύμων ἐστὶν, οὔτ’ ἐν τοῖς δεξιοῖς
2. τῆς καρδίας εὐρύτης οὐδεμία. συναπόλλυται γὰρ ἀεὶ
3. τῷ πνεύμονι δύο ταῦτ’ ἐξ ἀνάγκης, ἥ τε φωνὴ τοῦ ζώου
4. καὶ ἡ δεξιὰ τῆς καρδίας κοιλία, κᾀν τῷδε δῆλον, εἰς ὅσον
5. ἑκάτερον αὐτῶν ἥκει χρείας. ἡ μὲν γὰρ δεξιὰ κοιλία τοῦ
6. πνεύμονος ἕνεκα γέγονεν, ὁ δὲ πνεύμων αὐτὸς ἀναπνοῆς
7. τε καὶ φωνῆς ἐστιν ὄργανον. οὔκουν ὀρθῶς Ἀριστοτέλης
8. διῃρεῖτο περὶ τοῦ πλήθους τῶν ἐν τῇ καρδίᾳ κοιλιῶν εἰς
9. μέγεθος καὶ μικρότητα τοῦ σώματος ἀνάγων αὐτῶν τὸν
10. ἀριθμόν. οὔτε γὰρ τοῖς μεγίστοις ζώοις ἅπασι τρεῖς, οὔτε
11. τοῖς ἐλαχίστοις ἐστὶ μία. τὴν αὐτὴν γὰρ ἀκριβῶς ἔχει κατασκευὴν
12. καρδίας ἵππος ὁ μέγιστος ἐλαχίστῳ στρουθῷ, κᾂν
13. εἰ μῦν ἀνατέμοις, κᾂν εἰ βοῦν, κᾂν εἴ τι τῶν ἄλλων ζώων,
14. κᾂν ἔτι μικρότερον εἴ τι μυὸς ἢ μεῖζον βοὸς, ἅπασιν αὐτοῖς
15. ὅ τ’ ἀριθμὸς ἴσος ὁ τῶν κοιλιῶν, ἥ τ’ ἄλλη κατασκευὴ
16. τῆς καρδίας ἡ αὐτή. οὐ γὰρ εἰς μέγεθος ἀποβλέπουσα καὶ
1. σμικρότητα σώματος ἡ φύσις ἐξαλλάττει τῶν ὀργάνων τὴν
2. ἰδέαν, ἀλλ’ ἡ τῆς ἐνεργείας διαφορὰ σκοπὸς αὐτῇ γίγνεται
3. τῆς κατασκευῆς, αὐτὰς δ’ αὖ πάλιν τὰς ἐνεργείας τῇ
4. πρώτῃ χρείᾳ μετρεῖ. καὶ στοῖχός τις οὕτω θαυμαστὸς ἀποτελεῖται
5. διαδεχομένων ἀλλήλας ἐνεργειῶν τε καὶ χρειῶν, ὡς
6. ὅ τε παρεληλυθὼς ὅλως ἐνεδείξατο λόγος, ὅ τε νῦν ἐνεστηκὼς
7. οὐδὲν ἧττον διδάξει τοὺς μὴ πάνυ τι ῥᾳθύμως ὁμιλοῦντας
8. αὐτῷ. ἔχει γὰρ ᾧδε τὸ σύμπαν. χρεία τοῖς ἰχθύσιν οὐκ
9. ἦν δήπου φωνῆς ἐν ὕδατι διαιτωμένοις, ἀλλ’ οὐδ’ ἀναπνεῖν
10. αὐτοῖς ἐγχωρεῖ διὰ φάρυγγος, ὥσπερ οὐδ’ ἡμῖν αὐτοῖς,
11. ὅταν ἐν τούτῳ τύχωμεν ὄντες. οὔκουν ἕνα μέγιστον πόρον
12. ἀναπνοῆς καὶ φωνῆς, ὥσπερ τοῖς πτηνοῖς καὶ πεζοῖς ζώοις,
13. οὕτω γενέσθαι κᾀκείνοις βέλτιον ἦν, ἀλλ’ ἡ τῶν βραγχίων
14. ὀνομαζομένων κατασκευὴ ἀντὶ πνεύμονος αὐτοῖς ὑπηρετεῖ.
15. πολλοῖς γὰρ ταῦτα καὶ λεπτοῖς τρήμασι διειλημμένα, βασίμοις
16. ἀέρι τε καὶ ἀτμῷ, λεπτοτέροις δὲ ἢ καθ’ ὕδατος
17. ὄγκον, ἐκτὸς μὲν ἀποστέγει τοῦτο, διαπέμπει δ’ ἑτοίμως 
1. ἐκεῖνα. τά τε γὰρ ἄλλα καὶ ψυχρότεροι τὴν φύσιν εἰσὶν οἱ
2. ἰχθύες, ὥστε μὴ δεῖσθαι τὴν καρδίαν αὐτῶν ἱκανῆς ἐμψύξεως.
3. ἐνδείκνυται δὲ τὴν κρᾶσιν αὐτῶν ἐπ’ ἄλλοις πολλοῖς
4. οὐχ ἥκιστα καὶ τὸ ἄναιμον· ἢ γὰρ οὐδ’ ὅλως, ἢ παντάπασιν
5. ὀλίγον αἷμα κέκτηνται. καὶ διὰ τοῦθ’ ὅσα πολύαιμα
6. καὶ θερμὰ τῶν ἐνύδρων, οἷον δελφὶς καὶ φώκη
7. καὶ φάλαινα, ταῦτα ἐξ ἀέρος ἀναπνεῖ πάντα θαυμαστόν
8. τινα τρόπον ἀναπνοῆς, ὃν εἰσαῦθις εἴη ποτὲ διελθεῖν
9. ἐξηγουμένοις ἡμῖν τῶν ἄλλων ζώων τὴν κατασκευὴν, ὥσπερ
10. νῦν τὴν ἀνθρώπου. καιρὸς γὰρ αὖ πάλιν ἐπὶ τοῦτον ἐπανέρχεσθαι
11. τοσοῦτον ἐκείνων ἐπιμνησθέντας, ὅσον ἱκανὸν
12. ἦν ἐνδείξασθαι τοῦ πνεύμονός τε ἅμα καὶ τῆς ἐν τῇ καρδίᾳ
13. δεξιᾶς κοιλίας τὴν χρείαν.

Cliquer un n° de page pour en afficher l’image