ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Η.
1. Ὁ δὲ πνεύμων ὅτι μὲν ἀναπνοῆς τε καὶ
2. φωνῆς ἐστιν ὄργανον, ἔμπροσθεν εἴρηται· διότι δὲ ἐκ τοσούτων
3. καὶ τοιούτων ἐγένετο μορίων, οἷά περ καὶ ὅσα νῦν ἐστιν
4. αὐτοῦ, καὶ ὧς οὔτε πλείω τούτων οὔτ’ ἐλάττω βέλτιον ἦν ἔχειν
5. αὐτὸν, ἀλλ’ οὐδὲ τοῖς ὄγκοις τοῦ σώματος, ἢ τοῖς σχήμασιν,
6. ἢ ταῖς συστάσεσιν, ἢ τῇ διαπλάσει παραλλάττοντα,
7. κατὰ τὸν ἐνεστῶτα λόγον εἰρήσεται, τὴν ἀρχὴν κᾀνταῦθα
8. ποιησαμένοις ἡμῖν, ὥσπερ εἰκὸς, αὐτὴν τὴν ἱστορίαν τῶν
1. τοῦ πνεύμονος μορίων, ἣν ὅτι μὲν ἀνατέμνοντα τὰ ζῶα
2. θεάσασθαι χρὴ, καὶ μὴ δοκεῖν ἱκανὸν εἶναι λόγον μηδένα
3. ταῖς αἰσθήσεσιν ὁμοίως ἐκδιδάξειν ἅπαντα τὰ κατὰ τὸ
4. σπλάγχνον φαινόμενα, παντὶ τοῦτό γε πρόδηλον. οὐ μὴν
5. ἀποκνητέον γε τούτου χάριν ἐξηγήσασθαι τῷ λόγῳ τὴν κατασκευὴν
6. αὐτοῦ, τοὺς μὲν ἀνατετμηκότας ἀναμιμνήσκοντας,
7. τοὺς δ’ ὅλως ἀγνοοῦντας προδιδάσκοντας.