Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 7.11, ed. Kühn, 1822, vol. 3, p. 551-557. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.11

3. Λεκτέον δ’ ἂν ἐφεξῆς εἴη περὶ τῶν τοῦ
4. λάρυγγος. ἔστι γὰρ καὶ οὗτος ὄργανον πνεύματος, ὀνομάζεται
5. δὲ, ὡς καὶ πρόσθεν ἔφαμεν, οὐ τοῦτο μόνον, ἀλλὰ
6. καὶ βρόγχου κεφαλὴ, διότι καὶ αὐτὴν τὴν τραχεῖαν ἀρτηρίαν
7. βρόγχον καλοῦσι. σύγκειται μὲν οὖν ἐκ τριῶν μεγάλων
8. χόνδρων, οὐδὲν ἐοικότων τοῖς κατὰ τὴν ἀρτηρίαν οὔτε τὸ
9. μέγεθος οὔτε τὸ σχῆμα. κινεῖται δ’ ὑπὸ μυῶν, κατὰ μὲν τὴν
10. ἰδίαν αὐτοῦ σύνθεσιν δώδεκα, κατὰ δὲ τὴν πρὸς τὰ παρακείμενα
11. κοινωνίαν ἑτέρων ὀκτώ. μέγιστος μὲν οὖν ἐστιν αὐτοῦ
12. τῶν χόνδρων ὁ ἔμπροσθεν, οὗπερ καὶ ψαύομεν, ἔξωθεν μὲν
13. κυρτὸς, ἔσωθεν δὲ κοῖλος ὑπάρχων, ὅπλῳ σκεπαστηρίῳ μάλιστα
14. παραπλήσιος, οὐ τῷ κυκλοτερεῖ πανταχόθεν, ἀλλὰ τῷ
15. προμηκεστέρῳ τῷ καλουμένῳ θυρεῷ. καὶ τοὔνομα μὲν τῷ
16. χόνδρῳ κατὰ τὴν πρὸς τοῦθ’ ὁμοιότητα τοῖς ἀνατομικοῖς
17. ἀνδράσιν ἐτέθη, καλέσασιν αὐτὸν θυρεοειδῆ. δεύτερος δ’
1. ἕτερος τούτου χόνδρος, ὅσον ἐλάττων τούτου, τοσοῦτον τοῦ
2. τρίτου μείζων, ἐκ μὲν τῶν ἔνδον τέτακται μερῶν, ἵνα περ
3. ὁ στόμαχος, ὅσον δ’ ἀποδεῖ τῷ μεγάλῳ πρὸς τὸ τελέως
4. εἰς κύκλον περιῆχθαι, τοῦτο αὐτὸς προστίθησιν. οὐ
5. γὰρ δὴ, ὥσπερ ὅλης τῆς τραχείας ἀρτηρίας ὑμενῶδές ἐστι τὸ
6. πλησιάζον τῷ στομάχῳ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ
7. λάρυγγος. ἡ δὲ πρὸς τὰ ἄνω τε καὶ κάτω θέσις αὐτῶν
8. ᾧδ’ ἔχει. ἐπὶ τελευτηθέντι τῷ τῆς τραχείας ἀρτηρίας ἐσχάτῳ
9. χόνδρῳ πρότερος μὲν ὁ δεύτερος εἰρημένος ἐστὶν, ὅλου
10. ψαύων τοῦ χόνδρου κατὰ πάντα τὰ μέρη, τά τ’ ὀπίσω καὶ
11. πρόσω καὶ πλάγια. μικρὸν δ’ ἀνωτέρω τῶν προσθίων
12. τοῦδε μερῶν ὁ θυρεοειδὴς ἄρχεται χόνδρος, ἀποχωροῦντος
13. ὀπίσω τοῦ δευτέρου. διαρθροῦνται δ’ ἀλλήλοις κατὰ τὰ
14. πλάγια. καὶ σύνδεσμοί γέ τινες ἐκ τοῦ πρώτου διήκουσιν
15. εἰς τὸν δεύτερον ὑμενώδεις τε καὶ νευρώδεις. οὗ δ’ ὁ
16. ἐλάττων ὁ ἔνδοθεν παύεται, δύο μὲν ἐπίκεινται σμικραὶ
17. κυρτότητες, ἄρχεται δ’ ἐντεῦθεν ὁ τρίτος χόνδρος, ἁρμοττούσας
1. ἀκριβῶς ταῖς ἐξοχαῖς αὐτοῦ κοιλότητας ἔχων, ὥστε
2. τὴν σύνταξιν τῶν δύο τούτων χόνδρων διττὴν ἐργάζεσθαι
3. διάρθρωσιν. ἔστι δὲ καὶ στενώτερος ὁ χόνδρος ταύτης τῆς
4. κάτω βάσεως ὁ δεύτερος. ὥστε διὰ τοῦτο καὶ τοῦ λάρυγγος
5. ὅλου τὸ κάτω πέρας, ᾧ ψαύει τῆς ἀρτηρίας, εὐρύτερόν
6. ἐστι τοῦ ἄνω στομίου τοῦ τελευτῶντος εἰς τὴν φάρυγγα. καὶ
7. γὰρ αὖ καὶ ὁ τρίτος χόνδρος εἰς στενὸν κομιδῆ καὶ αὐτὸς
8. τελευτᾷ, οὗ τὸ ἄνω πέρας ἀρυταινοειδὲς οἱ πλεῖστοι τῶν
9. ἀνατομικῶν ὀνομάζουσι ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος
10. πρὸς ταύτας δὴ τὰς προχόους, ἃς ἤδη καὶ ἀρυταίνας ἔνιοι
11. καλοῦσιν. ἔστραπται δὲ καὶ τούτου τοῦ χόνδρου τὸ κοῖλον
12. εἰς τὸν τοῦ πνεύματος πόρον, ὥσθ’ οἷον αὐλόν τινα γίγνεσθαι
13. τὸ συγκείμενον ἐκ τῶν τριῶν. ἔνδον δ’ ἐν αὐτῷ τῷ
14. πόρῳ τοῦ λάρυγγος ἔγκειται σῶμα τῷ σχήματι μὲν αὐλοῦ
15. γλώττῃ παραπλήσιον, ἰδιότητι δὲ τῆς οὐσίας οἷον οὐκ
16. ἄλλο τῶν κατὰ τὸ σῶμα· καὶ γὰρ ὑμενῶδές ἐστιν ἅμα καὶ
17. πιμελῶδες καὶ ἀδενῶδες. ᾧδε μὲν ἔχει κατασκευῆς ἡ ἴδιος
18. οὐσία τοῦ λάρυγγος. ὁ γὰρ δὴ χιτὼν ὁ ἔνδον αὐτὸν
1. ὑπαλείφων κοινὸς τῆς τ’ ἀρτηρίας ἐστὶ καὶ τοῦ στομάχου.
2. ὅτι μὲν οὖν ἐν πρώτῳ τῷ λάρυγγι φωνὴ γίγνεται, καὶ ὡς
3. διαστέλλεταί τε καὶ συστέλλεται μέχρι πλείστου, καὶ ἀνοίγεταί
4. τε καὶ κλείεται τελέως ἐνίοτε τὸ ἄνω στόμιον αὐτοῦ,
5. δι’ ἑτέρων ἀποδέδεικται γραμμάτων. ὅτι δ’ οὐδ’ ἐνεδέχετο
6. βελτίω γενέσθαι κατασκευὴν αὐτῷ τῆς νῦν οὔσης, ἐνταυθοῖ
7. πειράσομαι δεικνύειν. οὔτε γὰρ ἐξ ἄλλης οὐσίας κατασκευασθῆναι
8. τὸ τῆς φωνῆς ὄργανον, ἀλλ’ ἐκ τῆς χονδρώδους μόνης,
9. ἄμεινον ἦν, ὡς κᾀν τοῖς περὶ τῆς τραχείας ἀρτηρίας
10. λογισμοῖς ἐπεδείκνυμεν· οὔτε χονδρώδους μὲν, ἀλλ’ ἑνὸς
11. τούτου, μηδεμίαν ἐν ἑαυτῷ διάρθρωσιν ἔχοντος, ἀκίνητον
12. γὰρ ἂν οὕτω παντάπασιν ὑπῆρχεν, ὡς μήτε κλείεσθαι, μήτε
13. ἀνοίγνυσθαι, μήθ’ ὅλως συστέλλεσθαί τε καὶ διαστέλλεσθαι.
14. δῆλον οὖν, ὡς ἐκ πλειόνων θ’ ἅμα καὶ συναπτομένων πρὸς
15. ἀλλήλους χόνδρων εὔλογον ἂν ἦν γενέσθαι τὸν λάρυγγα, καὶ
16. μέντοι καὶ τὴν κίνησιν αὐτοῦ μὴ φυσικὴν, ὥσπερ τῶν ἀρτηριῶν,
17. ἀλλὰ κατὰ τὴν τοῦ ζώου γίγνεσθαι προαίρεσιν. εἰ γὰρ
1. εἴς τε τὰς εἰσπνοὰς· καὶ τὰς ἐκπνοὰς καὶ τὰς ἐπισχέσεις
2. τῆς ὅλης ἀναπνοῆς, καὶ τὰς ἐκφυσήσεις, καὶ τὰς φωνὰς
3. ἔμελλεν ἔσεσθαι χρήσιμος, (ἅπαντα δὲ ταῦτα βέλτιον ἦν ὑπὸ
4. τῆς ἡμετέρας ἄρχεσθαι προαιρέσεως,) εὔλογον ἦν δήπουθεν
5. αὐτῷ τὴν κίνησιν ἑκούσιόν τε καὶ κατὰ τὴν τοῦ ζώου γίνεσθαι
6. βούλησιν. ἀλλ’ εἰς τὰς τοιαύτας ἁπάσας κινήσεις
7. οἱ μύες ἐδείκνυντο παρεσκευάσθαι τῇ φύσει. δῆλον οὖν, ὡς
8. διὰ μυῶν ἐχρῆν αὐτοὺς κινεῖσθαι. τίνες οὖν οἱ μύες οὗτοι,
9. καὶ πόσοι, καὶ πόθεν ἀρχόμενοι, καὶ κατὰ τίνα τρόπον
10. ἀνοιγνύντες τε καὶ κλείοντες αὐτὸν, ἤδη λέγωμεν ἀπὸ τῶν
11. προτέρων ἀρξάμενοι τῶν κοινῶν τοῖς τρισὶ χόνδροις. τέτταρες
12. μέν εἰσιν οἱ τὸν πρῶτον χόνδρον τῷ δευτέρῳ συνάπτοντες ἐν
13. τοῖς μεγαλοφώνοις ζώοις, ὧν ἐστι καὶ ὁ ἄνθρωπος, τέτταρες
14. ἐν πᾶσι τοῖς ζώοις, οἱ τὸν δεύτερον τῷ τρίτῳ, καὶ δύο ἄλλοι,
15. οἱ τὸν πρῶτον τῷ τρίτῳ. καταφύονται δ’ οἱ μὲν ἐκ τοῦ
16. πρώτου χόνδρου τοῦ θυρεοειδοῦς εἰς τὸν δεύτερον ᾧδέ πως.
17. κατὰ τὸ κάτω πέρας ἑκατέρου τῶν χόνδρων, ἔνθα τῆς τε
1. τραχείας ἀρτηρίας ψαύουσιν καὶ ἀλλήλων, ἐκ τοῦ μεγάλου
2. χόνδρου διήκουσιν εἰς τὸν δεύτερον ἔξωθεν μὲν δύο μύες,
3. ἔσωθεν δὲ δύο, καθ’ ἑκάτερον μέρος ἴσοι ἀκριβῶς ὅ τ’
4. ἔξω τῷ ἔξω καὶ ὁ ἔνδον τῷ ἔνδον. οὗτοι μὲν οὖν ἀκριβῶς
5. στενοῦσι τὸ κάτω πέρας τοῦ λάρυγγος, προστέλλοντες
6. τὸν πρῶτον χόνδρον τῷ δευτέρῳ. οἱ δ’ ἄλλοι τέτταρες, οἱ
7. τὸν δεύτερον τῷ τρίτῳ συνάπτοντες, ἀνοιγνύουσι τὸ ἄνω
8. πέρας τοῦ λάρυγγος, εἰς τοὐπίσω μὲν ἀνακλῶντες τὸν ἀρυταινοειδῆ
9. χόνδρον οἱ ὄπισθεν, εἰς δὲ τὰ πλάγια διϊστῶντες
10. ἐπὶ πλεῖστον οἱ ταύτῃ κείμενοι. τὴν δ’ ἀντικειμένην τοῖς
11. τέτταρσι τούτοις ἐνέργειάν τε καὶ θέσιν ἔχοντες οἱ λοιποὶ
12. δύο κλείουσιν ἀκριβῶς τὸ ἄνω τοῦ λάρυγγος στόμα, πρὸς
13. τὴν ἐντὸς εὐρυχωρίαν κατασπῶντες τὸν πρῶτον, ἐοικότα τοῖς
14. συσπαστοῖς βαλαντίοις διὰ τὸ. πλῆθος ὧν περιβέβληται
15. νευρωδῶν ὑμένων. οὗτοι μὲν οὖν οἱ εἰρημένοι μύες δέκα
16. κοινοὶ τῶν τριῶν εἰσι χόνδρων. ἕτεροι δὲ δύο περὶ τὴν
17. βάσιν τοῦ ἀρυταινοειδοῦς, οὐκ ὄντες ἐν τοῖς μικροφώνοις
18. ζώοις, ὧν ἐστι καὶ ὁ πίθηκος. ἄλλοι δὲ πολὺ μείζους
1. τούτων, μόνου τοῦ θυρεοειδοῦς ἴδιοι, δύο μὲν ἐκ τῶν ταπεινοτέρων
2. πλευρῶν τοῦ ὑοειδοῦς ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες,
3. εἶθ’ ὅλῳ τῷ μήκει τοῦ πρώτου χόνδρου πρόσθεν ἐπιβεβλημένοι·
4. δύο δ’ ἄλλοι τὴν μὲν ἔκφυσιν ἐκ τοῦ χόνδρου πεποιημένοι,
5. φερόμενοι δ’ ὡς ἐπὶ τὸ στέρνον τοῖς ἄλλοις δύο
6. συνεπιμίγνυνται κατ’ ἐκεῖνα μόνα τῶν ζώων, οἷς μέγας ὅ τε
7. σύμπας λάρυγξ ἐστὶ καὶ ὁ θυρεοειδὴς χόνδρος. ὑπόλοιποι
8. δ’ ἄλλοι μύες δύο ἐγκάρσιοι, τῶν πλαγίων ἐκφυόμενοι μερῶν
9. τοῦ θυρεοειδοῦς, ἔπειτ’ ἐν κύκλῳ τὸν στόμαχον περιλαμβάνοντες,
10. εἰς ταὐτὸν ἀλλήλοις ἀφικνοῦνται.

Cliquer un n° de page pour en afficher l’image