11. Οὕτω μὲν οὖν ἔχουσι κατασκευῆς οἵ τε χόνδροι
12. καὶ οἱ μύες τοῦ λάρυγγος. ἑξῆς δ’ ἂν εἴη λέγειν ἑκάστου
13. τὴν χρείαν, ἀπὸ τῶν χόνδρων ἀρξαμένους. οὐ γὰρ
14. ἀλόγως αὐτοὺς ἡ φύσις ἐποίησε τοσούτους τε καὶ τοιούτους.
15. ἀλλ’ ὅτι διττὰς ἐχρῆν εἶναι κατὰ γένος ἐν αὐτοῖς τὰς διαρθρώσεις
16. τε καὶ τὰς κινήσεις, ἑτέρας μὲν τὰς διαστελλούσας
17. τε καὶ συστελλούσας αὐτοὺς, ἑτέρας δὲ τὰς ἀνοιγνυούσας τε
1. καὶ τὰς κλειούσας, εἰς μὲν δὴ τὰς πρώτας ἡ τοῦ πρώτου
2. πρὸς τὸν δεύτερον ἐγένετο διάρθρωσις, εἰς δὲ τὰς δευτέρας
3. ἡ τοῦ δευτέρου πρὸς τὸν τρίτον. ἄλλης δ’ οὐκ ἔτ’
4. ἐδεῖτο τρίτης κινήσεως κατὰ γένος· ὥστ’ οὐδὲ διαρθρώσεως
5. τρίτης· οὐκοῦν οὐδὲ μορίου τετάρτου. διὰ δὲ ταὐτὸ τοῦτο
6. οἱ κοινοὶ τῶν τριῶν χόνδρων μύες ἐγένοντο δέκα τὸν ἀριθμόν·
7. οἱ πρῶτοι μὲν ῥηθέντες οἱ δύο τὰ πρόσθια μέρη
8. συνάπτοντές τε καὶ κλείοντες τῶν τοῦ λάρυγγος μεγάλων
9. χόνδρων· οἱ δ’ ἑξῆς αὐτῶν οἱ δύο τὰ διὰ βάθους·
10. τῶν δ’ ἄλλων ἓξ οἱ μὲν τέτταρες ἀνοιγνύντες τὸν ἀρυταινοειδῆ
11. χόνδρον, οἱ δ’ ὑπόλοιποι δύο κλείοντες. οἷς ἐπίκουροι
12. δύο ἐγκάρσιοι μύες ἐπὶ τῶν πλείστων ζώων, ἀλλήλοις
13. ἑνούμενοι, τὴν βάσιν σφίγγουσι τοῦ τρίτου χόνδρου.
14. οὗτοι μὲν οὖν οἱ μύες ἅπαντες ἐν τῷ λάρυγγι περιέχονται,
15. τῶν παρακειμένων ὀργάνων οὐδενὶ συναπτόμενοι. ἕτεροι δὲ
16. μύες ὀκτὼ, συνδέοντες αὐτὸν τοῖς πέριξ σώμασιν, ἑτέρας
17. κινήσεως ἐξηγοῦνται, καθ’ ἣν ὅλος ὁ τοῦ πνεύματος πόρος
1. εὐρύνεταί τε καὶ συστέλλεται. οἱ μὲν ἀπὸ τοῦ ὑοειδοῦς
2. ὀστοῦ καθήκοντες, ἐπὶ τὰ πρόσω τε καὶ τὰ ἄνω τὸν πρῶτον
3. χόνδρον ἕλκοντες, ἀπάγουσί τε τῶν ὀπισθίων χόνδρων, εὐρύνουσί
4. τε τὸν πόρον. ἀντιτεταγμένην δ’ αὐτοῖς ἔχοντες
5. τὴν ἐνέργειάν τε καὶ θέσιν οἱ ἐκ τοῦ θυρεοειδοῦς χόνδρου
6. λοξοὶ πρὸς τὰ κάτω φερόμενοι, προστέλλουσί τε τὰ κάτω
7. μέρη τοῦ χόνδρου, καὶ κατασπῶσιν ἀτρέμα, σὺν τῷ καὶ
8. τὴν τραχεῖαν ἀρτηρίαν προστέλλειν τε καὶ σφίγγειν, ὡς μήτ’
9. ἐνδιπλοῦσθαι κατὰ τι καὶ ὑποπτύσσεσθαι, μήτ’ ἐπὶ πλέον
10. εὐρύνεσθαι, φωνεῖν προελομένου τοῦ ζώου. λοιποὶ δ’ οἱ
11. τῶν πλαγίων ἐκφυόμενοι τοῦ θυρεοειδοῦς προστέλλουσι τά
12. μέρη ταῦτα τοῦ πρώτου χόνδρου, καὶ τῷ δευτέρῳ περιπτύσσουσιν,
13. ὥσθ’ ἑνοῦσθαι τὸν πόρον. ἀποδέδεικται ὑπὲρ ἁπάντων
14. τούτων ἐν τῇ περὶ φωνῆς πραγματείᾳ. νυνὶ δ’ οὐ τὰς
15. ἐνεργείας, ἀλλὰ τὰς χρείας διεξέρχεσθαι πρόκειται τοῖς γιγνώσκουσι
16. τὰς ἐνεργείας, ὡς ἤδη λέλεκται πολλάκις. τῶν
17. μὲν οὖν ἐνεργούντων μορίων εὐθὺς καὶ ἡ χρεία συνεμφαίνεται,
1. καὶ χρὴ μόνον ἀναμνῆσαι τῆς ἐνεργείας τὸν ἐξηγούμενον
2. τὴν χρείαν. τῶν δ’ ἐνεργούντων μὲν μηδὲν ὅλῳ τῷ
3. ζώῳ δηλονότι χρήσιμον, (ἀεὶ γὰρ οὕτως ἀκούειν προσῆκον,)
4. ὑπηρετούντων δὲ τοῖς ἐνεργοῦσιν ἐπὶ πλέον χρὴ ποιεῖσθαι
5. τὴν ἐξήγησιν ἐν τῇδε τῇ πραγματείᾳ· τοῦτο γὰρ ἴδιον αὐτῆς
6. ἐστιν. ἐνεργοῦσι μὲν οὖν οἵ τε μύες καὶ τὰ νεῦρα,
7. κινεῖται δ’ ὑπὸ τούτων τἄλλα σύμπαντα τὰ κατὰ τὸν λάρυγγα,
8. χρείαν ἰδίαν ἕκαστον αὐτῶν παρεχόμενον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 7.12, ed. Kühn, 1822, vol. 3, p. 557-560. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩