9. Περὶ μὲν δὴ τῶν μυῶν τε καὶ τῶν χόνδρων
10. τοῦ λάρυγγος εἴρηται· περὶ δὲ τῶν ἄλλων ἐφεξῆς λεγέσθω.
11. κατὰ τὴν ἔνδον χώραν αὐτοῦ, δι’ ἧς εἴσω τε καὶ ἔξω
12. τὸ πνεῦμα φέρεται, τέτακταί τι σῶμα, περὶ οὗ μικρὸν ἔμπροσθεν
13. εἶπον, οὔτε τὴν οὐσίαν, οὔτε τὸ σχῆμα παραπλήσιον
14. ἑτέρῳ τινὶ τῶν καθ’ ὅλον τὸ ζῶον. ὑπὲρ οὗ λέλεκται
15. μέν μοι κᾀν τοῖς περὶ φωνῆς, ἐπιδεικνύντι τὸ πρῶτόν τε
16. καὶ κυριώτατον ὑπάρχειν αὐτὸ τῆς φωνῆς ὄργανον· εἰρήσεται
1. δὲ καὶ νῦν, ὅσον εἰς τὰ παρόντα ἐστὶ χρήσιμον. ἔοικε
2. μὲν οὖν αὐλοῦ γλώττῃ, μάλιστα κάτωθέν τε καὶ ἄνωθεν
3. αὐτὸ θεωμένῳ. λέγω δὲ κάτωθεν μὲν, ἵνα συνάπτουσιν
4. ἀλλήλοις ἥ τ’ ἀρτηρία καὶ ὁ λάρυγξ· ἄνωθεν δὲ, κατὰ τὸ
5. στόμα τὸ γενόμενον ὑπὸ τῶν ταύτῃ περάτων τοῦ τε ἀρυταινοειδοῦς
6. χόνδρου καὶ τοῦ θυρεοειδοῦς. ἄμεινον δ’ ἦν
7. ἄρα μὴ τοῦτο τὸ σῶμα ταῖς τῶν αὐλῶν γλώτταις εἰκάζειν,
8. ἀλλ’ ἐκείνας τῷδε. καὶ γὰρ καὶ πρότερον, οἶμαι, τῷ χρόνῳ
9. καὶ σοφώτερον τοῖς ἔργοις ἡ φύσις τῆς τέχνης ἐστίν. ὥστ’,
10. εἴπερ τουτὶ μὲν τὸ σῶμα φύσεως ἔργον ὑπάρχει, τέχνης δ’
11. εὕρημά ἐστι τὸ κατὰ τοὺς αὐλοὺς, ἐκεῖνο τούτου μίμημα ἂν
12. εἴη, πρὸς ἀνδρὸς εὑρημένον σοφοῦ, γνωρίζειν τε καὶ μιμεῖσθαι
13. τὰ τῆς φύσεως ἔργα δυναμένου. ὅτι μὲν οὖν
14. χωρὶς τῆς γλώττης ἄχρηστος ὁ αὐλὸς, αὐτὸ δείκνυσι τὸ
15. φαινόμενον. αἰτίαν δ’ οὐ χρὴ ποθεῖν ἀκούειν ἐν τῷ παρόντι
16. λόγῳ. λέλεκται γὰρ ἐν τῇ περὶ φωνῆς πραγματείᾳ,
17. καθ’ ἣν καὶ τοῦτο εὐθὺς ἀποδέδεικται, τὸ μὴ δύνασθαι
18. γενέσθαι φωνὴν ἄνευ τοῦ στενωθῆναι τὴν διέξοδον. εἰ γὰρ
1. ἀναπεπταμένη τελέως εἴη σύμπασα, κεχαλασμένων μὲν τῶν
2. πρώτων δυοῖν χόνδρων καὶ διεστώτων ἀπ’ ἀλλήλων, ἀνεῳγμένου
3. δὲ τοῦ τρίτου, μή ποτ’ ἂν δύνασθαι γενέσθαι φωνήν·
4. ἀλλ’ εἰ μὲν ἀτρέμα τὸ πνεῦμα ἔξω φέροιτο, τὴν χωρὶς
5. ψόφου συντελουμένην ἐκπνοήν· εἰ δ’ ἀθρόως τε καὶ σφοδρῶς,
6. τὸ καλούμενον στενάζειν γιγνόμενον. ἵνα δὲ φωνήσῃ
7. τὸ ζῶον, δεῖσθαι πάντως καὶ τῆς κάτωθεν φορᾶς ἀθροωτέρας,
8. δεῖσθαι δ’ οὐδὲν ἧττον ταύτης καὶ τῆς κατὰ τὸν
9. λάρυγγα διεξόδου στενωτέρας, καὶ οὐχ ἁπλῶς γε στενωτέρας,
10. ἀλλὰ κατὰ βραχὺ μὲν ἐξ εὐρέος εἰς στενὸν ἀγομένης, κατὰ
11. βραχὺ δ’ ἐκ τοῦ στενοῦ πάλιν εὐρυνομένης. ὅπερ ἀκριβῶς
12. ἐργάζεται τουτὶ τὸ σῶμα τὸ προκείμενον ἐν τῷ λόγῳ νῦν,
13. ὃ δὴ γλωττίδα τε καὶ γλῶσσαν ὀνομάζω λάρυγγος. οὐ μόνον
14. δ’ εἰς τὸ τῆς φωνῆς ἔργον ἀναγκαῖον τῷ λάρυγγι τουτὶ τὸ
15. σῶμα τῆς γλωττίδος, ἀλλὰ καὶ τῇ καλουμένῃ καταλήψει
16. πνεύματος. ὀνομάζουσι δ’ οὕτως οὐχ ὅταν ἀπνευστὶ μόνον
17. ἔχωμεν, ἀλλ’ ὅταν ἅμα τῷ συστέλλειν ἐκ παντὸς μέρους τὸν
18. θώρακα τοὺς μῦς ἐντείνωμεν σφοδρῶς, ὅσοι καθ’ ὑποχόνδριά
1. τε καὶ τὰς πλευρὰς τετάχαται. βιαιοτάτη γὰρ ἐνέργεια
2. τηνικαῦτα τοῦ τε θώρακος ἅπαντος γίγνεται καὶ τῶν κλειόντων
3. τὸν λάρυγγα μυῶν. ἀντέχουσι γὰρ οὗτοι βιαίως ὠθουμένῳ
4. τῷ πνεύματι τὸν ἀρυταινοειδῆ κλείοντες χόνδρον. εἰς
5. ὅπερ ἔργον οὐ σμικρὰ συντελεῖ τῆς προειρημένης γλωττίδος
6. ἡ φύσις. εἰς ταὐτὸν γὰρ αὐτῆς ἔρχεται τὰ μόρια, τό τ’ ἐκ
7. τῶν ἀριστερῶν καὶ τὸ τῶν δεξιῶν, ὡς συμπεσεῖν ἀλλήλοις
8. ἀκριβῶς καὶ κλείεσθαι τὸν πόρον. εἰ δ’ ἔτι σμικρὸν ἄκλειστον
9. ὑπολειφθείη, καὶ μάλιστα ἐν οἷς ζώοις εὐρύτερός ἐστιν
10. ὁ σύμπας λάρυγξ, (ἐδείχθη δὲ τοιοῦτος ἐν τοῖς μεγαλοφώνοις
11. ὑπάρχων,) οὐδὲ τοῦτο ἀπρονόητον παρῶπται τῇ φύσει,
12. τρῆμα καθ’ ἑκάτερον μέρος τῆς γλωττίδος ἓν ἐργασαμένῃ,
13. ὑποθείσῃ δὲ τῷ τρήματι κοιλίαν ἔνδον οὐ σμικράν. εἰς ἣν,
14. ἐπειδὰν μὲν εὐρείαις ὁδοῖς ὁ ἀὴρ χρώμενος εἰσίῃ τε εἰς τὸ
15. ζῶον καὶ ἐξίῃ αὖθις, οὐδὲν παρωθεῖται· φραχθείσης δὲ
16. τῆς διεξόδου, στενοχωρούμενος ὠθεῖταί τε βιαίως πρὸς τὰ
17. πλάγια καὶ τὸ τῆς γλωττίδος ἀνοίγνυσι στόμιον, ὃ τέως
1. ἐκέκλειστο, τῶν χειλῶν ἐπεπτυγμένων. αὐτὸ γάρ τοι τοῦτο
2. (τοῦτ’ ἔστι τὸ τῆς ἐπιπτύξεως) αἴτιον τοῦ λαθεῖν ἅπαντας
3. τοὺς ἔμπροσθεν ἀνατομικοὺς τὸ προκείμενον ἐν τῷ λόγῳ
4. τρῆμα. πληρωθεισῶν δὲ πνεύματος τῶν ἐν τῇ γλώττῃ τοῦ
5. λάρυγγος κοιλιῶν, ἀποχεῖσθαι μὲν δήπου τὸν ὄγκον ἀναγκαῖον
6. εἰς αὐτὸν τοῦ πνεύματος τὸν πόρον, ἀκριβῶς δὲ στενοῦσθαι,
7. κᾂν εἰς μικρόν τι πρόσθεν ἀνέῳκτο. αὕτη μὲν ἡ περὶ τὴν
8. γλῶτταν τοῦ λάρυγγος τέχνη τῆς φύσεως ἔν τε τῷ σύμπαντι
9. σχήματι καὶ τῷ μεγέθει καὶ τῇ θέσει καὶ τοῖς
10. τρήμασι καὶ ταῖς κοιλίαις εἰς ἄκρον ἀκριβείας ἥκουσα.
11. μείζονα γοῦν αὐτὴν εἴπερ ἐπινοήσαις γεγενημένην, ἀποφράξεις
12. τὰς ὁδοὺς τοῦ πνεύματος, ὡς κᾀν ταῖς φλεγμοναῖς ἀποφράττειν
13. εἴωθεν. ἐλάττων δ’ αὖ γεννηθεῖσα, πολὺ μὲν ἐνδέουσα
14. τοῦ μετρίου παντάπασιν ἄφωνον ἐργάζεται τὸ ζῶον·
15. ὀλίγῳ δ’ ἀπολειφθεῖσα τῷ μέρει τοσούτῳ μικροφωνότερόν
16. τε καὶ κακοφωνότερον, ὅσῳπερ ἂν αὕτη λείπηται τοῦ
17. συμμέτρου. οὕτω δὲ κᾂν τὴν θέσιν αὐτῆς μετακινήσῃς,
18. ἢ τὸ μέγεθος τοῦ τρήματος, ἢ τῆς κοιλίας, ἀναιρήσεις
1. τὴν ὅλην χρείαν. αὐτίκα γέ τοι τὸ τρῆμα καθ’ ἑκάτερον
2. μὲν, ὡς εἴρηται, μέρος ὑπάρχει, πρόμηκες δ’ ἐστὶν
3. ἄνωθεν κάτω, καθάπερ τις γραμμὴ στενὴ, καίτοι γε οὐκ
4. ὂν στενὸν, ἀλλὰ τὸ τῶν χειλῶν ὑμενῶδες οἷόν περ καταπίπτον
5. ἐστὶν εἰς τὴν ὑποκειμένην κοιλότητα, καὶ διὰ τοῦτο
6. καθάπερ ῥυσσότης μᾶλλον ἢ τρῆμα φαίνεται, πρὶν διαπτυχθῆναι
7. τὰ χείλη. διαπτυχθέντων δὲ, σαφῶς μὲν ἤδη καὶ
8. τοῦτο, σαφῶς δὲ καὶ ἡ ὑποκειμένη κοιλότης αὐτῷ θεωρεῖται.
9. τοιούτου δ’ ὄντος ἑκατέρου τοῦ τρήματος, ἐξ ἀριστερῶν
10. τε καὶ δεξιῶν παραῤῥεῖ τι πνεῦμα, μηδεμίαν αἰτίαν
11. ἔχον ἀνοιγνύναι τὸ στόμιον ἢ πληροῦν τὴν κοιλίαν. ὅταν
12. δ’ ὠθῆται μὲν κάτωθεν βιαίως, ἴσχηται δ’ ἄνωθεν, ἅτε
13. μηκέτι δυνάμενον εὐθυπορεῖν, οἷον ἴλιγγά τινα παθὸν
14. ἐπιστρέφεταί τε πρὸς τὰ πλάγια τοῦ πόρου καὶ τούτοις
15. ἐμπίπτει βιαίως, ἀνατρέπει τε ῥᾳδίως τὰς ὑμενώδεις ἐπιφύσεις
16. ἑκατέρου τῶν πόρων εἰς τὰς ὑποκειμένας κοιλότητας,
17. εἰς ἅσπερ καὶ ῥέπουσι φύσει, πληροῖ τ’ αὖ καὶ διαφυσᾷ
1. σύμπασαν τὴν γλωττίδα. τούτῳ δ’ ἐξ ἀνάγκης ἕπεται φράττεσθαι
2. τὸν πόρον ἀκριβῶς. αὐτὸ δὲ τὸ σῶμα τῆς γλωττίδος
3. ὑμενῶδες μὲν ἐγένετο πρὸς τὸ μήτε πληρούμενον ὑπὸ
4. τοῦ πνεύματος ῥήγνυσθαι, μήτ’ ἐν τῷ ποτὲ μὲν εὐρύνεσθαι,
5. ποτὲ δὲ συστέλλεσθαι τὸν ὅλον λάρυγγα, ταῖς ἐναντίαις
6. αὐτοῦ καταστάσεσιν ἑπόμενον, εἰς κίνδυνον ἀφικέσθαι ποτὲ
7. ῥήξεως· ὑγρὸν δ’ οὐχ ἁπλῶς, ἀλλὰ σὺν τῷ γλίσχρον τέ
8. πως εἶναι καὶ λιπαρὸν, ἵν’ ἐπιτέγγηται διὰ παντὸς οἰκείᾳ
9. νοτίδι, καὶ μὴ, καθάπερ αἱ τῶν αὐλῶν γλῶτται ξηραινόμεναι
10. συνεχῶς ἐπικτήτου τινὸς ὑγρότητος δέονται,
11. καὶ αὐτὸ τῶν ἔξωθεν ἰαμάτων ἐπιδεὲς γίγνηται. τὸ μὲν
12. γὰρ λεπτὸν καὶ ὑδατῶδες ὑγρὸν εἰς ἀτμοὺς διαλυόμενον ἐν
13. τάχει διαφορεῖται ῥᾳδίως, ἀποῤῥεῖ τε παραχρῆμα, καὶ μάλισθ’
14. ὅταν ᾖ κατάντης ὁ πόρος· τὸ δὲ γλίσχρον ἅμα καὶ
15. λιπαρὸν ἐξαρκεῖ χρόνῳ παμπόλλῳ, μήτ’ ἀποῤῥέον ἑτοίμως,
16. μήτε ξηραινόμενον. ὥστ’, εἴπερ καὶ τὰ ἄλλα πάντα ἡ φύσις
17. ἐν τῇ τοῦ λάρυγγος κατασκευῇ θαυμαστῶς ἐτεχνήσατο, μόνης
18. δὲ τῆς τοιαύτης ὑγρότητος ἐπελάθετο, διεφθείρετ’ ἂν
1. ἡμῶν ἡ φωνὴ διὰ ταχέων, ξηραινομένης τῆς γλωττίδος
2. ἅμα τοῖς κατὰ τὸν λάρυγγα σύμπασιν, ὥσπερ νῦν εἴωθε
3. γίγνεσθαι σπανιάκις, ὑπὸ βιαίων αἰτίων νικωμένης τῆς φυσικῆς
4. διοικήσεως. ἔν τε γὰρ τοῖς περικαέσι πυρετοῖς οὐ
5. δύνανται φθέγγεσθαι, πρὶν διαβρέξαι τὸν λάρυγγα, καὶ
6. ὅσοι διὰ καύματος ὡδοιπόρησαν σφοδροῦ.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 7.13, ed. Kühn, 1822, vol. 3, p. 560-567. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩