Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 7.14, ed. Kühn, 1822, vol. 3, p. 567-581. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.14

7. Ἀλλὰ περὶ μὲν τῆς γλώττης τοῦ λάρυγγος
8. ἱκανὰ καὶ ταῦτα. πάλιν δ’ ἐπὶ τοὺς κινοῦντας αὐτὸν μύας
9. ἐπάνειμι, καὶ μάλιστ’ ἐξ αὐτῶν τοὺς κλείοντας, ὅθεν περ
10. ὁ λόγος δεῦρο ἀπετράπετο. θαυμαστὸν γὰρ ἂν εἶναι δόξειεν,
11. εἴ τις προσέχοι τὸν νοῦν αὐτῷ καὶ λογίσαιτο τὸ μέγεθός
12. τε καὶ πλῆθος ὅσον ἐστὶ τῶν συστελλόντων τὸν θώρακα
13. μυῶν· οἷς ἅπασιν ἀνθίστανται δύο μικροὶ μύες οἱ
14. κλείοντες τὸν λάρυγγα, συνεπιλαμβανούσης αὐτοῖς, ὡς δέδεικται,
15. τῆς γλωττίδος. ἔστιν οὖν τις κᾀνθάδε σοφία περιττὴ
16. τοῦ τῶν ζώων δημιουργοῦ, τοῖς ἀνατομικοῖς ἀνδράσιν
17. ἠγνοημένη, καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ περὶ
1. τὴν κατασκευὴν τοῦ λάρυγγος. οἱ γάρ τοι μύες οἱ κλείοντες
2. αὐτὸν ἄρχονται μὲν ἐκ μέσης τῆς βάσεως τοῦ θυρεοειδοῦς,
3. ἀνατείνονται δ’ ὄρθιοι, τοσοῦτον ἐκκλίνοντες ὀπίσω
4. τε καὶ πρὸς τὸ πλάγιον, ὡς ἐγγὺς ἀφικνεῖσθαι
5. τῆς διαρθρώσεως τοῦ τρίτου χόνδρου. εὔδηλον οὖν, ὅτι
6. κεφαλὴ μὲν αὐτῶν γίγνεται τὸ πρὸς τῷ θυρεοειδεῖ πέρας,
7. ἔσχατον δὲ καὶ τελευταῖον, ᾧ τὸν ἀρυταινοειδῆ κινοῦσι χόνδρον.
8. ἅπασι δὲ δήπου τοῖς μυσὶν ἤτοι γ’ εἰς αὐτὴν τὴν
9. κεφαλὴν ἐμφύεται νεῦρον ἀπ’ ἐγκεφάλου παράγον ἢ νωτιαίου
10. δύναμιν αἰσθήσεώς τε καὶ κινήσεως, ἢ πάντως γε
11. κατὰ τι τῶν ὑπὸ τὴν κεφαλὴν μερῶν, ἢ οὐκ ἐξωτέρω γε τῆς
12. μεσότητος, εἰς δὲ τὸ πέρας οὐδέν· ἀρχὴν μὲν γὰρ ἂν οὕτως
13. ἐργάσαιτο, καὶ οὐ πέρας αὐτό. τὰ δ’ εἰς τὴν μέσην
14. χώραν ἐμφυόμενα τοῦ μυὸς, ὥσπερ τὰ τοῦ διαφράγματος,
15. ἐντεῦθεν δ’ εἰς ἅπαντα διασπειρόμενα τὸν μῦν ἐπὶ τὸ
16. μέσον ἁπάσας ἕλκει τὰς ἶνας, ἐκεῖνο τὸ μέρος αὐτοῦ κεφαλὴν
17. ἐργαζόμενα. καὶ μὲν δὴ καὶ τόδε μυσὶν ἅπασιν ὑπάρχει
18. κοινὸν, ἐφ’ ἃ σπεύδουσιν αὐτῶν αἱ ἶνες, ἐπὶ ταῦτ’
1. ἐκτείνεσθαι κατασχιζομένοις. εἴπερ οὖν ἅπαντα τὰ λελεγμένα
2. συνθείης ἀκριβῶς, οἶμαί σε πεισθήσεσθαι περὶ τῶν
3. κλειόντων τὸν λάρυγγα μυῶν, ὡς ἀναγκαῖον ἦν αὐτοῖς ἐκ
4. τῶν κάτω μερῶν ἀφικνούμενον ἐμφῦναι τὸ νεῦρον. ἀναγκαῖον
5. δ’ οὐδὲν ἧττον, οἶμαι, καὶ ταῖς ὑπολοίποις δύο συζυγίαις
6. τῶν μυῶν, ὑφ’ ὧν ἀνοίγνυται τὸ τοῦ λάρυγγος στόμα, καὶ
7. ταύταις ἐμβάλλειν κάτωθεν τὰ νεῦρα. καὶ γὰρ καὶ οὗτοι
8. κάτωθεν μὲν ἔχουσι τὰς ἀρχάς τε καὶ τὰς κεφαλὰς ἑαυτῶν,
9. ἄνω δὲ τὸ πέρας, ᾧ κλείουσι τὸν ἀρυταινοειδῆ χόνδρον. οἱ
10. μὴν ἴσων γε τὸ μέγεθος ἢ τὴν ῥώμην ἰσοσθενῶν ἐδεῖτο
11. τοῖς τε κλείουσι τὸν λάρυγγα δύο μυσὶ καὶ τούτοις δὴ τοῖς
12. ἀνοιγνύουσιν. ἐκεῖνοι γάρ εἰσιν οἱ πᾶσι τοῖς τοῦ θώρακος
13. μυσὶν ἐν ταῖς τοῦ πνεύματος καταλήψεσιν ἀνθιστάμενοι.
14. τῶν τεττάρων δ’ ἑκάστου τὸ ἔργον οὐ μάτην ἔχει τὸν σκοπὸν,
15. ἀλλ’ εὐπείθειαν, τοῖς τοῦ θώρακος μυσὶν εὐπετῆ
16. παρεχόντων τὴν διέξοδον τῷ βιαίως ὑπ’ ἐκείνων ἐκθλιβομένῳ
17. πνεύματι, ὃ καὶ χωρὶς τῶν μυῶν αὐτῇ τῇ ῥύμῃ τῆς
1. φορᾶς ἐγχωρεῖ γενέσθαι, τοῦ τρίτου χόνδρου διὰ τὴν σμικρότητα
2. ῥᾳδίως ἀνατρεπομένου. ὥστε καὶ διὰ τὸ βίαιον
3. τῆς ἐνεργείας τοῖς κλείουσι τὸν λάρυγγα μυσὶν ἐκ τῶν
4. κάτω μερῶν ἀναγκαῖον ἦν ἐπιπεμφθῆναι νεῦρα κατ’ εὐθὺ
5. τῆς ἑαυτῶν ἀρχῆς, ἐπισπασόμενα διὰ μέσων τῶν μυῶν
6. τὸν ἀρυταινοειδῆ χόνδρον. εἰ μὲν οὖν ἡ καρδία νεύρων ἦν
7. ἀρχὴ, καθάπερ ἔνιοι νομίζουσιν, οὐδὲν τῶν ἐξ ἀνατομῆς
8. ἐγνωκότες, ἑτοίμως μὲν ἂν ἐκίνησε τοὺς εἰρημένους ἓξ μύας,
9. ἐπιπέμψασα νεῦρα κατ’ εὐθυωρίαν, ἴσην δ’ ἂν ἡμῖν ἀπορίαν
10. παρέσχεν ἐπὶ τῶν ἄλλων μυῶν, ὅσοι τὰς κεφαλὰς ἔχοντες
11. ἄνωθεν ἐμφύονται τοῖς κάτω πέρασιν ἑαυτῶν εἰς ἃ κινοῦσι
12. μόρια. νυνὶ δ’, ἐπειδὴ φαίνεται πᾶν νεῦρον ἢ ἐξ
13. ἐγκεφάλου πεφυκὸς, ἢ ἐκ νωτιαίου, τοῖς μὲν ἄλλοις ἅπασι
14. μυσὶν, ὅσοι περὶ τὴν κεφαλὴν ὑπάρχουσι καὶ τὸν τράχηλον,
15. ἡ κίνησις εὔπορος· εἰς μὲν γὰρ τοὺς ἄνωθεν κάτω φερομένους
16. ἐξ ἐγκεφάλου φαίνεται τὸ νεῦρον ἐμφυόμενον, εἰς δὲ
17. τοὺς λοξοὺς ἀπό τε τοῦ κατὰ τὸν τράχηλον νωτιαίου καὶ
1. τῆς ἑβδόμης συζυγίας, ἐπειδὴ καὶ αὐτὴ λοξὴν τὴν ἔκφυσιν
2. ἔχει. λοιποὶ δ’ οἱ προειρημένοι μύες ἓξ οὐδ’ ἑτέρωθεν
3. ἐδύναντο δέξασθαι νεῦρον· ἅτε γὰρ ὄρθιοι κατὰ τὸ τοῦ
4. λάρυγγος μῆκος ἐκ τῶν κάτω μερῶν ἄνω φερόμενοι, λοξῶν
5. μὲν οὐδ’ ὅλως ἐδέοντο τῶν νεύρων, ὄρθια δ’ ἐκ καρδίας
6. μὲν οὐκ εἶχον, ἐξ ἐγκεφάλου δ’ εἶχον, ἐναντίαν ὁδὸν ἑαυτοῖς
7. φερόμενα. κίνδυνος οὖν οὐ σμικρὸς ἦν τοῖς εἰρημένοις
8. μυσὶν ἁπάντων μόνοις μυῶν ἀπορῆσαι νεύρων αἴσθησίν
9. τε καὶ κίνησιν αὐτοῖς χορηγούντων. ὅπως οὖν ἐπηνωρθώσατο
10. τοῦθ’ ἡ φύσις ἐξευροῦσα σοφὴν μηχανὴν, ἐγὼ
11. μὲν οὐκ ἂν ἐβουλόμην ἤδη μοι λέγεσθαι, πρὶν τοῖς ἀμφὶ
12. τὸν Ἀσκληπιάδην τε καὶ τὸν Ἐπίκουρον ἐπιτρέψαι ζητῆσαι,
13. τίνα τρόπον ἂν, εἴπερ αὐτοὶ κατέστησαν ἐν χώρᾳ τοῦ διαπλάττοντος
14. τὰ ζῶα, τοῖς εἰρημένοις μυσὶν τῶν νεύρων μετέδοσαν.
15. εἴωθα γὰρ οὕτω ποιεῖν ἐνίοτε, καὶ συγχωρεῖν αὐτοῖς
16. εἰς τὴν σκέψιν οὐχ ἡμερῶν μόνον, ἀλλὰ καὶ μηνῶν
17. ὁπόσων ἂν αὐτοὶ βουληθῶσιν ἀριθμόν. ἐπεὶ δ’ οὐκ ἐγχωρεῖ
18. πράττειν οὕτως ἐν γράμμασιν, οὐδὲ τὴν ἐκείνων σοφίαν
1. παραβάλλειν τῇ τῆς φύσεως ἀτεχνίᾳ, καὶ δεικνύειν, ὅπως
2. ἡ λοιδορουμένη πρὸς αὐτῶν ὡς ἄτεχνος φύσις εἰς τοσοῦτον
3. εὐμηχανωτέρα φαίνεται τῆς σοφίας αὐτῶν, ὥστ’ οὐδ’ ἐπινοῆσαι
4. δύνανται τῶν ἔργων αὐτῆς τὴν τέχνην, ἀναγκαῖον
5. ἤδη μοι λέγειν τὰς μηχανὰς τῆς φύσεως, αἷς χρησαμένη
6. καὶ νεύρων καὶ κινήσεων τοῖς προκειμένοις ἐν τῷ λόγῳ μυσὶν
7. μετέδωκεν. ἵνα δ’ ᾖ σαφὴς ὁ λόγος, ἀκοῦσαι χρή σε
8. πρότερον ὑπὲρ τῆς καλουμένης μεταληπτικῆς κινήσεως, ᾗ
9. πάμπολλοι χρῶνται κατὰ τὰ μηχανήματα, τῶν μὲν ἀρχιτεκτόνων
10. οἱ μηχανικοὶ, τῶν δ’ ἰατρῶν οἱ προσαγορευθέντες
11. ὀργανικοί· τοιαύτῃ γάρ τινι κινήσει τῶν τεχνῶν
12. τούτων ἡ φύσις προτέρα χρησαμένη τὴν ἐνέργειαν ἐξεπορίσατο
13. τοῖς μυσίν· εἰκὸς μὲν δή τινα καὶ γιγνώσκειν τῶν
14. ἀναγνωσομένων τόδε τὸ γράμμα τὸν τρόπον τῆς μεταληπτικῆς
15. κινήσεως, καὶ διὰ τοῦτ’ ἴσως ἄχθεσθαι βραδύνοντι τῷ
16. λόγῳ, σπεύδοντα μαθεῖν αὐτὸν ἤδη τὸ σόφισμα τῆς φύσεως,
17. ᾧ χρησαμένη νεύρων ἐπιτηδείων εὐπόρησεν εἰς τὰ παρόντα.
18. ἀλλ’ οὐχ ἑνὶ δήπου, καὶ δυοῖν, ἢ τρισὶν, ἢ τέτταρσιν,
1. ἢ ὅλως ἀριθμῷ τινι τεταγμένῳ σαφὴς ὁ λόγος εἶναι
2. σπουδάζει, πάντας δ’ ἑξῆς τοὺς ὁμιλήσαντας αὐτῷ διδάσκειν
3. ἐφίεται. διὰ τοὺς πολλοὺς οὖν ἀγνοοῦντας, ὁποία τίς
4. ἐστιν ἡ μεταληπτικὴ κίνησις, ἀναμεῖναι χρὴ βραχύ τι τοὺς
5. ὀλίγους καὶ συγχωρῆσαί μοι διηγήσασθαι τὴν ἰδέαν αὐτῆς
6. ἐπὶ προχείρου τε καὶ τοῖς πλείστοις τῶν ἰατρῶν γνωρίμου
7. μηχανήματος, τούτου δὴ τοῦ καλουμένου πρὸς αὐτῶν ὀργανικοῦ
8. γλωττοκομείου. πρόμηκες μὲν γάρ ἐστιν, ὥσπερ καὶ
9. τἄλλα, χάριν τοῦ δέξασθαι σκέλος ὅλον ἀνθρώπειον, οἷα
10. δὴ πολλάκις ἐπὶ μηροῦ καὶ κνήμης καταγνυμένων εἰώθασι
11. δρᾷν. πρόσεστι δ’ ἐξαίρετα τῷ μηχανικῷ γλωττοκομείῳ
12. ταυτί. κάτω μὲν ἄξων δή τις, εἰς ὃν τῶν περιβαλλομένων
13. τῷ κώλῳ βρόχων ἐξήκει τὰ πέρατα· κατ’ αὐτὸ δὲ τὸ μηχάνημα
14. τροχηλίαι πλείους ἔγκεινται, τῇ δεούσῃ πρὸς τὸν
15. καιρὸν ἑκάστοτε χρήσει. παρασκευὴ μὲν αὕτη. τὸ κῶλον
16. δ’ ἐπιδήσαντες ἀκριβῶς τῷ νόμῳ τῷ καταγματικῷ βρόχους
17. ἐπιβάλλουσιν ἑκατέρωθεν τοῦ κατάγματος, ἕνα μὲν ἐν
1. τοῖς ἄνω μέρεσι τοῦ κώλου, τὸν δὲ ἕτερον ἐν τοῖς κάτω.
2. μάλιστα δ’ ἐπιτήδειος εἰς ταῦτα βρόχος ὁ ἐκ δυοῖν διαντέων
3. ἐστίν· τοῦτο γὰρ αὐτοῦ τὸ παλαιὸν ὄνομα. προσαγορεύουσι
4. δ’ ἔνιοι λύκον αὐτὸν, ἅτε δὴ τέτταρα σκέλη τοῦ
5. τοιούτου βρόχου λαμβάνοντος. ἄμεινον δήπου δύο μὲν ἐν
6. τοῖς δεξιοῖς τοῦ κώλου μέρεσι, δύο δ’ ἐν τοῖς ἀριστεροῖς
7. ποιησάμενον, ἐκ μὲν τοῦ κάτωθεν βρόχου φέρειν ἄντικρυς
8. ἐπὶ τὸν ἄξονα τὰ σκέλη καὶ τούτῳ περιβάλλειν ἀκριβῶς,
9. ὡς γίγνεσθαι κάτω τὸ κατεαγὸς κῶλον, ἐκ δὲ τοῦ λοιποῦ
10. βρόχου τοῦ ἄνω τὰ σκέλη εἰς τἀναντία τῷ ἄξονι ἄγεσθαι·
11. χρὴ γὰρ, οἶμαι, καὶ τοῦτον εἰς τἀναντία τῷ προτέρῳ διατείνειν
12. τὸ κῶλον. ἄγουσι μὲν ἐξ ἀνάγκης ἄνω τὰ σκέλη τοῦ
13. βρόχου, διεκβάλλουσι δ’ ἐκτὸς, ἐπιβάλλουσι δὲ ταῖς τροχηλίαις,
14. ἐντεῦθέν τε φέροντες κάτω περιβάλλουσι τῷ
15. ἄξονι· καὶ οὕτως συμβαίνει τῶν βρόχων ἀμφοτέρων τὰ
16. πέρατα, κοινὸν ἄξονα σχόντα, δικαίαν τοῦ κατεαγότος κώλου
17. τὴν διάτασιν ἐργάζεσθαι· τείνεται γὰρ ὡσαύτως ἄμφω
1. καὶ χαλᾶται, ταῖς περιαγωγαῖς τοῦ ἄξονος οἰακιζόμενα. τοῦ
2. μὲν δὴ κάτωθεν βρόχου τὰ σκέλη τὴν τάσιν ἁπλῆν ἔχει,
3. τοῦ δ’ ἄνω διττὴν, ἅτε καὶ τῆς φορᾶς εὐθυπορούσης μὲν
4. τῆς κάτω, δίαυλον δέ τινα καμπτούσης τῆς ἄνω. τοῦτον
5. δὴ τὸν δίαυλον ἡ φύσις ἁπάντων πρώτη τοῖς ἄνωθεν ἐξ
6. ἐγκεφάλου καταφερομένοις διὰ τοῦ τραχήλου νεύροις ἐτεχνήσατο,
7. μεταληπτικήν τινα κίνησιν ἐκπορίζουσα τοῖς προειρημένοις
8. μυσίν. ἐχρῆν γὰρ αὐτοὺς ἤτοι γε ἐκ τοῦ κατὰ τὸν
9. τράχηλον νωτιαίου λαβεῖν νεῦρον, ἢ ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου.
10. λοξῆς δ’ ἔσεσθαι μελλούσης τῆς ἐκ τραχήλου, ταύτην
11. μὲν ἀναγκαιότατον ἦν φυγεῖν, ἐκλέξασθαι δὲ τῶν
12. ἄνωθεν ἀρχῶν τὴν ἀμείνω. διττῆς δ’ οὔσης καὶ ταύτης,
13. εὐθείας μὲν ἀκριβῶς, ἣν ἕκτην νεύρων ἀριθμεῖ Μαρῖνος
14. συζυγίαν, οὐκ εὐθείας δὲ τῆς ἑβδόμης, ἄχρηστος μὲν ἦν
15. ἡ ἑβδόμη παντελῶς τοῖς ὀρθίοις μυσὶν, ἡ δ’ ἕκτη τῷ μὲν
16. εὐθεῖ τῆς φορᾶς χρηστὴ, τῷ δ’ ἐξ ἐναντίων ἰέναι χωρίων
17. οὐ μόνον ἄχρηστος, ἀλλὰ καὶ βλαβερά. ταύτην γὰρ ἔχουσα
1. τὴν φορὰν, εἴπερ ἐνέφυ τοῖς προκειμένοις ἐν τῷ λόγῳ μυσὶν,
2. ἄνω μὲν ἂν εἰργάσατο τὴν κεφαλὴν αὐτῶν, κάτω δὲ τὸ πέρας,
3. οὗ τοὐναντίον ἐδείχθη χρῆναι γενέσθαι. πρόσεχε τοίνυν
4. ἤδη μοι τὸν νοῦν μᾶλλον, ἢ εἴ ποτε μυούμενος Ἐλευσίνια
5. καὶ Σαμοθρᾴκια καὶ ἄλλην τινὰ τελετὴν ἁγίαν ὅλος
6. ἦσθα πρὸς τοῖς δρωμένοις τε καὶ λεγομένοις ὑπὸ τῶν ἱεροφαντῶν,
7. μηδέν τι χείρω νομίσας ταύτην ἐκείνων εἶναι τὴν τελετὴν,
8. μηδ’ ἧττον ἐνδείξασθαι δυναμένην ἢ σοφίαν ἢ πρόνοιαν ἢ
9. δύναμιν τοῦ τῶν ζώων δημιουργοῦ, καὶ μάλισθ’ ὅτι τὴν τελετὴν
10. ταύτην, ἣν νῦν μεταχειρίζομαι, πρῶτος ἁπάντων ἐξεῦρον.
11. οὐδεὶς γοῦν τῶν ἀνατομικῶν οὔτε τούτων τι τῶν νεύρων ἐγίνωσκεν,
12. οὔτε τῶν ἔμπροσθεν εἰρημένων ἐν τῇ κατασκευῇ τοῦ λάρυγγος·
13. ὅθεν ἔν τε ταῖς ἐνεργείαις τῶν μορίων ἐσφάλησαν πάμπολυ,
14. καὶ τῶν χρειῶν οὐδὲ τὸ δέκατον εἰρήκασι μέρος. ἐπιστρέψας
15. οὖν καὶ σὺ σαυτὸν, εἰ καὶ μὴ πρόσθεν, ἀλλὰ νῦν γοῦν ἐπὶ τὸ
16. σεμνότερον, ἄξιός τε τῶν λεχθησομένων ἀκροατὴς γενόμενος,
1. ἀκολούθει τῷ λόγῳ, θαυμαστὰ τῆς φύσεως ἐξηγουμένῳ
2. μυστήρια. κατὰ τὸν ὀπίσθιον ἐγκέφαλον ἔκφυσις νεύρων
3. ἐστὶν εὐθεῖα, δι’ ὅλου τοῦ τραχήλου κάτω φερομένη καὶ
4. τῆς τραχείας ἀρτηρίας, ἑκατέρωθεν ἑτέρας τινὸς αὐτῇ σμικρᾶς
5. συναπτομένης. ἀπὸ ταύτης τῆς ἐκφύσεως οἵ τ’ ἄλλοι
6. μύες οἱ περὶ τὸν λάρυγγα πλὴν τῶν ἓξ τούτων, ὑπὲρ ὧν ὁ
7. λόγος ἐστὶ, καί τινες ἕτεροι τῶν κατὰ τὸν τράχηλον ὄρθιοι
8. λαμβάνουσιν ἀπονεμήσεις, οἱ μὲν μείζους, οἱ δ’ ἐλάττους.
9. μεγίστης δ’ οὔσης τῆς ἕκτης ταύτης συζυγίας τῶν νεύρων,
10. εἰ καὶ ὅτι μάλιστα πολλαὶ τοῖς εἰρημένοις μυσὶν ἀποφύσεις
11. αὐτῶν εἰσιν, ὅμως οὐ σμικρὰ μοῖρα διελθοῦσα τὸν τράχηλον
12. ὅλον ἐμπίπτει τῷ θώρακι, καὶ πρώτην μὲν αὐτίκα
13. νεύρων συζυγίαν ἀποφύει πρὸς αὐτὸν τὸν θώρακα, καὶ ταῖς
14. ῥίζαις τῶν πλευρῶν παρατεταμένην, ἄλλας δ’ ἐπ’ αὐτῇ,
15. τὰς μὲν εἰς τὴν καρδίαν, τὰς δ’ εἰς τὸν πνεύμονα, τὰς
16. δ’ εἰς τὸν στόμαχον. εἰ δὲ καὶ τὰς εἰς τὴν γαστέρα καὶ
17. τὸ ἧπαρ καὶ τὸν σπλῆνα καταφύσεις αὐτῶν, ἃς ποιεῖται
18. προχωροῦντα κάτω, διέλθοιμί σοι συμπάσας, ἃς, ὥσπερ τις
1. φιλοδωρότατος ἀνὴρ, πᾶσι τοῖς ἐντυγχάνουσι μορίοις χαρίζεται,
2. θαυμάζειν οἶμαί σε, πῶς οὐδὲν ἐξ αὐτῶν ἀπεβλάστησεν
3. εἰς τοὺς ἓξ μῦς τοῦ λάρυγγος, καίτοι παρελθόντων
4. γ’ αὐτῶν ἐν τῇ διὰ τοῦ τραχήλου φορᾷ καί τισι τῶν
5. μυῶν αὐτοῦ νειμάντων τι νεῦρον. ἀλλ’ ὅτι μὲν οὐκ ἐχρῆν
6. ἐν τῇ κάτω φορᾷ αὐτοῦ λαβεῖν αὐτοὺς τὸ νεῦρον, ἐδείχθη
7. πρόσθεν. ὅτι δ’ οὐκ ἐπελάθετο τῶν ἓξ ἐκείνων μυῶν ὁ
8. δημιουργὸς, ἀλλ’ ἀπὸ τῶν αὐτῶν νεύρων τῶν μεγάλων τῶν
9. παρελθόντων αὐτοὺς μόριον ἀπονείμας τοσοῦτον, ὅσον αὔταρκες
10. ἦν αὐτοῖς, μετέδωκε καὶ τούτοις τοῖς μυσὶν αἰσθήσεώς
11. τε καὶ κινήσεως, ἤδη σοι δίειμι. πρόσχες δ’ ἀκριβῶς
12. τῷ λόγῳ σχεδὸν ἄῤῥητόν τι πρᾶγμα καὶ μόλις δειχθῆναι
13. δυνάμενον ἑρμηνεύειν ἐπιχειροῦντι. συγγνώσῃ δὲ κατά τι
14. καὶ τοῖς πρὸ ἡμῶν ἀνατομικοῖς, εἰ χαλεπὸν οὕτως ὀφθῆναι
15. θέαμα διέδρα τὴν ὄψιν αὐτῶν. ἐν γὰρ τῇ διὰ τοῦ θώρακος
16. φορᾷ τῶν νεύρων ἀποβλάστημά τι ἑκατέρου γενόμενον
17. τὴν αὐτὴν ὁδὸν ἀνέρχεται πάλιν, ἣν κατῆλθε πρότερον,
1. οἷόν περ δίαυλόν τινα τοῦτον ἀνύον. ἀναμνήσθητι
2. δή μοι τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης μεταληπτικῆς κινήσεως,
3. ἀναμνήσθητι δὲ καὶ τῶν τὸν δίαυλον θεόντων δρομέων.
4. ἑκατέρῳ γὰρ ἔοικεν ἡ τῶν νεύρων φορὰ, μεταληπτικῇ
5. μὲν κινήσει, διότι, τῆς αὐτῶν ἀρχῆς ἀνημμένης εἰς τὸν ἐγκέφαλον,
6. ὅταν ὁ λογισμὸς οἷον δι’ ἡνίων τινῶν ἐντεῖναι προέληται
7. τοὺς μῦς τοῦ λάρυγγος, ἡ ἐκ τῆς ἀρχῆς κίνησις ἄνωθεν
8. μὲν ἥκει κάτω δι’ ὅλου τοῦ τραχήλου μέχρι πολλοῦ μέρους τοῦ
9. θώρακος, ἐκεῖθεν δ’ αὖθις ἀναστρέφει ἄνω μέχρι τοῦ λάρυγγος,
10. ἔνθα τοῖς εἰρημένοις μυσὶν ἐμπεφυκότων τῶν νεύρων,
11. οἷον ὑπὸ χειρῶν τινων ἕκαστος τῶν ἓξ τούτων μυῶν
12. κατασπᾶται κάτω. ὥσπερ οὖν ἐπὶ τοῦ μηχανήματος τοῦ
13. κατὰ τὸ σκέλος ἡ ἀρχὴ τῆς κινήσεως ἐκ τῶν ἡμετέρων χειρῶν
14. περὶ τὸν ἄξονα γενομένη συνεπισπᾶται τὰ σκέλη τοῦ
15. βρόχου μέχρι τῶν τροχηλιῶν, ἀπ’ ἐκείνων δ’ αὖθις ἐπὶ τὸ
16. τεινόμενον μέρος τοῦ σκέλους ἡ κίνησις ἄνωθεν κάτω διήκει,
17. κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τοῦ λάρυγγος νεύρων.
1. ὁ μὲν οἷον ἄξων, ὁ τὴν ἀρχὴν τῆς κινήσεως λαμβάνων, ἡ
2. ἐξ ἐγκεφάλου τῶν νεύρων ἐστὶν ἔκφυσις· ἡ δ’ οἷον τροχηλία
3. τὸ μέρος ἐκεῖνο τοῦ θώρακος, ὅθεν ὑποστρέφειν ἄρχεται
4. τὰ νεῦρα. διαύλῳ δ’ εἰκάζων αὐτῶν τὴν φορὰν, οὐ
5. τροχηλίαν ἐρεῖς ἐκεῖνο τὸ μέρος, ἀλλὰ τὸν καλούμενον καμπτῆρα,
6. περὶ ὃν οἱ θέοντες δίαυλον ἐν κύκλῳ κάμπτοντες
7. αὖθις εἰς τοὐπίσω φέρονται τὴν αὐτὴν ὁδὸν, ἣν πρῶτον
8. ἤνυσαν. αὕτη δέ σοι καὶ τοῦ μὴ πρότερον ὑποστρέψαι τὸ
9. νεῦρον ἡ αἰτία, καίτοι γ’ οὕτω μακρὰν ὁδὸν δι’ ὅλου τε
10. τοῦ τραχήλου, καὶ προσέτι τοῦ θώρακος οὐκ ὀλίγου μέρους
11. διερχόμενον, ὅτι μηδὲν εἶχε τοιοῦτον μόριον οἷον νύσσης
12. τινὸς ἢ τροχηλίας αὐτῷ παρασχέσθαι χρείαν. ὀχυρόν τε γὰρ
13. ἐχρῆν εἶναι τοῦτο καὶ λεῖον, ὡς ἑαυτῷ τε καὶ τῷ νεύρῳ
14. παρέχειν ἀσφαλῆ τὴν ἐπίβασιν. ἦν δ’ οὐδὲν ἄλλο μεταξὺ
15. τοιοῦτον, ὅτι μὴ τὸ τῆς κλειδὸς, ἢ τὸ τῆς πρώτης πλευρᾶς
16. ὀστοῦν, ᾧ περιβληθέντος ὑμενώδους χιτῶνος, ἐνεχώρει
17. τὸ νεῦρον οἷον κατὰ τροχηλίας τινὸς ἐνεχθῆναι τῆς τῶν
18. ὀστῶν κυρτότητος, ἀλλ’ ἐξέκειτ’ ἂν οὕτω γε προπετὲς ὑπὸ
1. τῷ δέρματι, βλάπτεσθαι βλάβην ἅπασαν ἕτοιμον. οὐ μὴν
2. οὐδὲ χωρὶς καμπῆς ἀσφαλὲς ἦν ἀπὸ τοῦ μεγάλου νεύρου μικρὸν
3. νεῦρον ἀποφύσασαν ἐπανάγειν οὕτως ἐπὶ τὸν λάρυγγα·
4. πάντως γὰρ ἂν ἀπεῤῥάγη τοῦτο, περὶ μηδὲν ἑλιττόμενον.
5. εἴπερ οὖν ἑλίττειν μὲν ἀναγκαῖον ἦν, οὐδὲν δ’ εἶχε τοιοῦτον,
6. πρὶν ἐγγὺς τῆς καρδίας ἀφικέσθαι, δεόντως οὐκ
7. ὤκνησε καταγαγεῖν ἐπὶ πλεῖστον τὸ νεῦρον, εἰ καὶ πολλὴν
8. αὖθις ὁδὸν ἐπανάξειν ἔμελλεν· οὐδὲ γὰρ οὐδ’ ἐξ αὐτοῦ
9. τούτου τὸ νεῦρον ἀῤῥωστότερον ἐγίνετο. τοὐναντίον
10. γὰρ ἅπαν ἐν μὲν ταῖς πρώταις ἐκφύσεσι μαλακὰ καὶ αὐτῷ
11. τῷ ἐγκεφάλῳ παραπλήσια πάντ’ ἐστὶ τὰ νεῦρα, προϊόντα
12. δ’ ἀεὶ καὶ μᾶλλον ἑαυτῶν γίνεται σκληρότερα. ῥώμην τοιγαροῦν
13. οὐ σμικρὰν ἐκ τοῦ μήκους τῆς ὁδοιπορίας ἐκτήσατο
14. ταυτὶ τὰ νεῦρα, τοσαύτην ὀλίγου δεῖν αὖθις ὁδὸν ἀναφερόμενα
15. μετὰ τὴν καμπὴν, ὅσην ἐνήνεκτο πρόσθεν κάτω.

Cliquer un n° de page pour en afficher l’image