Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 7.15, ed. Kühn, 1822, vol. 3, p. 581-585. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.15

16. Καιρὸς οὖν ἤδη λέγειν τὴν θαυμαστὴν ταύτην
17. τῶν νεύρων τοῦ λάρυγγος, εἴτε τροχηλίαν, εἴτε νύσσαν,
1. εἴτε καμπτῆρα χρὴ καλεῖν. οὐ γὰρ ὀνομάτων κάλλος θηρᾶσθαι
2. πρόκειται νῦν, οὐδὲ τρίβειν τὸν χρόνον περὶ μικρὰ
3. καὶ φαῦλα, τοσοῦτόν τε καὶ τοιοῦτον κάλλος ἐν τοῖς τῆς
4. φύσεως ἔργοις ἐξευρίσκοντας. εἰσὶ μὲν δήπου κατὰ τὸ χωρίον
5. τοῦτο φλέβες καὶ ἀρτηρίαι μεγάλαι πρὸς τὸν τράχηλον
6. ἀπὸ τῆς καρδίας ἀναφερόμεναι, τινὲς μὲν εὐθεῖαν ἔχουσαι
7. τὴν θέσιν, ἔνιαι δὲ λοξὴν, οὐδεμία δὲ ἐγκαρσίαν, ὁποίας
8. ἔδει τοῖς νεύροις τῆς καμπῆς. περὶ μὲν γὰρ τὴν ὀρθίαν
9. οὐδὲ γένοιτό ποτε καμπὴ τοῖς ἄνωθεν κάτω φερομένοις, ὡς
10. ἂν ἐξ ἐναντίας ἀπαντῶσι· περὶ δὲ τὴν λοξὴν ἑλιχθῆναι μέν
11. τινα δύναται μετρίως, ἀλλ’ εὐαποκύλιστόν τε καὶ ἀστήρικτον
12. ἔσται, καὶ μάλισθ’ ὅτε λοξὸν ἀφίσταται μὲν πολὺ τῆς
13. ἐγκαρσίας θέσεως, ἐγγὺς δ’ ἥκει τῆς ὀρθίας. ἐγὼ μὲν οὐδ’
14. ἐπαινεῖν ἔτι κατὰ τὴν ἀξίαν τοῦ δημιουργήσαντος τὰ ζῶα
15. τήν τε σοφίαν καὶ τὴν δύναμιν ἱκανὸς εἶναι νομίζω. μείζονα
16. γὰρ οὐκ ἐπαίνων μόνον, ἀλλὰ καὶ ὕμνων τὰ τοιαῦτα
1. τῶν ἔργων ἐστὶν, ὅσα πρὶν θεάσασθαι μὲν ἀδύνατα γενέσθαι
2. πεπείσμεθα, θεασάμενοι δ’ ἔγνωμεν οὐκ ὀρθῶς
3. ὑπειληφότες, καὶ μάλισθ’ ὅταν ἄνευ πολλῆς σκευωρίας ὁ
4. δημιουργὸς αὐτῶν ἑνὶ προσχρησάμενος ὀργάνῳ μικρῷ παντοίως
5. ἄμεμπτόν τε καὶ τέλειον ἀποφῄνῃ τὸ ἔργον· οἷόν τι
6. καὶ κατὰ τὴν καμπὴν τῶν νεύρων τούτων ἰδεῖν ἔστι. τὸ
7. μὲν γὰρ ἀριστερὸν οὐκ ὤκνησεν ἡ φύσις παραγαγοῦσα μέχρι
8. πλείστων περὶ τὴν μεγίστην ἀρτηρίαν ἑλίξαι κατ’ ἐκεῖνο
9. μάλιστα τὸ μέρος, ἵνα πρῶτον ἐκφύσασα τῆς καρδίας ἐπὶ
10. τὴν ῥάχιν κατακάμπτεται. πάντα γοῦν ἔμελλεν ἕξειν, ὧν
11. ἐδεῖτο, καὶ θέσιν ἐγκαρσίαν; καὶ καμπὴν λείαν τε καὶ κυκλοτερῆ,
12. καὶ τὴν νύσσαν αὐτὴν ἰσχυροτάτην τε καὶ ἀσφαλεστάτην.
13. τὸ δεξιὸν δὲ, οὐδεμίαν ἔχον ἐν τῷ καθ’ ἑαυτὸ
14. μέρει τοῦ θώρακος ὁμοίαν ἐπίβασιν, ἠναγκάσθη μὲν ἑλίξαι
15. περὶ τὴν κατὰ τοῦτο τὸ μέρος ἀρτηρίαν, λοξὴν ἀπὸ τῆς
16. καρδίας ἐπὶ τὴν δεξιὰν μασχάλην ἀναφερομένην· ὅσον δὲ
17. ἦν χεῖρον, ἡ καμπὴ τῆς ἐν καρδίᾳ τοῦτ’ ἐπηνωρθώσατο
1. πλήθει τε τῶν ἑκατέρωθεν ἀποφύσεων τοῦ νεύρου καὶ
2. ῥώμῃ συνδέσμων. ὅσα γὰρ εἰς τὰ δεξιὰ μέρη τοῦ θώρακος
3. ἀποφύειν ἔμελλε νεῦρα, κατ’ ἐκεῖνο μάλιστα τὸ χωρίον
4. ἀπέφυσέ τε ἅμα καὶ τοῖς δεχομένοις ὀργάνοις ἐνέφυσεν οἷον
5. ἐνριζοῦσα τὸ νεῦρον ὡς εἰς γῆν τὰ μόρια. μέσον τε οὖν
6. ἁπασῶν τῶν ῥιζῶν ἐκεῖνο ἔταξε τὸ τοῦ λάρυγγος νεῦρον,
7. ὅπως ἑκατέρωθεν ὑπ’ αὐτῶν φρουροῖτο, καὶ συνδέσμους ὑμενώδεις
8. τῇ ἀρτηρίᾳ καὶ τοῖς παρακειμένοις σώμασι συνῆψεν,
9. ἵν’ ὡς οἷόν τε διοριζόμενον ὑπ’ αὐτῶν πάντων ἀσφαλῆ τὴν
10. περὶ τῆς ἀρτηρίας ποιήσηται καμπὴν, οἷον περὶ κύκλον
11. τινὰ τροχηλίας ἑλιχθὲν, ἀνατεινομένοις τε ὡς τὸ
12. πολὺ τοῖς νεύροις τούτοις αὐτίκα μετὰ τὴν καμπὴν οἷον
13. χεῖρά τινα τὸ μέγα νεῦρον ὀρέξαν ἀπόφυσιν αὑτοῦ δι’ ἐκείνης
14. ἀνέλκει τε καὶ μετεωρίζει. ἐντεῦθεν δ’ ἄμφω φέρεσθαι
15. ἄνω πρὸς τὴν κεφαλὴν τῆς τραχείας ἀρτηρίας, τὴν αὐτὴν
16. μὲν ὁδὸν ἰόντα τῇ πρόσθεν, οὐδενὶ δ’ οὐκ ἔτι μεταδιδόντα
17. μυῒ μόγις οὐδὲ σμικρότατα ἑαυτῶν, ὅτι μηδ’ ἐδεῖτο μηδεμίαν
1. ἄλλην ἀρχὴν κινήσεως ἐκ τῶν κάτω μερῶν λαμβάνειν,
2. ἀλλ’ ἀκριβῶς καὶ δικαίως ἑκάτερον αὐτῶν εἰς τοὺς καθ’
3. ἑαυτὸ διέσπαρται τοῦ λάρυγγος μῦς, τὸ μὲν ἐν τοῖς δεξιοῖς
4. ἑαυτοῦ μέρεσι, τὸ δὲ ἐν τοῖς ἀριστεροῖς εἰς τοὺς ὑπολοίπους
5. τρεῖς, ἄμφω δὲ εἰς τοὺς ἓξ, ὑφ’ ὧν ἀνοίγνυσθαί τε καὶ
6. κλείεσθαι συμβαίνει τὸν λάρυγγα. καὶ μάλιστα δὲ, ὡς ἐδείχθη,
7. τῶν ἓξ τούτων μυῶν ἰσχυροτάτην ἐνέργειαν οἱ δύο μύες
8. ἔχουσιν οἱ κλείοντες αὐτὴν, ὡς μήτ’ ἐν ταῖς καταλήψεσι
9. τοῦ πνεύματος ὑπὸ τοσούτων τε καὶ τηλικούτων μυῶν νικᾶσθαι,
10. τῶν συστελλομένων τὸν θώρακα, καὶ διὰ τοῦτο
11. καὶ τῶν νεύρων τὸ πλεῖστον εἰς αὐτοὺς διασπείρεται. καὶ
12. τοῖς πέρασιν αὐτῶν εἰς ταὐτὸν ἥκει νεῦρον στερεὸν ἓν, καθ’
13. ἑκάτερον μῦν ἄνωθεν κάτω φερόμενον, ἐξ οὗ λαμβάνει μέν
14. τινα μόρια καὶ τὰ περὶ τὸν λάρυγγα σώματα· τὸ δ’ ὑπόλοιπον
15. αὐτῶν τῷ τοῦ μυὸς ἰδίῳ νεύρῳ συναπτόμενον εἰς
16. ἰσχὺν καὶ ἀσφάλειαν αὐτῷ συντελεῖ.

Cliquer un n° de page pour en afficher l’image