17. Οὐκέτ’ οὖν οἶμαί σε θαυμάσειν, οὐδὲ
1. ζητήσειν, οἷα δὴ θαυμάζουσί τε καὶ ζητοῦσιν οἱ πρὸ ἐμοῦ
2. πάντες ἰατροί τε καὶ φιλόσοφοι, τοῦτο μὲν ὅπως ἐν τῷ
3. πίνειν τὸ ὑγρὸν οὐκ εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἀλλ’ εἰς
4. τὸν στόμαχον ἐμπίπτει, τοῦτο δὲ τῶν κατὰ τὴν ῥίζαν τῆς
5. γλώττης μυῶν τὴν κίνησιν αἰτιωμένων, οἰομένων τε διὰ τούτους
6. ἀνατρέχειν τὸν λάρυγγα πρὸς τὴν ἐπιγλωττίδα. κλειομένου
7. γὰρ ἀκριβῶς οὕτω τοῦ λάρυγγος, ὡς μηδὲ τὸ βιαίως
8. ἐκθλιβόμενον ὑπὸ τοῦ θώρακος πνεῦμα διοίγειν αὐτὸν, οὐκ
9. ἐχρῆν ζητεῖν ἑτέραν αἰτίαν τοῦ μὴ φέρεσθαι τὸ ποτὸν εἰς
10. τὸν πνεύμονα. κάλλιον δ’ ἦν αὐτοὺς ἑωρακότας τοῦ λάρυγγος
11. τὸ στόμιον ἀναγκαίαν ἔχον κοιλότητα διὰ τὴν τῆς
12. ἐπιγλωττίδος ἰδέαν τε καὶ χρείαν, ὡς ἐν τοῖς περὶ τῆς φωνῆς
13. ἐπεδείξαμεν, ἐννοῆσαι κατὰ ταὐτὸν τήν τε τροφὴν καὶ
14. τὸ πόμα σωρευθησόμενα παρὰ τὸν τῆς καταπόσεως καιρὸν,
15. ὥσθ’ ἑξῆς ἀνοιχθέντος τοῦ λάρυγγος ἐν τῷ καιρῷ τῆς
16. εἰσπνοῆς εὐθὺς ἂν ἐνέπιπτεν τῷ πόρῳ τοῦ πνεύματος οὐ
17. τὸ ποτὸν μόνον, ἀλλὰ καὶ τὰ σιτία. καὶ διὰ τοῦτο τὴν
1. ἐπιγλωττίδα προμηθῶς ἡ φύσις οἷον ἐπίθημά τι προὔθηκε
2. τοῦ κατὰ τὸν λάρυγγα στόματος, ἑστηκυῖαν μὲν ὀρθὴν ἐν
3. τῷ πρόσθεν ἅπαντι χρόνῳ, καθ’ ὃν ἀναπνεῖ τὰ ζῶα, καταπίπτουσαν
4. δ’ ἐπὶ τὸν λάρυγγα καταπινόντων ὁτιοῦν. αὐτὸ
5. γὰρ τὸ καταπινόμενον, ἅτε πρῶτον μὲν ἐπιπίπτον αὐτῆς τῇ
6. ῥίζῃ, μετὰ ταῦτα δὲ κατὰ τοῦ νώτου φερόμενον, ἀναγκάζει
7. κατακλίνεσθαί τε καὶ καταπίπτειν αὐτὴν, ὡς ἂν τῇ μὲν οὐσίᾳ
8. χόνδρον οὖσαν, λεπτὴν δὲ ἱκανῶς ὑπάρχουσαν. εἰ δ’
9. ἀκριβῶς κατασκέψαιο τὴν κατασκευὴν ἅπασαν τῆς ἐπιγλωττίδος,
10. οἶδ’ ὅτι θαυμαστῶς ἔχειν σοι δόξει. περιφερὴς γὰρ
11. οὖσα καὶ χονδρώδης, καὶ τὸ μέγεθος ὀλίγῳ μείζων τοῦ κατὰ
12. τὸν λάρυγγα στόματος, εἰς τὰ πρὸς τὸν στόμαχον ἔστραπται
13. μέρη τῷ τρίτῳ χόνδρῳ θέσιν ἀντίστροφον ἔχουσα τῷ ἀρυταινοειδεῖ.
14. δῆλον δὲ, ὡς οὐκ ἂν οὕτω θέσεως εἶχεν,
15. εἰ μὴ τῆς καταντικρὺ χώρας ἐξεφύετο. καὶ μέν γε καὶ εἰ
16. μὴ χονδρώδης ἦν, οὔτ’ ἂν ἀνέῳκτο παρὰ τὸν τῆς
17. ἀναπνοῆς καιρὸν, οὔθ’ ὑπὸ τῶν σιτίων ἀνετρέπετο· τὰ μὲν
18. γὰρ μαλακώτερα τοῦ δέοντος καταπέπτωκεν ἀεὶ, τὰ δὲ σκληρότερα
1. δυσανάστρεπτα μένει. χρὴ δ’ οὐδέτερον ἔχειν αὐτὴν,
2. ἀλλ’ ὀρθὴν μὲν εἰσπνεόντων εἶναι, καταπινόντων δὲ
3. ἀνατρέπεσθαι. καὶ μὴν εἰ ταῦτα μὲν εἶχεν, ἔλαττον δ’ ἦν
4. τοῦ κατὰ τὸν λάρυγγα πόρου, πλέον οὐδὲν ἐγίνετ’ ἂν ἐκ
5. τοῦ καταπίπτειν αὐτὴν, ὥσπερ οὐδ’ εἰ πολὺ μεῖζον, ἐπέφραττε
6. γὰρ ἂν οὕτω γε καὶ τὸν στόμαχον. ὃν δὲ τρόπον
7. ὑπὸ τῶν σιτίων ἡ ἐπιγλωττὶς εἰς τὸν τοῦ λάρυγγος ἀνακλίνεται
8. πόρον, οὕτως ὑπὸ τῶν ἐμουμένων ὁ ἀρυταινοειδὴς
9. χόνδρος. ἔστραπται γὰρ κᾀκεῖνος εἰς τὴν εὐρυχωρίαν τοῦ
10. λάρυγγος, ὥσθ’ ἡ ῥύμη τῶν ἀναφερομένων ἐκ τοῦ στομάχου
11. τοῖς κατὰ τὸ νῶτον αὐτοῦ προσπίπτουσα ῥᾳδίως εἰς τὴν
12. εἴκουσαν ἀνατρέπει χώραν ὅλον τὸν χόνδρον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 7.16, ed. Kühn, 1822, vol. 3, p. 585-588. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩