9. Ταῦτ’ οὖν ἅπαντα θαυμαστῶς ἀπείργασται
10. τῇ φύσει, καὶ πρὸς τούτοις ἔτι τὸ καλούμενον ὑοειδὲς
11. ὀστοῦν, καίτοι σμικρότατον ὂν, μεγίστας καὶ πλείστας χρείας
12. παρέχει. καὶ γὰρ καὶ τῶν τῆς γλώττης μυῶν οἱ πλείους ἐξ
13. αὐτοῦ πεφύκασι, καὶ τῶν τοῦ λάρυγγος ἡ πρόσθιος συζυγία,
14. περὶ ὧν ἔμπροσθεν εἴρηται, καὶ τινες ἄλλοι πρὸς τὰς
15. ὠμοπλάτας ἀνατεινόμενοι στενοὶ καὶ μακροί· καὶ πρὸς τούτοις
16. ἕτερος εὔρωστος διφυὴς, ὁ πρὸς τὸ στέρνον καταφερόμενος,
17. εἶτ’ ἄλλοι δύο μύες λοξοὶ πρὸς τὴν γένυν ἐξήκοντες.
1. ὑπόλοιποι δ’ οἱ σμικροὶ πρὸς τὰς ῥίζας τῶν ἐκφύσεων, ἃς
2. οἱ μὲν ἀλεκτρυόνων πλήκτροις εἰκάζουσιν, οἱ δὲ γραφείων
3. πέρασι, καὶ προσαγορεύουσι βαρβαρίζοντες στυλοειδεῖς.
4. ἔνεστι δ’, εἰ βούλοιο, γραφοειδεῖς τε καὶ βελονοειδεῖς ὀνομάζειν
5. αὐτάς. οὗτοι μὲν οὖν οἱ μύες, οἵ θ’ ὕστατοι λεχθέντες,
6. οἵ τε πρὸ τούτων ἔτι, καθ’ οὓς τῇ κάτω γένυϊ συνάπτεται
7. τὸ ὑοειδὲς, ἴδιοί τέ εἰσι τούτου τοῦ μορίου καὶ
8. κινοῦσιν αὐτὸ λοξὰς κινήσεις ἀντιτεταγμένας ἀλλήλαις, οἷον
9. διορίζοντες ἐπὶ τἀναντία. τῶν δ’ ἄλλων οὐδεὶς ἴδιός ἐστιν
10. αὐτοῦ τοῦ ὑοειδοῦς, ἀλλ’ οἱ μὲν εἰς τὴν γλῶτταν ἐμφυόμενοι
11. χάριν ἐκείνης γεγόνασιν, ὁ δὲ εἰς τὸ στέρνον καθήκων ὁ
12. διφυὴς ἀντιτέτακταί τε ἅμα τούτοις, ὡς ἀντισπᾷν κάτω τὸ
13. ὑοειδὲς, εἴ ποτ’ ἄρα βιαιότερον ὑπὸ τῶν ἄνω μυῶν ἀναταθείη
14. καὶ τοῦ θυρεοειδοῦς χόνδρου, πρόβλημά τ’ ἐστὶ, ὥσπερ
15. καὶ αὐτὸ τὸ ὑοειδὲς ὀστοῦν, ἔτι δὲ τὴν τραχεῖαν ἀρτηρίαν
16. προστέλλει τε καὶ ἀπευθύνει. καὶ μέν γε καὶ οἱ πρὸς τὰς
17. ὠμοπλάτας ἀνατεινόμενοι μύες τὴν ὡς πρὸς τὸν τράχηλον
1. αὐτῶν ἐργάζονται κίνησιν. ἐποχούμενον δὲ τοῖς κυρτοῖς τοῦ
2. λάρυγγος τὸ ὀστοῦν τοῦτο καὶ πολλοῖς οἷς εἶπον εἰς πολλὰ
3. μέρη διειλημμένον μυσὶν ὑπ’ αὐτῶν ἐκείνων ἑρματίζεται,
4. τῆς ἐν ἅπασι δικαίας φύσεως ἰσοσθενεῖς ἀλλήλοις τοὺς ἀντιτεταγμένους
5. ἐργασαμένης. ἐπεὶ δὲ καὶ διατμηθῆναί τινα
6. καὶ παραλυθῆναι τῶν μυῶν τούτων ἐνεδέχετο, καὶ μάλιστα
7. τῶν προτεταγμένων τοῦ λάρυγγος, καὶ κίνδυνος ἦν ἐν τοῖς
8. τοιούτοις παθήμασιν ἐπὶ τὸν ἐῤῥωμένον ἐλθεῖν αὐτὸν,
9. τῆς τε μέσης χώρας τοῦ λάρυγγος ἀποκυλισθῆναι,
10. περιτραπῆναί τ’ ἐπὶ πλεῖστον εἰς τὰ πλάγια, κάλλιον ἔγνω
11. μὴ μόνοις τοῖς μυσὶν ἐπιτρέψαι τὴν ἰσοῤῥοπίαν αὐτοῦ κατασκευάσαι
12. δέ τινας ἰσχυροὺς συνδέσμους, οὐ κατὰ τὸ πάρεργον,
13. ἀλλὰ τὸ διὰ τοῦτο μόνον, ὡς ἐνεργὸν, οὐ μικρὸν
14. ἐργασομένους χρηστόν. τούτων ἕνεκά μοι δοκεῖ τῶν δεσμῶν
15. τῆς γενέσεως οὐκ ἀρκεσθῆναι ταῖς δύο πλευραῖς τοῦ ὑοειδοῦς,
16. ἀλλ’ ἑτέρους χονδρώδεις ἀπώσασα συνδέσμους στρογγύλους
17. ἑκάστου τῶν πλευρῶν συμφῦσαι. συνῆπται δ’ οὐδὲν
1. ἧττον καὶ δι’ ὑμένων τινῶν πρός τε τὸν λάρυγγα καὶ
2. τὴν ἐπιγλωττίδα μόνον, ἀλλὰ καὶ τὸν στόμαχον, ἐφ’ ὧν
3. ἐστιν εὐθέως αὐτῷ καὶ στήριγμά τι συναπτόμενον πρὸς
4. τὴν κεφαλὴν, ἐνίοις μὲν αὐτῶν ὀστώδη μᾶλλον, ἐνίοις δὲ
5. χονδρώδη, διὰ τὸ μέγεθος τῶν ἐκφυομένων αὐτοῦ μυῶν γεγονότα.
6. τὰ μὲν δὴ κατὰ τὸν λάρυγγά τε καὶ τὴν τραχεῖαν
7. ἀρτηρίαν ᾧδ’ ἔχει.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 7.19, ed. Kühn, 1822, vol. 3, p. 591-594. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.19
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩