Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 7.20, ed. Kühn, 1822, vol. 3, p. 594-596. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.20

8. Περὶ δὲ τοῦ θώρακος ἑξῆς ἂν εἴη ῥητέον,
9. ἀναμνήσαντας κᾀνταῦθα πρότερον ὧν ἐν τοῖς περὶ τῶν τῆς
10. ἀναπνοῆς αἰτίων ὑπεδείξαμεν. ἀεὶ γὰρ ἐπὶ ταῖς ἐνεργείαις
11. τῶν ὅλων ὀργάνων γινώσκεσθαι φθανούσαις, ὥς που καὶ
12. κατ’ ἀρχὰς τοῦ λόγου παντὸς ἐλέγετο, τὰς χρείας τῶν ἐν
13. αὐτοῖς μορίων ἐξηγήσασθαι χρή. πᾶσαι γὰρ ἕνα τῆς κατασκευῆς
14. σκοπὸν ἔχουσι, τὴν τοῦ παντὸς ἐνέργειαν ὀργάνου.
15. δῆλον οὖν ὡς, ὅστις, πρὶν ἐκείνην ἀκριβῶς ἐκμαθεῖν,
16. οἴεταί τι περὶ χρείας μορίων ἐξευρῆσθαι χρηστὸν,
1. ὅλῳ τῷ παντὶ σφάλλεται. δέδεικται δὴ δι’ ἐκείνων πολλὰ
2. καὶ θαυμαστὰ τῆς φύσεως τεχνήματα περὶ τὴν τοῦ θώρακος
3. ἐνέργειαν, ἔν τε ταῖς εἰσπνοαῖς τῶν μορίων αὐτοῦ τὰ
4. μὲν ἄνω φέρεσθαι, τὰ δὲ κάτω, καὶ αὖθις ἐν ταῖς ἐκπνοαῖς,
5. ὅσα μὲν ἐνήνεκτο κάτω φερόμενα πρότερον, ἄνω
6. πάλιν ἰέναι, τὰ δὲ ἄνω τέως ἐνηνεγμένα νῦν εἰς τὴν ἐξ
7. ἀρχῆς ἐπανέρχεσθαι χώραν. ἐδείχθη δὲ καὶ ὡς πολλαὶ τῆς
8. κινήσεως ὑπάρχουσιν ἀρχαὶ τῷ θώρακι, καὶ ὡς ἄλλη μέν
9. ἐστιν ἡ ἀβίαστος, ἄλλη δ’ ἡ βιαίως ἀναπνοὴ, καὶ ὡς
10. ἑκατέρας αὐτῶν ἴδιοι μύες εἰσίν. ἐπεδείχθησαν δὲ ταῖς
11. τούτων ἐνεργείαις καὶ αἱ χρεῖαι, περὶ ὧν αὐτὰ μόνον ἐρῶ
12. τὰ κεφάλαια. τοῖς κατὰ μεσοπλεύρια μυσὶν οὐχ, ὥσπερ
13. τοῖς ἄλλοις ἅπασι, κατὰ τὸ μῆκος αἱ ἶνες, ἀλλ’ ἀνάπαλιν
14. ἀπὸ τῆς ἑτέρας πλευρᾶς εἰς τὴν ἑτέραν διήκουσιν, οὐ μὴν
15. οὕτω γε ἁπλῶς, ὡς οἱ πρὸ ἡμῶν ἀνατομικοὶ νομίζουσιν,
16. ἀλλὰ μετὰ βραχείας τῆς εἰς τὸ λοξὸν ἐγκλίσεως, οὐ μὴν
17. οὐδὲ μονοειδεῖς, ὡς καὶ ταῦτα ἀγνοοῦντες οἴονται. πάρεστι
18. γὰρ θεάσασθαι τὰς ἔνδον ταῖς ἔξωθεν ἐναντίως ἐχούσας,
1. ὥσπερ γε καὶ τὰς ἐν τῷ στέρνῳ κατὰ τὰ χονδρώδη τῶν
2. πλευρῶν ταῖς ἐν τοῖς ὀστώδεσιν ἄχρι τῶν σπονδύλων,
3. ὥσπερ οὐδ’ ἐγίνωσκεν οὐδεὶς πρὸ ἡμῶν, μήτι γε τὴν χρείαν
4. αὐτοῦ. λέλεκται δὲ καὶ ἡ τοῦδε χρεία κατ’ ἐκείνην τὴν
5. πραγματείαν, καὶ προσέτι τῶν ἄρθρων τῶν κατὰ τὰς
6. πλευράς. εἴρηται δ’ οὐδὲν ἧττον καὶ περὶ τῶν χονδρωδῶν
7. ἐν αὐταῖς μορίων, διὰ τί τε τοιαῦτα, καὶ τίνα κίνησιν
8. ἔχει· συνῆπτο γὰρ καὶ ὁ περὶ τούτου λόγος τῇ συμπάσῃ
9. τοῦ θώρακος ἐνεργείᾳ. καὶ μὲν δὴ καὶ τὰ νεῦρα τὰ κινοῦντα
10. τοὺς μῦς ἅπαντας ἐδημιουργήσαμεν, ἐνδειξάμενοι
11. κατὰ τὸν λόγον εὐθέως, ὅτι μηδ’ ἄμεινον ἦν ἑτέρωθεν
12. ἔχειν αὐτὰ τὰς ἀρχάς. εἰρήσεται δὲ καὶ αὖθις ὑπὲρ ἁπάντων
13. νεύρων ἅμα ταῖς ἀρτηρίαις τε καὶ ταῖς φλεψὶ κατὰ
14. τὸν ἑκκαιδέκατον λόγον.

Cliquer un n° de page pour en afficher l’image