Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 7.21, ed. Kühn, 1822, vol. 3, p. 596-602. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.21

15. Ὅσα δ’ οὐκ ἐνεργεῖ μὲν αὐτὰ τῶν τοῦ
16. θώρακος μορίων, ὑπηρετεῖ δὲ τοῖς ἐνεργοῦσιν, ἑξῆς δίειμι.
17. τῶν φρενῶν ἡ μὲν ἴδιος οὐσία μῦς ἐστιν, ἀμφιέσματα δὲ
1. αὐτῷ γεγένηται δύο, κάτω μὲν ἡ κορυφὴ τοῦ περιτοναίου
2. χιτῶνος, ἄνωθεν δὲ ἡ βάσις τοῦ τὰς πλευρὰς ὑπεζωκότος.
3. ὑποτέτακται γὰρ οὗτος ἅπαντι τῷ κύτει τοῦ θώρακος ἔνδον,
4. ἐν οἷς μὲν χωρίοις ὑπαλείφει τὰ τῶν πλευρῶν ὀστᾶ, καθάπερ
5. τι πρόβλημα τῷ πνεύμονι παρεσκευασμένος ὑπὲρ
6. τοῦ μὴ προσπίπτειν αὐτὸν ἐν τῇ κατὰ τὴν ἀναπνοὴν ἐνεργείᾳ
7. γυμνοῖς ὀστοῖς, ἔνθα δ’ ἐστὶ τὰ καλούμενα μεσοπλεύρια,
8. τῶν τε μυῶν ἕνεκα τῶν τῇδε καὶ τῶν ἀγγείων
9. γεγενημένος ἀμφίεσμα μὲν τοῖς μυσὶν, οἷόν περ ταῖς φρεσὶν,
10. ὄχημα δέ τι καὶ οἷον στήριγμα τοῖς ἀγγείοις. ἡ δὲ
11. τοῦ διαφράγματος λοξότης ἔμπροσθεν μὲν ἐδείκνυτο κατὰ
12. τήνδε τὴν πραγματείαν ἀποκρίσει τῶν ξηρῶν περιττωμάτων
13. συντελεῖν· ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς, ὅτι καὶ ταύτην
14. ὠφελεῖ τὰ μέγιστα, δεδήλωται. διὰ τί δὲ οὐκ ἐξ ἄκρων
15. τῶν νόθων πλευρῶν ἐκπεφύκασιν αἱ φρένες, ἀλλ’ ὑπερκύπτει
16. τις αὐτῶν μοῖρα πρὸς ὑποχόνδριον, οἷον χάραξ, ἢ
17. χάρακι προσεικάσαντες αὐτὴν, εἰρήκαμεν ἤδη καὶ τὴν χρείαν.
1. φρουρεῖ γὰρ οὗτος ὁ χάραξ αὐτάς τε τὰς φρένας καὶ τὸ
2. ἧπαρ, ἤδη δὲ καὶ τῶν ἄλλων πολλὰ τῶν ἐνταῦθα. διὰ τί
3. δὲ χόνδρος ταῖς νόθαις πλευραῖς δαψιλὴς ἐφ’ ἑκάστῳ πέρατι
4. περικέχυται; ἢ καὶ τοῦτο δυσπαθείας ἕνεκα ταῖς τε
5. πλευραῖς αὐταῖς πρώταις μάλιστα, καὶ δι’ αὐτῶν τοῖς ὑποκειμένοις;
6. ἥκιστα γὰρ ἀποθραύεταί τε καὶ κατάγνυται
7. θλώμενος ὁ χόνδρος, ὥστ’ ἄμεινον ἦν τὰ προπετέστερα
8. μέρη τῶν ὀστῶν ἐκ τῆς τοιαύτης οὐσίας γενέσθαι. διὰ
9. τοῦτ’ οὖν καὶ τῷ στέρνῳ κατὰ τὸ πέρας ὁ καλούμενος ξιφοειδὴς
10. ἐπιπέφυκε χόνδρος. οὗτος μέν γε σαφές ἐστι πρόβλημα
11. τοῦ τε τῆς γαστρὸς στόματος καὶ τοῦ ταύτῃ μέρους
12. τῶν φρενῶν, ἤδη δὲ καὶ τῆς καρδίας. διὰ τί δὲ αἱ
13. μὲν ἑπτὰ τῶν πλευρῶν πρὸς τὸ στέρνον, αἱ δὲ πέντε πρὸς
14. τὸ διάφραγμα τελευτῶσιν, αἱ σύμπασαι δὲ δεκαδύο γεγόνασι,
15. τηνικαῦτα ἐροῦμεν, ὅταν ὑπὲρ τῶν κατὰ τὸ μετάφρενον
16. σπονδύλων ὁ λόγος ᾖ. τὸ μέντοι στέρνον αὐτὸ
17. διὰ τί μὲν ἐκ πολλῶν ὀστῶν ἐγένετο, τοῦ περὶ τῆς ἄκρας
18. χειρὸς ἀναμνήσθητι λόγου, ἐν ἀρχῇ τοῦ δευτέρου τῶνδε
1. τῶν ὑπομνημάτων γεγραμμένου. διὰ τί δ’ ἐξ ἑπτὰ, τὸ
2. πλῆθος τῶν συναρθρουμένων πλευρῶν αἴτιον· ἓν γὰρ
3. ὀστοῦν ἐστι τοῦ στέρνου καθ’ ἑκάστην αὐτῶν. τί δ’ οὐ
4. καὶ τοῦτο θαυμαστὸν ἔργον ἐν τοῖς μάλιστα τῆς φύσεώς
5. ἐστι, τὸ μήτε ὀστέϊνον ὅλον ἐργάσασθαι τὸν θώρακα,
6. μήτε σαρκοειδῆ, θεῖναι δ’ ἐναλλὰξ ὀστοῦν μυΐ; καίτοι τὸ
7. μὲν ἐπιγάστριον ὅλον ἐκ μυῶν, τὸ δὲ κρανίον ὀστέϊνον
8. ἐγένετο. καὶ χρὴ καὶ τοῦτο. μὴ παρέργως σκοπεῖν, ὅτι,
9. τριῶν ἀρχῶν οὐσῶν τῶν διοικουσῶν τὸ ζῶον, ὀστοῦν μὲν
10. ἀκίνητον ἄνευ μυῶν τῇ πρώτῃ περιέβαλε, μόνους δὲ μῦς
11. τῇ τρίτῃ, τῇ μέσῃ δ’ ἀμφοῖν ἑκάτερον. τῷ μὲν γὰρ ἐγκεφάλῳ
12. μυῶν οὐδὲν δεῖ πρὸς οὐδέν· αὐτὸς γὰρ ἀρχὴ κινήσεως
13. τῆς κατὰ προαίρεσιν ἐν ἅπασι τοῖς ζώοις ἐστὶ
14. τοῖς ἄλλοις, ὥστ’ ἀκίνητον οἷον τεῖχος αὐτῷ τὸ κρανίον
15. εὐλόγως περιβέβληται. τοῖς δὲ κατὰ τὸ ἧπαρ καὶ τὴν γαστέρα
16. τοιοῦτος εἴπερ τις περίβολος ἐν κύκλῳ ἐγένετο,
17. ποῦ μὲν ἂν ὑπεδέχετο τά τε σιτία καὶ τὰ ποτά;
1. ποῦ δ’ ἂν ὁ τῶν κυουμένων ὄγκος ἀπέκειτο; ποῦ δ’ ἂν
2. ἐξεκρίνετο τὰ περιττώματα, μηδενὸς ἐφεστῶτος αὐτοῖς μυός;
3. ἐπὶ δὲ τοῦ θώρακος, εἰ μὲν ἐξ ὀστῶν μόνων ἐγεγένητο,
4. τὴν κίνησιν ἂν ἀπώλλυε τελέως, εἰ δ’ ἐκ μυῶν αὖ μόνων,
5. ἐνέπιπτον οὗτοι τῷ πνεύμονι καὶ τῇ καρδίᾳ, μηδενὸς αὐτοὺς
6. ὀχοῦντος. ἵν’ οὖν ἅμα μὲν εὐρυχωρία γένηταί τις ἐντὸς,
7. ἅμα δὲ καὶ κινῆται τὸ πᾶν ὄργανον, οἱ μύες τοῖς
8. ὀστοῖς ἐναλλὰξ κατετέθησαν. εὐθὺς δὲ τοῦτο καὶ πρὸς
9. ἀσφάλειαν οὐ μικρὸν διήνεγκε τῇ τε καρδίᾳ καὶ τῷ
10. πνεύμονι· μᾶλλον γὰρ φρουρεῖται νῦν, ἢ εἰ μύες ἐγένοντο
11. μόνοι. τὸ δὲ μηδ’ ἀργὸν ἕκαστον γενέσθαι τῶν ὀστῶν,
12. ἀλλ’ ἑκατέρωθεν ἄρθρον ἔχειν, ἵνα δι’ αὐτῶν ὁ πᾶς θώραξ
13. κινῆται, πῶς οὐ πρόμηθες; ἀλλ’ ἴσως ἐρεῖ τις· Τὶ οὖν
14. χεῖρον ἦν οὕτως ἔχειν καὶ τὰ κατὰ τὴν γαστέρα; θώρακος
15. γὰρ αὐτῇ περιτεθέντος, οἷός περ καὶ τῇ καρδίᾳ περιβέβληται,
16. τῷ τε διαστέλλεσθαι καὶ τῷ συστέλλεσθαι πάντως
17. ἂν ὁμοίως ἐφυλάττετο, καὶ πλείων ἀσφάλεια προσεγίνετο.
1. τὸν δὴ τοιαῦτα ἀποροῦντα διδακτέον, ὡς οὐχ οἷόν τ’ ἦν
2. ἐπὶ πλεῖστον διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰ κατ’
3. αὐτὸν, ἔξωθεν αὐτοῖς περιτεθέντων ὀστῶν. εἰ δὲ τοῦτο,
4. πρῶτον μὲν οὐδὲ κύειν οἷόν τ’ ἦν τοῖς θήλεσιν·
5. ἔπειτα δὲ οὐδ’ εἰς κόρον ἅπαξ ἐσθίειν, ἀλλὰ συνεχῶς
6. δεῖσθαι τῆς ἐδωδῆς, ὥσπερ καὶ τῆς ἀναπνοῆς. ταύτης
7. μὲν οὖν οὕτω χρῄζειν οὐδὲν ἄτοπον ἐν ἀέρι διαιτωμένῳ
8. ζώῳ· σιτίων δ’ εἴπερ ὁμοίως ἐδεόμεθα, δεινῶς ἀφιλόσοφός
9. τε καὶ ἄμουσος ἦν ἡμῶν ἡ ζωὴ καὶ τῶν καλλίστων
10. ἄσχολος. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ παραμένειν
11. εἰς μακρὸν ἡ ἐκ τῆς ἀναπνοῆς ὠφέλεια φύσιν ἔχει·
12. σιτίων δὲ καὶ πόματος εἰσάπαξ ἐμπλησθέντες, ὅλης
13. ἡμέρας καὶ νυκτὸς ἀλύπως διαρκοῦμεν, ὥστε καὶ κατὰ
14. τοῦτο θαυμάζειν ἄξιον τὴν φύσιν. ἀρκεῖν μοι δοκεῖ
15. ταῦτα κατὰ τὸ παρὸν εἰς ἐξήγησιν τῶν τοῦ θώρακος
16. μορίων. εἰ γὰρ καὶ παραλέλειπταί τι σμικρὸν, ἐκ
17. τῶν εἰρημένων εὑρίσκεται ῥᾷστα, εἰ μόνον ἀναλέξαιτό
1. τις ἀκριβῶς τὴν περὶ τῆς ἀναπνοῆς
2. πραγματείαν.

Cliquer un n° de page pour en afficher l’image