3. Ἀλλὰ καὶ τιτθῶν ἔτι μνημονεύσαντες,
4. ἐπειδὴ καὶ οὗτοι τῷ θώρακι πρόσκεινται, καταπαύσομεν
5. ἐνταῦθα τὸν ἐνεστῶτα λόγον. ἐπειδὴ τοίνυν τὸ γάλα
6. περίττωμα χρηστῆς ὑπάρχει τροφῆς, εὐλόγως, οἷς μὲν ζώοις
7. εἰς κέρατα, καὶ μέγεθος ὀδόντων, καὶ χαίτην, καί τι
8. τοιοῦτον ἕτερον ἐν τοῖς ἄνω μέρεσι πλῆθος ἠναλίσκετο
9. περιττωμάτων, ἐν τούτοις μὲν οὐχ οἷόν τ’ ἦν ἐν τοῖς χωρίοις
10. κατὰ τὸν θώρακα ἄλλ’ ἀθροισθῆναι περίττωμα χρηστὸν,
11. ὅθεν εἰς τὴν γαστέρα αὐτῶν τοὺς τιτθοὺς ἐκ τοῦ
12. θώρακος ἡ φύσις μετήνεγκε, καί τισιν οὕτω πάνυ σφόδρα
13. κάτω τῆς ὅλης κοιλίας, ὥστ’ ἐγγὺς εἶναι τῶν ὀπισθίων
14. σκελῶν, καὶ τοῖς μὲν πολυτόκοις πολλοὺς, τοῖς δὲ μὴ
15. τοιούτοις διττοὺς ἐποίησεν· οἷς δὲ μηδὲν ἐν τοῖς ἄνω
16. δαπανᾶται περίττωμα, τούτοις ἐπὶ τὸ στέρνον αὐτοὺς κατέθηκεν,
17. εἰ μὲν ἓν ἢ δύο κυΐσκοι, διττοὺς, εἰ δὲ πλείω,
1. τοὺς διττοὺς μὲν ἐπὶ τοῖς στέρνοις, τοὺς δ’ ἄλλους κάτω.
2. ἀνθρώπῳ δὲ (τοῦτον γὰρ ἡμῖν ἐξηγεῖσθαι πρόκειται
3. νῦν) οἱ τιτθοὶ τοῖς στέρνοις εὐλόγως πρόσκεινται, πρῶτον
4. μὲν, ὅτι πάντων οἰκειότατος οὗτος ὁ τόπος ἐστὶν αὐτοῖς,
5. εἰ μηδὲν ἄλλο διακωλύοι, δεύτερον δὲ, ὅτι, τῆς καρδίας
6. ὑποκειμένης τῷ στέρνῳ καλουμένῳ, σκέπη τις αὐτῇ προσγίνεται
7. κᾀκ τῶν τιτθῶν ἑκατέρωθεν αὐτοῦ τεθέντων, καὶ
8. τρίτον, ὅτι περίττωμα χρηστῆς τροφῆς ἐνταυθοῖ πλεῖστον
9. ἐπ’ ἀνθρώπων ἀθροίζεσθαι δύναται. δεικτέον δὴ πρῶτον
10. ἐξ αὐτῶν τὸ πρῶτον ῥηθὲν, ὡς οὗτος ὁ τόπος οἰκειότατός
11. ἐστι μαστῶν γενέσει. εἰ γὰρ δὴ γάλακτος ἕνεκα γεγόνασι,
12. καὶ ταύτην πρώτην καὶ μεγίστην χρείαν τοῖς ζώοις παρέχονται,
13. τὸ γάλα δέ ἐστιν ἀκριβῶς εἰργασμένη τροφὴ, κατ’ ἐκείνην
14. μάλιστα ἔδει χώραν τιθέναι αὐτοὺς, καθ’ ἃ ῥᾷστον ἅμα
15. καὶ ὤκιστα πλῆθος τοῦ γάλακτος ἀκριβῶς εἰργασμένου
16. συνίστασθαι δύναται. τί τοίνυν χωρίον ἕτερον ἱκανώτερον
17. ἀπολαῦσαι τῆς ἐμφύτου τοῖς ζώοις θερμασίας, οἷς ἡ καρδία
18. πηγὴ τοῦ τοῖς τιτθοῖς ἐπ’ ἀνθρώπων ἀνακειμένου; τί δὲ
1. μᾶλλον μαστῶν προκατειργασμένον ἐν ἀρτηρίαις καὶ φλεψὶν
2. αἷμα δέχεται; ἢ οὐχ ὁρᾷς, ὅτι οἷόν τ’ ἦν τῇ φύσει
3. ἀπὸ τοῦ ἥπατος ἀναφερομένης διὰ τῶν φρενῶν φλεβὸς τῆς
4. μεγίστης, ἣν κοίλην ὀνομάζουσιν, ποιήσασθαί τινα ἀπόφυσιν
5. εἰς τοὺς τιτθούς; οὐκ ἐποιήσατο, καίτοι πλησίον
6. ὑπαρχούσης αὐτῶν, ἀλλ’ ἐπί τε τὴν καρδίαν ἀνήγαγε πρότερον
7. καὶ σύμπαντα τὸν θώρακα διεβίβασε, κᾄπειθ’, ὁπότε
8. πλησίον ἦν ἤδη τῶν κλειδῶν, ἐντεῦθεν ἀποβλάστημα
9. δυοῖν ποιησαμένη φλεβῶν ἀξιολόγων, ἅμα δ’ αὐταῖς ἀρτηριῶν
10. ἕτερα δύο, κατήγαγε σύμπαντα τέτταρα δι’ ὅλου τοῦ
11. στέρνου κάτω, κᾄπειθ’ οὕτως ἐνέφυσε δύο καθ’ ἑκάτερον
12. τιτθὸν, οὐδὲν ἄλλο κατὰ τὴν μακρὰν οὕτως ὁδὸν, ἢ ὅπως
13. ἐπὶ πλεῖστον ἐν τοῖς ἀγγείοις πεφθῇ τὸ αἷμα, προνοουμένη.
14. ἀναφερόμενόν τε γὰρ ἄνω παρέρχεται δήπου τὴν
15. καρδίαν καὶ αὖθις κάτω φερόμενον ἐντυγχάνει, καὶ σείεταί
16. γε διὰ παντὸς ὑπὸ τῆς τοῦ θώρακος κινήσεως, καὶ
17. θερμαίνεται κατὰ τὴν τοιαύτην πλάνην, ἐγχρονίζον ἀεικινήτῳ
1. μορίῳ· καὶ ταῦτα σύμπαντα πρὸς ἀκριβῆ πέψιν αὐτῷ
2. συντελεῖ. πῶς οὖν οὐκ ἀρίστη καὶ κυριωτάτη θέσις αὐτοῖς
3. τοῖς μαστοῖς; πῶς δ’ οὐ καὶ τοῦτο τῶν τῆς φύσεως ἔργων ἐν
4. τοῖς μάλιστα θαυμαστὸν, ἕκαστον τῶν ἕνεκά τινος χρείας
5. τῷ ζώῳ γεγενημένων ὀργάνων εὐθὺς καὶ πρὸς ἄλλο τι φιλοτεχνεῖν
6. ὠφέλιμον ἀπεργάζεσθαι; τί τοίνυν ὠφελιμώτερον,
7. ἢ τί δικαιότερον, εἰ τηλικούτων ἐκ καρδίας ἀπολαύοντες οἱ
8. τιτθοὶ παρέξουσιν ἀμοιβὴν αὐτῇ βραχεῖαν, ἥν γε δὴ δύνανται
9. μόνην οἱ τιτθοὶ παρασχεῖν καρδίᾳ; δύνανται δὲ
10. σκέπειν ἔξωθεν. ἡ γάρ τοι φύσις αὐτῶν ἀδενώδης ἐστὶν,
11. ὁμοία τοῖς πιλητοῖς κτήμασιν, ὥσθ’ ἅμα μὲν οἷον πρόβλημά
12. τι σκεπαστήριόν εἰσι τῆς καρδίας, ἅμα δ’ ἀντιθερμαίνουσιν
13. αὐτὴν ὁμοίως τοῖς ἔξωθεν ἐπιτιθεμένοις ἡμῖν ἐρεοῖς ἐπιβλήμασιν,
14. ἃ ψυχρὰ περιτεθέντα τῷ σώματι κᾄπειθ’ ὑπ’
15. αὐτοῦ θερμανθέντα μικρὸν ὕστερον ἀντιθερμαίνει. κατὰ
16. τὸν αὐτὸν οὖν τρόπον ἡ κατὰ τοὺς μαστοὺς ἀδενώδης οὐσία
17. σκέπασμά τε ἅμα τῆς καρδίας ἐστὶ καὶ θερμαινομένη
1. πρὸς αὐτῆς ἀντιθερμαίνει. ταῖς δὲ γυναιξὶν εἰς ὄγκον
2. αἰρόμενοι μέγαν ἄμφω τε ταῦτα μᾶλλον ἢ ἐν τοῖς ἀνδράσι
3. τῇ καρδίᾳ παρέχουσι, καὶ προσέτι τὰ ὑποκείμενα
4. σπλάγχνα κατὰ τὸ ὑποχόνδριον ἐπωφελοῦσιν, ἧττον ἐπὶ
5. γυναικῶν ὄντα θερμά· δέδεικται γὰρ ἅπαν τὸ θῆλυ ψυχρότερον
6. εἶναι τοῦ ἄῤῥενος. ἀλλὰ καὶ τὸ τρίτον ὧν εἴπομεν,
7. ὅτι, μήτε εἰς χαίτην, μήτε ὀδόντας ἢ κέρατα,
8. μήτε εἰς ἄλλο τι τοιοῦτον ἐκδαπανωμένης τῆς ἄνω τοῦ
9. θώρακος τροφῆς, ἔμελλε δήπουθεν ἐπὶ γυναικῶν περιττεύειν
10. δαψιλῶς, ὥστε καὶ διὰ τοῦτο τὴν ἀρίστην θέσιν ἐπ’ ἀνθρώπων
11. ἔχουσιν οἱ μαστοί. κατὰ μέντοι τὰ πλεῖστα τῶν
12. ζώων τὴν ἀπορίαν τῆς τροφῆς ἡ φύσις εὐλαβηθεῖσα μετέθηκεν
13. αὐτοὺς ἀναγκαίως εἰς ὑπογάστριον. ἅμα δὲ καὶ τῆς
14. ἐξ αὐτῶν ὠφελείας τὴν καρδίαν ἧττον ἐν ἐκείνοις ἑώρα
15. δεομένην. οὐ γὰρ ὀρθὰ, καθάπερ ἄνθρωπος, ἐπὶ τοῖν
16. δυοῖν ἕστηκε σκελοῖν, ἀλλὰ πρηνῆ βαδίζει πάντα τοῖς
1. ἕρπουσι ζώοις ὁμοίως· ἐδείχθη γάρ που καὶ τοῦτ’ ἐν τῇ
2. τῶν σκελῶν ἐξηγήσει. διὰ τοῦτ’ οὖν τὰ κατὰ ῥάχιν ἅπαντ’
3. αὐτῶν ἔκκειται τοῖς ἔξωθεν ἐμπίπτουσι, τὰ δ’ ἀντικείμενα,
4. τὰ κατὰ τὰ στέρνα τε καὶ τὴν κοιλίαν, ὑπ’ ἐκείνων φρουρεῖται.
5. οὐ μὴν ἀλλὰ καὶ τούτων τῶν ζώων ὅσοις ἐπὶ τῶν
6. στέρνων εἰσὶν οἱ μαστοὶ, φυλάττονται καὶ τοῖς ἄῤῥεσιν·
7. ὅσοις δ’ ἐπὶ τῆς γαστρὸς μόνον, οὐκέτι φυλάττονται,
8. πλὴν εἰ πρὸς τὴν γειναμένην μᾶλλον ἢ πρὸς τὸν πατέρα
9. διασώζει τὰ ἔκγονα, καθάπερ καὶ Ἀριστοτέλης ἐφ’
10. ἵππων παρεφύλαξε. διὰ τί δὲ ἱκανῶς οἱ μαστοὶ τοῖς ἄῤῥεσιν
11. οὐκ ἐξαίρονται, καθάπερ καὶ τοῖς θήλεσι, τῶν φυσικῶν
12. ἐστι προβλημάτων, ὥστ’ οὐ νῦν αὐτοῦ καιρός. ἀλλ’ ὅτι
13. καὶ τοῦτο προνοητικῶς τῇ φύσει, καθάπερ καὶ τὰ ἄλλα
14. πάντα, παρεσκεύασται, τοῦ παρόντος ἐστὶν ὑπομιμνήσκειν
15. λόγου. ῥηθήσεται δὲ περὶ τούτων ἁπάντων καὶ αὖθις,
16. ὅταν τὰ γεννητικὰ διηγώμεθα μόρια. νυνὶ μὲν γὰρ ἐπειδή
17. γε τῶν τοῦ πνεύματος ὀργάνων ἦν ὁ λόγος, ἐν οἷς ἦν δήπου
1. καὶ ὁ θώραξ καὶ ἡ καρδία, διὰ τοῦτο καὶ τῶν
2. μαστῶν ἐμνημονεύσαμεν, ὡς ἂν ἐπικειμένων μὲν τῷ θώρακι,
3. σκεπόντων δὲ τὴν καρδίαν. αὖθις δ’ ἀναγκαῖον ὑπὲρ αὐτῶν
4. εἰπεῖν μετὰ τῶν ἄλλων, ὅσα γυναικεῖα καλοῦσιν ἰδίως
5. μόρια.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 7.22, ed. Kühn, 1822, vol. 3, p. 602-608. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.22
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩