Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 7.5, ed. Kühn, 1822, vol. 3, p. 525-528. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.5

3. Ὥστ’ οὐδὲν ἐνδεῖ τῷ πνεύμονι πρὸς τὸ μὴ
4. οὐκ εἶναι φωνητικῷ τε ἅμα καὶ ἀναπνευστικῷ διὰ τὰς τραχείας
5. ἀρτηρίας ὀργάνῳ, τῶν μὲν χόνδρων αὐταῖς ὡς φωνητικοῖς,
6. τῶν δὲ συναπτόντων τούτους δεσμῶν ὡς ἀναπνευστικοῖς
7. ὀργάνοις ὑπαρχόντων. ὅτι δ’ ὁ χόνδρος οὗτός
8. ἐστι τὸ πρῶτον τῆς φωνῆς ὄργανον, ὁ λάρυγξ δεικνύσθω
9. σοι μάλιστα. καλεῖται δ’ οὕτω τὸ συνάπτον τῷ φάρυγγι
10. τὴν τραχεῖαν ἀρτηρίαν μόριον, ὃ δὴ καὶ προπετὲς φαίνεται
11. κατὰ τὸν τράχηλον, καὶ ψαυόντων σκληρόν ἐστι, καὶ ἀνατρέχει
12. καταπινόντων. οὗτος οὖν ὅτι μὲν αὐτὸ τὸ πρῶτόν
13. τε καὶ κυριώτατόν ἐστι τῆς φωνῆς ὄργανον, ἐν τοῖς περὶ
14. τῆς γενέσεως αὐτῆς δέδεικται γράμμασιν· ὅτι δὲ ὅλος χόνδρος
15. ἐστὶν, οὐδὲν δεῖ λόγου· φαίνεται γάρ. ἐδείχθη δ’ ἐν
16. ἐκείνοις καὶ ὡς ἡ μὲν ἀρτηρία προῤῥυθμίζει τε καὶ προπαρασκευάζει
17. τὴν φωνὴν τῷ λάρυγγι, γεγενημένην δ’ ἤδη
1. κατ’ αὐτὸν ἐπαύξουσιν ὁ μὲν οὐρανίσκος οἷον ἠχεῖόν τι
2. προκείμενος, ὁ δὲ γαργαρεὼν οἷον πλῆκτρον, καὶ μέν γε
3. καὶ ὡς οὐχ ἁπλῶς ἐκπνεόντων ἡ φωνὴ γίνεται, καὶ ὡς ἴδιος
4. ὕλη τῆς φωνῆς ἡ ἐκφύσησίς ἐστιν, καὶ ὅπη διαφέρει τῆς ἐκπνοῆς
5. αὐτῆς, καὶ ὡς οἱ τοῦ θώρακος αὐτὴν μύες ἀπεργάζονται,
6. καὶ ὅστις ὁ τρόπος αὐτῆς τε ταύτης τῆς γενέσεώς
7. ἐστι καὶ προσέτι καὶ τῆς φωνῆς. νυνὶ δ’, ὡς ἔφην, οὐδὲν
8. μὲν τούτων ἀποδεικνύναι πρόκειται, χρώμενον δ’ ὡς ὑπάρχουσι
9. δεικνύειν, ὡς οὐκ ἐνεδέχετο βελτίονα κατασκευὴν ἑτέραν
10. ἀναπνευστικοῦ θ’ ἅμα καὶ φωνητικοῦ γενέσθαι μορίου.
11. μαρτυρία δ’ ἂν, ὡς τὸ εἰκὸς, γίγνοιτο καὶ ταυτὶ τὰ
12. νῦν ἀποδεικνύμενα περὶ τῆς χρείας αὐτῶν, ὡς ὀρθῶς κᾀκεῖνα
13. προαπεδείκνυτο τὰ περὶ τῶν ἐνεργειῶν. οἷον καὶ ὅτι
14. προπαρασκευάζεται μὲν ἡ φωνὴ τῷ λάρυγγι πρὸς τῆς ἀρτηρίας,
15. οὐ μὴν ἤδη γέ πω καὶ κατ’ ἐκείνην ἐστὶν ἀκριβὴς
16. φωνὴ, δέδεικται μὲν ἐν ἐκείνοις τοῖς λόγοις· ἀλλὰ
17. μὴν ὅτι χονδρῶδες αὐτῆς μέρος ἐστὶν ὁ προῤῥυθμίζων
18. τὴν φωνὴν ἐξηγούμενος, μαρτύριον ἐντεῦθεν ἐπορισάμεθα,
1. τῷ μὲν λάρυγγι, διότι καλῶς ἀπεδείχθη τὸ πρῶτον τῆς φωνῆς
2. ὑπάρχειν ὄργανον, τῇ δὲ ἀρτηρίᾳ, διότι τὸ μὲν χονδρῶδες
3. αὐτῆς ὡς ὀργάνου φωνῆς ἐστι μόριον, τὸ δ’ ἄλλο
4. πᾶν ὡς ἀναπνοῆς. καὶ δῆλον, ὡς οὐκ ἐνεδέχετο βέλτιον
5. ἓν ὄργανον ὑπηρετεῖν ἐνεργείαις διτταῖς ἑτέρως κατασκευασθὲν,
6. ἢ ὡς νῦν ἔχει. πάντως γὰρ ἐχρῆν αὐτὴν ἐξ
7. ἀκινήτων τε καὶ κινουμένων συντεθῆναι μορίων, ἐπειδὴ τὸ
8. μὲν τῆς φωνῆς ὄργανον οὐκ ἠδύνατο διαστέλλεσθαί τε καὶ
9. συστέλλεσθαι, σκληρότερον εἶναι δεόμενον, ἢ ὥστε ταῦθ’
10. ἑκάτερα πάσχειν ἐν μέρει, τὸ δ’ αὖ τῆς ἀναπνοῆς οὐκ ἦν
11. δυνατὸν εἰς τοσοῦτον γίγνεσθαι σκληρὸν, ὡς ῥυθμίζειν φωνὴν,
12. ἐπειδὴ τὸ πρῶτον ἦν ἔργον αὐτοῦ κίνησις. ἀλλὰ νῦν
13. γε τῶν κινουμένον μορίων τοῖς ἀκινήτοις ἐναλλὰξ τεθέντων,
14. ἡ μὲν φωνὴ διὰ τῶν ἀκινήτων, ἡ δ’ ἀναπνοὴ διὰ τῶν κινουμένων
15. γίνεται. συγκινεῖται δ’ ἤδη πως κατά τι συμβεβηκὸς
16. τοῖς κινουμένοις τὰ μὴ κινούμενα μεταφερόμενα
17. πρὸς αὐτῶν ἐκ τοῦ συνῆφθαι. καὶ τοίνυν τὸ τοῦ
1. πνεύμονος ἴδιον μόριον ἥδε ἡ ἀρτηρία ἐστὶ, καὶ δεόντως
2. οἱ ἰχθύες οὔτε ταύτην ἔχουσιν, οὔτε τὸν πνεύμονα, διότι
3. μηδὲ φωνῆς ὅλως ἐδέοντο καθ’ ὕδατος διαιτώμενοι. πρὸς
4. μέντοι τὴν ἀνάψυξιν τοῦ κατὰ τὴν καρδίαν θερμοῦ, διὸ
5. καὶ τῆς ἀναπνοῆς ἐδεήθη μόνης τῶν βραγχίων αὐτοῖς, ὑπὸ
6. τῆς φύσεως ἐδόθη κατασκευὴ, περὶ ἧς εἴρηται μέν τι καὶ
7. πρόσθεν, εἰρήσεται δὲ καὶ αὖθις ἰδίᾳ τελεώτερον, ὅταν
8. ὑπὲρ ἁπάντων τῶν ζώων ὁ λόγος ἡμῖν γίγνηται. νυνὶ δ’,
9. ὅτι πάντες ἀλλήλοις ὡμολόγηνται, καὶ μαρτυρεῖ τἀληθῆ τὰ
10. περὶ τῶν χρειῶν, ἐν τῇδε τῇ διεξόδῳ λεγόμενα, καὶ τὰ
11. πρόσθεν ὑπὲρ τῶν ἐνεργειῶν εἰρημένα, δείξαντες, ἐπὶ τὰ
12. λοιπὰ τῶν τοῦ πνεύμονος ἴωμεν μορίων.

Cliquer un n° de page pour en afficher l’image