1. Ἆρ’ οὖν ἡ φύσις ταῦτα μὲν ἄκρας τέχνης
2. ἐποίησεν ἔργα, τῆς θέσεως δ’ αὐτῆς ἠμέλησε, τὸ μὲν κυκλοτερὲς
3. τῶν χόνδρων ἔξωθεν θεῖσα, τοὺς δὲ τὸ λοιπὸν
4. αὐτῆς ἐξυφαίνοντας δεσμοὺς εἰς τὴν συμπλήρωσιν τῆς περιφερείας
5. ἔσωθεν; ἢ καὶ τοῦτο τῆς αὐτῆς τέχνης ἐπίδειγμα,
6. καθ’ ὃ μὲν ψαύειν ἔμελλεν ἡ ἀρτηρία τοῦ στομάχου, τὸν
7. συνάπτοντα τοὺς χόνδρους δεσμὸν ὑποθείσης, κατὰ δὲ τοὺς
8. ἔξωθεν ἐμπίπτοντας ὁμιλεῖν αὐτοῦ τὸν χόνδρον προβαλλομένης,
9. ἵνα μήθ’ ὁ στόμαχος ὑπὸ τῆς σκληρότητος αὐτῶν
10. θλίβοιτο, μήθ’ ἑτοίμως ἡ ἀρτηρία βλάπτοιτο διὰ τῶν μαλακωτέρων
11. αὐτοῦ μερῶν ὁμιλοῦσα τοῖς ἔξωθεν; ὡς γὰρ δή
12. νῦν ἔχει, τῶν μὲν σκληρῶν αὐτοῦ εἰς τὸ πρόσω τοῦ τραχήλου
13. περαινόντων, τῶν δὲ μαλακῶν ἁπτομένων τοῦ στομάχου,
14. θαυμαστῶς ἑκατέρων τῶν ὀργάνων ἡ φύσις ἐξεπορίσατο
15. τὴν δυσπάθειαν, τῷ μὲν στομάχῳ τὴν ἐκ τῆς ἀρτηρίας,
16. ἐκείνῃ δ’ αὖ πάλιν τὴν ἀπὸ τῶν ἔξωθεν. ἆρ’ οὖν
17. τοῦτο μόνον ἀγαθὸν ἐκ τῆς θέσεως τῶν χόνδρων τῆς ἀρτηρίας
18. ἡ φύσις ἐτεχνήσατο τοῖς ζώοις; ἢ καὶ τούτου τι μεῖζον
1. ἕτερον εἰς τὰς τῶν ἀθροωτέρων σιτίων καὶ ποτῶν καταπόσεις;
2. ἐμοὶ μὲν οὖν καὶ τοῦτο θαυμαστῶς αὐτῇ δοκεῖ παρεσκευάσθαι.
3. εἰ γὰρ δὴ κύκλος ἀκριβὴς ἕκαστος τῶν χόνδρων
4. ἐγεγόνει, πρὸς τῷ θλίβειν τὸν στόμαχον ἐμβαλὼν εἰς
5. αὐτὴν τὴν κυρτότητα στενοχωρίαν τινὰ οὐ σμικρὰν ἂν παρεῖχεν
6. ἐν ταῖς τῶν μειζόνων ὄγκων καταπόσεσι. νῦν μὲν γὰρ ἐν τοῖς
7. τοιούτοις καιροῖς ὁ κατὰ τοῦτο τεταγμένος χιτὼν τῆς ἀρτηρίας,
8. ὑπὸ τῶν καταπινομένων ἐξωθούμενός τε καὶ εἰς τὴν
9. εὐρύτητα τῶν χόνδρων ἀνατρεπόμενος, ἅπαντα τῷ κύκλῳ
10. τοῦ στομάχου παρέχει τῇ τῆς τροφῆς ὑπηρετεῖσθαι διόδῳ.
11. τότε δ’ ἂν ἡ κυρτότης τῶν χόνδρων προεμπίπτουσα ταῖς
12. διαστάσεσι τοῦ στομάχου πολὺ μέρος τῆς εὐρύτητος αὐτοῦ
13. ἀπέκλειεν, κᾀν τούτῳ στενὴν ἀπειργάζετο τῶν σιτίων τὴν
14. ὁδόν. ἀλλ’ εἰ μὲν ἅμα καταπίνειν τε καὶ ἀναπνεῖν οἷόν τ’
15. ἦν, οὐχ ὅπως ἄν τι χρηστὸν ἐκ τῆς τοιαύτης θέσεως ἀπελάβομεν,
16. ἀλλὰ καὶ προσεβλαπτόμεθα, εἰς ὅσον ἡ τοῦ στομάχου
17. κυρτότης εἰς τὴν εὐρύτητα τῆς ἀρτηρίας ἀπέχοιτο,
1. τοῦ πόρου τῆς ἀναπνοῆς εἰς τοσοῦτον στενωτέρου γενομένου.
2. νυνὶ δ’ ἐπειδὴ καθ’ ἕτερον μὲν καιρὸν ἡ τῆς ἀνὰ πνοῆς ἐνέργεια,
3. καθ’ ἕτερον δ’ ἡ τῆς καταπόσεως ἐπιτελεῖται, συγχρῶνται
4. ταῖς ἀλλήλων εὐρυχωρίαις ἥ τ’ ἀρτηρία καὶ ὁ στόμαχος, ὥστ’
5. ἐν ὀλίγῳ χρόνῳ πλείστην δι’ ἑκατέρων τῶν πόρων φέρεσθαι τὴν
6. ὕλην. ἀλλὰ καὶ τὸ κυκλοτερὲς ἑκάτερον γενέσθαι τῶν ὀργάνων
7. πρός τε τὸ πλείστην δι’ ἐλαχίστου χωρίου διέρχεσθαι τὴν
8. ὕλην καὶ πρὸς τὴν δυσπάθειαν αὐτῆς ἄριστα παρεσκεύασται.
9. δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὅτι τε δυσπαθέστατον τοῦτο
10. τῶν σχημάτων, ὅτι τε μέγιστον ἁπάντων τῶν ἴσην ἐχόντων περίμετρον.
11. εἰ δὲ τοῦτο, δι’ ἐλαχίστων τοῖς ὄγκοις ὀργάνων πλείστη
12. ῥᾷον ὕλη δύναιτ’ ἂν διέρχεσθαι. τὸ δὲ καὶ διὰ κοινοῦ τινος
13. αὐτὰ συνάψαι χιτῶνος ἀλλήλοις τε καὶ τῷ στόματι πῶς οὐχὶ
14. αὐτὸ θαυμαστόν; ὁ γάρ τοι χιτὼν οὗτος ἐν μὲν τῷ στομάχῳ
15. τῇ καταπόσει συνεργεῖν ἐδείκνυτο τὰ μέγιστα, κατὰ δὲ τὴν
16. ἀρτηρίαν ἔνδοθέν τε τοὺς χόνδρους ὑπαλείφειν καὶ αὐτοὺς
17. ἀνασπᾷν μετὰ τοῦ λάρυγγος εἰς τὸν φάρυγγα, καταπίνοντος
1. τοῦ ζώου, τρόπον ὁμοιότατον τῷ κατὰ τὰ κηλώνεια
2. καλούμενα. διὰ τί δ’ ὑπαληλεῖφθαι τοῖς χόνδροις
3. τῆς ἀρτηρίας ἄμεινον ἦν τοιούτῳ χιτῶνι; διότι κᾀκ τῆς
4. κεφαλῆς τις ἔμελλεν εἰς αὐτὴν ῥεύσεσθαι πολλάκις ὀῤῥὸς οὐ
5. χρηστὸς φλέγματος, ἔν τε τῷ καταπίνειν ἐμπίπτειν τῇδε
6. συνεχῶς μὲν τοῦ πόματος, ἐνίοτε δὲ καὶ τῶν σιτίων, ἔν τε
7. ταῖς εἰσπνοαῖς δριμεῖα πολλάκις ἑλχθήσεσθαι ποιότης
8. ἀέρος, λιγνύος, ἢ τέφρας, ἢ ἀνθράκων, ἤ τινος
9. ἑτέρας δυνάμεως φαρμακώδους μετέχουσα, κατά τε τὰς βῆχας
10. ἐκκενώσεσθαι πύον ἐνίοτε κακόηθές τε καὶ διαβρωτικὸν,
11. ἤ τις ἕτερος χυμὸς, ἤτοι χολῆς ξανθῆς, ἢ μελαίνης, ἢ
12. φλέγματος ἁλμυροῦ, σαπέντων ἔνδον, ὑφ’ ὧν ἁπάντων
13. ἀναγκαῖον ἦν ξύεσθαι καὶ δάκνεσθαι καὶ ἑλκοῦσθαι τὸν
14. χόνδρον. ὅτι δὲ ἀνίατα παντάπασιν ἢ δεινῶς ἐστι δυσίατα
15. τὰ τῶν χόνδρων παθήματα, παρὰ τῶν ἰατρῶν ἔνεστί σοι
16. μανθάνειν, εἴπερ αὐτὸς μὴ ἐργάτης εἴης τῆς ἰατρικῆς·
17. οὕτω μὲν γὰρ ἂν οὐδ’ ἐκείνων εἴς γε τὰ τοιαῦτα δέοιο
1. τὴν ἐμπειρίαν εἰς αὐτὰ φθάνων διδάσκαλον ἔχειν. ὁ τοίνυν
2. ὑποτεταγμένος τοῖς χόνδροις τῆς ἀρτηρίας χιτὼν εὐϊατότατός
3. ἐστι, καὶ πᾶν ὅ τι ἂν ἐν αὐτῷ γένηται πάθημα καθίσταται
4. ῥᾳδίως, εἰ μή ποτε ἄρα διά τινα σηπεδόνα μεγάλην
5. ἐκβρωθέν τι μέρος αὐτοῦ τελείως γυμνὸν ἀποφῄνειε
6. τὸν χόνδρον. οὐ γὰρ ἔτι τὸ τοιοῦτον ἰαθῆναι ῥᾴδιον, οὐ
7. διὰ τὸν χιτῶνα δήπουθεν, ἀλλ’ ὅτι πρὸς τὸν χόνδρον ἐτελεύτησε
8. τὸ πάθημα. ὅπερ οὖν σπανίως ἦν, τοῦτο ἂν ἐγίνετο
9. συνεχῶς, εἰ φύσει γυμνὸς ἦν ὁ χόνδρος. διὰ τί δὲ
10. λεπτὸς ἅμα καὶ πυκνὸς ἐγένετο καὶ μετρίως ξηρός; διότι
11. παχύτερος μὲν γενόμενος, ἢ ὡς νῦν ἐστι, πρὸς τῷ μηδὲν
12. ὠφελεῖν κατελάμβανεν ἂν οὐκ ὀλίγον τῆς καθ’ ὅλην τὴν
13. ἀρτηρίαν εὐρύτητος· ἀραιὸς δ’ εἴπερ ἐγένετο, τήν τε πρὸς
14. τὸν ὑποκείμενον χόνδρον οὐκ ἂν ἀπέκλειε τῶν διαῤῥεόντων
15. ὑγρῶν ὁμιλίαν, αὐτός τ’ ἂν ῥᾳδίως διαβρεχόμενος βραγχώδη
16. τὴν φωνὴν ἀπειργάζετο. δι’ αὐτὸ γάρ τοι τοῦτο
17. καὶ ξηρὸς συμμέτρως ἐστίν· ἄμεινον γὰρ ἠχεῖ τὰ ξηρότερα
18. τῶν διαβρόχων, ὥσπερ γε καὶ τὰ τελείως ξηρὰ κακοφωνότερα
1. τῶν συμμέτρως ξηρῶν. ἐν μέν γε τοῖς περικαέσιν
2. ἅπασι πυρετοῖς, ἰσχυρῶς ἀναξηραινομένων τῶν κατὰ τὴν
3. φάρυγγα καὶ τὴν ἀρτηρίαν, τὰς ὑπὸ Ἱπποκράτους ὀνομαζομένας
4. φωνὰς κλαγγώδεις γίγνεσθαι συμβαίνει· οὕτω δὲ καὶ
5. τοῖς ζώοις, ὅσα μακρὸν ἱκανῶς ἔχει τὸν τράχηλον καὶ ξηροὺς
6. τοὺς χόνδρους, ὥσπερ καὶ αἱ γέρανοι. καὶ γὰρ περὶ
7. τούτων διὰ τοῦθ’ Ὅμηρος ἔγραψε·
9. τὸ μὲν δὴ ξηρὸν ὄργανον εἰς τοσοῦτον κακόφωνον. ἐν δ’
10. αὖ τοῖς κατάῤῥοις τε καὶ ταῖς κορύζαις βραγχώδης ἡ φωνὴ
11. γίνεται πλήθει περιττῆς ὑγρότητος. ἅπερ ἅπαντα προγινώσκων
12. ὁ δημιουργὸς ἡμῶν τὸν ὑποτεταγμένον τοῖς χόνδροις
13. χιτῶνα συμμέτρως ξηρὸν ἀπειργάσατο, φυλαξάμενος
14. ἑκατέρων τὴν ὑπερβολήν. ᾧδε μὲν ἔχει φύσεως ἡ ἀρτηρία
15. τοῦ πνεύμονος ἡ ἐκ τῶν βρογχίων συγκειμένη· καλεῖν γὰρ
16. οὕτως ἔθος τοῖς ἰατροῖς τοὺς χόνδρους αὐτοῦ, ὥσπερ γε
17. καὶ ὅλην μὲν βρόγχον, καὶ τὸ ἄνω πέρας αὐτοῦ, ᾧπερ δὴ
1. καὶ λάρυγξ ὄνομα. ἀλλὰ περὶ μὲν τῆς τούτων κατασκευῆς
2. ὀλίγον ὕστερον ἐροῦμεν.