3. Ὁ δὲ πνεύμων, ὅσον ἐπὶ τῷ παρόντι λόγῳ
4. τοῖς ἀμελέστερον τὰ τοιαῦτα σκοπουμένοις, ἴσως ἂν δόξειεν
5. ὧν δεῖται πάντ’ ἔχειν ἤδη δι’ ἑνὸς ὀργάνου, τῆς τραχείας
6. ἀρτηρίας, εἴ γε καὶ φωνεῖν δι’ αὐτοῦ, καὶ ἐκφυσᾷν,
7. καὶ ἐκπνεῖν, καὶ εἰσπνεῖν ἱκανῶς ἐστιν. ἀλλ’ εἰ προσέχοις
8. τὸν νοῦν, ὡς οὔτ’ αὐτὸ τὸ ὄργανον ἔχει πω χορηγίαν αἵματος,
9. ὅθεν θρέψεται, πρὶν ζευχθῆναί τινας αὐτῷ φλέβας,
10. οὔθ’ ἡ καρδία πρὸς τῆς ἀναπνοῆς οὐδὲν ὀνίναται, πρὶν
11. συναφθῆναι δι’ ἑτέρας ἀρτηρίας πρὸς τήνδε, γνοίης ἂν, ὡς
12. καλῶς ἡ φύσις ἑτέρων ἀγγείων γένος διττὸν ἀνέμιξέ τε καὶ
13. διέπλεξε ταῖς τραχείαις ἀρτηρίαις, ἀλλὰ καὶ ὡς οὐκ ἐνδέχεται
14. μετέωρον ἀγγεῖον ἀκίνδυνον μένειν σχιζόμενον, εἰ μή
15. τις εἰς τὴν σχίσιν αὐτοῦ τεθείη μαλακή τε καὶ σπογγοειδὴς
16. οὐσία, καθάπερ στοιβὴ πληροῦσά γε τὸ μεταξὺ πάντων τῶν
17. ἀγγείων κενὸν, ἔρεισμά τε καὶ ἔρυμα γινομένη τῆς κατὰ
1. τοῦτ’ ἀσθενείας· γνοίης δ’ ἂν, ὡς ὀρθῶς τε καὶ προνοητικῶς
2. ἡ σὰρξ τοῦ πνεύμονος ἐγένετο. ταύτης μέν γε καὶ
3. ἄλλη τίς ἐστιν οὐ σμικρὰ χρεία, περὶ ἧς ὕστερον ὀλίγον
4. ἐροῦμεν. ἀλλ’ αἵ γε πρὸς τὴν καρδίαν τὰς τραχείας μέλλουσι
5. συνάπτειν αἱ λεῖαι, πολλάκις μὲν ἐδείχθησαν ἤδη
6. λεπτὸν καὶ καθαρὸν καὶ ἀτμῶδες αἷμα περιέχειν, καὶ μὴ
7. μόνον πνεύματος ὑπάρχειν ὄργανον, μαρτυρεῖ δ’ οὐχ ἥκιστα
8. καὶ ὁ παρὼν αὐτῷ λόγος. εἰ γὰρ δὴ κᾀκεῖναι τελέως εἰσὶν
9. αἵματος ἄμοιροι, καθάπερ αἱ τραχεῖαι ἀρτηρίαι, (τοῦτο γὰρ
10. Ἐρασίστρατος ὑπολαμβάνει,) τί οὐκ εὐθὺς εἰς τὴν καρδίαν
11. αἱ τραχεῖαι περαίνουσί; διὰ τί δὲ φλεβῶν ἀποβλαστήματα
12. μικρὰ ταῖς μὲν τραχείαις ἐμφύεται, ταῖς λείαις δ’ οὐκ ἐμφύεται;
13. μάτην γὰρ οὕτως ἡ μηδὲν εἰκῆ δημιουργοῦσα φύσις,
14. καὶ κατ’ αὐτὸν ἐκεῖνον, οὐ τὰς λείας μόνον ἀρτηρίας τοῦ
15. πνεύμονος, ἀλλὰ καὶ τὰς φλέβας εἴη πεποιηκυῖα, τὰς μὲν, ὅτι
16. ταῖς τραχείαις ἄντικρυς ἡ καρδία συνάπτεσθαι δυναμένη τῶν
17. λείων οὐκ ἐδεῖτο, τὰς δ’ αὖ φλέβας, ὅτι καὶ τῶν ἀρτηριῶν
1. αὐτῶν τὸν χιτῶνα καὶ πάντων ἁπλῶς τοῦ ζώου τῶν μορίων
2. ἐκ φλεβὸς καὶ ἀρτηρίας καὶ νεύρου πεπλέχθαι φησὶ,
3. καὶ τρέφεσθαί γε πρὸς τῆς ἐν αὐτῷ φλεβὸς ἕκαστον, τῆς
4. ἁπλῆς ἐκείνης καὶ λόγῳ θεωρητῆς, οὐδὲν τῆς μεγάλης φλεβὸς
5. ταύτης καὶ συνθέτου δεόμενον. εἴπερ οὖν ἡ μὲν ἀριστερὰ
6. τῆς καρδίας κοιλία πνεῦμα μόνον ἐν ἑαυτῇ περιέχει,
7. καθάπερ ἡ ἀρτηρία ἡ τραχεῖα, καὶ διὰ τοῦτο τῶν λείων
8. οὐδὲν δεῖ τῷ πνεύμονι, τροφῆς δὲ ἐπεισάκτου παρὰ φλεβὸς
9. οὐδεμία χρῄζει τῶν ἀρτηριῶν, εὔλογον ἦν ἐκ μόνων τῶν
10. τραχειῶν τὸν πνεύμονα γεγονέναι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις
11. οὐδὲ τοῦτ’ ἔστιν εἰπεῖν Ἐρασιστράτῳ βοηθεῖν ἐπιχειροῦντι,
12. διότι τῇ καρδίᾳ συναφθῆναι τὰς τραχείας ἀρτηρίας ἀδύνατον
13. ἦν, ἐκ χόνδρου συγκειμένας. ὡς γὰρ ἀλλήλων οὕτω
14. διὰ μέσων τῶν ὑμενωδῶν σωμάτων συνάπτονται, καὶ τῇ
15. καρδίᾳ δήπου δυνατὸν ἦν αὐτοῖς συναφθῆναι. τί δή ποτε
16. γοῦν οὐχ ἕν γένος ἀρτηριῶν ἐγένετο κατὰ τὸν πνεύμονα;
17. διὰ τί δὲ καὶ φλεβῶν αὐτῷ ἐδέησεν, Ἐρασιστράτῳ μὲν ἄπορον
18. εἰπεῖν, ὥσπερ καὶ διὰ τί φλεβώδης μὲν ὁ χιτὼν ταῖς
1. ἀρτηρίαις, ἀρτηριώδης δὲ ταῖς φλεψὶν, ἡμῖν δ’ οὐκ ἄπορον.
2. ἀλλὰ καὶ μαρτυροῦσιν ἐναργῶς οἱ περὶ τῶν χρειῶν λογισμοὶ
3. ταῖς ὑπὲρ τῶν ἐνεργειῶν ἀποδείξεσιν. ἐπειδὴ γὰρ αἱ μὲν
4. ἄλλαι πᾶσαι καθ’ ὅλον τὸ ζῶον ἀρτηρίαι μετέχουσιν αἵματος,
5. ὥσπερ καὶ ἡ ἀριστερὰ κοιλία τῆς καρδίας, αἱ τραχεῖαι
6. δὲ μόναι καθαραὶ τυγχάνουσιν οὖσαι, διὰ μέσων τῶν λείων
7. συνήφθησαν τῇ καρδίᾳ, πάντως που καὶ τὰ τούτων στόματα
8. πρὸς τῆς μηδὲν ἀλόγως ἐργαζομένης φύσεως εἰς
9. τοῦθ’ ἥκει συμμετρίας, ὡς ἀτμῷ μὲν καὶ πνεύματι δίοδον
10. ἔχειν, αἵματι δὲ καὶ ταῖς οὕτω παχείαις οὐσίαις ὑπάρχειν
11. ἄβατον. καὶ εἴποτ’ ἄρα τὴν κατὰ φύσιν ἀπολέσειε συμμετρίαν
12. ἀναστομωθέντα, διαδίδοταί τι ταῖς τραχείαις ἀρτηρίαις
13. ἐκ τῶν λείων αἷμα, καὶ βῆχά τε παραχρῆμα ποιεῖ
14. καὶ ἀναγωγὴν αἵματος. ἀλλ’ ἔν γε τῷ κατὰ φύσιν ἔχειν
15. αὐτό τε τὸ μεταλαμβανόμενον ἐκ τῶν τραχειῶν εἰς τὰς λείας
16. πνεῦμα παντελῶς ὀλίγον, ἥ τε σὰρξ τοῦ πνεύμονος ἀερώδης
17. ὁρᾶται καὶ πνεύματος μεστὴ, σαφῶς εἰς πέψιν ἀέρος
18. ἐνδεικνυμένη παρεσκευάσθαι, καθάπερ ἡ τοῦ ἥπατος εἰς
1. τὴν τῆς τροφῆς. εὔλογον γὰρ οὐκ ἀθρόον οὐδ’ ἐξαίφνης
2. τὸν ἔξωθεν ἀέρα τοῦ κατὰ τὸ ζῶον πνεύματος γίνεσθαι
3. τροφὴν, ἀλλὰ κατὰ βραχὺ μὲν ἀλλοιούμενον, ὥσπερ γε καὶ
4. τὰ σιτία, δεχόμενον δὲ τὴν οἰκείαν ποιότητα τῷ συμφύτῳ
5. πνεύματι χρόνῳ πλείονι, καὶ ταύτης τῆς ἀλλοιώσεως τὸ
6. πρῶτον ὄργανον ὑπάρχειν τὴν τοῦ πνεύμονος σάρκα, καθάπερ
7. γε καὶ τῆς εἰς αἷμα μεταβολῆς ἡ σὰρξ τοῦ ἥπατος ἐδείκνυτο
8. τὴν αἰτίαν ἔχειν. Ἐρασίστρατον δὲ κᾀνταῦθα δέον
9. αἰτιάσασθαι ποιότητος οἰκειότητά τε καὶ ἀλλοτριότητα,
10. λεπτότητα καὶ παχύτητα οὐκ οἶδ’ ὅπως αἰτιᾶται τοῦ πνεύματος,
11. οἰόμενον ἀπόλλυσθαι διὰ τοῦτο τούς τ’ ἐν τοῖς
12. Χαρωνείοις βαράθροις καὶ τοὺς ἐν τῇ νεωστὶ κεχρισμένῃ
13. οἰκίᾳ τιτάνῳ, καί τινος ἐξ ἀνθράκων ὀσμῆς καὶ τῶν ἄλλων
14. τῶν τοιούτων ἀδυνατοῦντος ἐν τῷ σώματι στέγεσθαι
15. τοῦ πνεύματος ὑπὸ λεπτότητος. ἄμεινον δ’ ἦν, ὥσπερ τῶν
16. βρωμάτων οἰκεία μὲν ἡ τῶν ὀσπρίων τε καὶ λαχάνων καὶ
17. ἄρτου καὶ τῶν ἄλλων τῶν τοιούτων ἐστὶ ποιότης, ἀλλοτρία
1. δ’ ἥ τε τῆς κανθαρίδος, καὶ ἡ τοῦ λαγωοῦ τοῦ θαλαττίου,
2. καὶ ἡ τῶν ἄλλων τῶν τοιούτων, οὕτω νομίζειν ἀέρος εἶναί
3. τινα ποιότητα, τὴν μὲν οἰκείαν τε καὶ φίλην τῷ τοῦ ζώου
4. πνεύματι, τὴν δ’ ἀλλοτρίαν τε καὶ φθαρτικήν. εἰ γὰρ
5. ἅπαξ εἰς ἔννοιαν ἀφίκετο τούτου, τήν τε τῶν ἀνθράκων
6. λιγνὺν οὐκ ἂν ἐτόλμησε λέγειν λεπτοτέραν ἀέρος καθαροῦ,
7. σαφῶς ἅπασι φαινομένην παχυτέραν, ἐζήτησέ τ’ ἂν,
8. οἴομαι, τὰ τῆς πέψεως αὐτοῦ παρεσκευασμένα τῇ φύσει μόρια.
9. ἢ τοῦτο μὲν καὶ πάνυ γελοῖον, ᾧ μηδὲ περὶ τῆς τοῦ
10. αἵματος γενέσεως εἴρηταί τι, μηδὲ περὶ τῆς τῶν ἄλλων χυμῶν,
11. τοῦτον ἀξιοῦν εἰς τοσοῦτον φυσιολογίας ἥκειν, ὡς καὶ
12. τὴν τοῦ πνεύματος ἀλλοίωσίν τε καὶ πέψιν ἐπίστασθαι.
13. περὶ μὲν δὴ τούτων ἑτέρωθι πρὸς αὐτὸν ἐπὶ πλέον
14. εἴρηται. τὸ δ’ ἐκ τῶν τραχειῶν ἀρτηριῶν πνεῦμα τὸ ἔξωθεν
15. ἑλχθὲν ἐν μὲν τῇ σαρκὶ τοῦ πνεύμονος τὴν πρώτην
16. ἐργασίαν λαμβάνει, μετὰ ταῦτα δ’, ἐν τῇ καρδίᾳ τε καὶ
17. ταῖς ἀρτηρίαις καὶ μάλιστα ταῖς κατὰ τὸ δικτυοειδὲς πλέγμα
18. τὴν δευτέραν, ἔπειτα τὴν τελεωτάτην ἐν ταῖς τοῦ
1. ἐγκεφάλου κοιλίαις, ἔνθα δὴ καὶ ψυχικὸν ἀκριβῶς γίγνεται.
2. πότερον δ’ οὖν τίς ἐστιν ἡ χρεία τοῦ ψυχικοῦ τούτου πνεύματος,
3. καὶ πῶς, ἀγνοεῖν ἔτι τὸ ἀκριβέστατον ὁμολογοῦντες
4. οὐσίαν ψυχῆς, ὅμως οὕτω τολμῶμεν ὀνομάζειν, οὐ νῦν ἂν
5. εἴη λέγειν καιρός. ἀλλ’ ὑπομνήσαντας, ὡς ἡ σὰρξ τοῦ πνεύμονος
6. ἅμα μὲν ἀναπληροῖ τὴν σχίσιν τῶν ἀγγείων, ἅμα δὲ
7. πέττει τὸν ἔξωθεν ἀέρα, περί τε τῶν εἰς τὰς τραχείας ἀρτηρίας
8. ἐμφυομένων φλεβῶν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν,
9. εἰπόντας αὖθις, ὡς, ἐπειδὴ τελέως ἠπόρουν αἵματος
10. αἵδ’ αἱ ἀρτηρίαι, δεόντως εἰς αὐτὰς ἐκ τῶν ἔξωθεν μερῶν
11. ἐμπεφύκασιν αἱ φλέβες, καὶ ὡς, εἰ κᾀν ταῖς λείαις ἡ φύσις ἐγίγνωσκε
12. μὴ περιεχόμενον αἷμα, πάντως ἄν που καὶ τῆς τούτων
13. τροφῆς προὐνοήσατο, καὶ μέν γε καὶ ὡς ἀρτηριώδει μὲν εἶναι
14. τῇ φλεβὶ, φλεβώδει δὲ τῇ ἀρτηρίᾳ βέλτιον ἦν, ὡς ἔμπροσθεν
15. ἀπεδείξαμεν, ἀναμνήσαντας τὰ κεφάλαια, καιρὸς ἂν εἴη
16. μεταβαίνειν ἐπί τι τῶν ἑξῆς, ἐκεῖνο μόνον ἔτι προσθέντας,
17. ὡς διὰ τὰ προειρημένα μέσην ἡ φύσις ἔταξε τὴν τραχεῖαν
1. ἀρτηρίαν τῆς τε λείας καὶ τῆς φλεβός. ἑκατέραις γὰρ αὐτῶν
2. ἔδει πλησιάζειν, τῇ μὲν λείᾳ, διότι τὴν χρείαν τῆς
3. ἀναπνοῆς τῇ καρδίᾳ διὰ μέσης ἐκείνης ἡ τραχεῖα παρέχει·
4. τῇ δὲ φλεβὶ, διότι δεῖται τρέφεσθαι παρ’ αὐτῆς. διὰ ταῦτα
5. μὲν οὖν ἐτάχθη μέση. διὰ τί δὲ ὄπισθεν μὲν αὐτῆς ὡς
6. πρὸς τὴν ῥάχιν ἡ φλέψ ἐστιν, ἔμπροσθεν δ’ ἡ ἀρτηρία;
7. ὅτι ποῤῥωτέρω προάγειν ἀπὸ τῆς καρδίας ἀσθενῆ καὶ
8. λεπτὸν ἔχουσαν τὸν χιτῶνα τὴν ἀρτηρίαν οὐκ ἦν ἀσφαλές.
9. εἰκότως οὖν τουτὶ μὲν τὸ ἀγγεῖον ἀνίσχον τῆς καρδίας εὐθὺς
10. εἰς τὸν πνεύμονα κατασχίζει. θάτερον δὲ τὸ ἰσχυρότερον
11. ἀπάγει ποῤῥωτέρω ὀπίσω τῆς ἀρτηρίας. αὕτη μὲν
12. καὶ ἡ τούτων αἰτία. καιρὸς δ’ ἂν εἴη τῶν ἐφεξῆς ἔχεσθαι.
13. ἐδείκνυτο δὴ πρός γε τὸ μὴ συστέλλεσθαι καὶ διαστέλλεσθαι
14. ῥᾳδίως χρῆναι τὰς φλέβας ἐν ταῖς ἀναπνοαῖς ὁ χιτὼν
15. αὐτῶν σκληρὸς γεγονέναι, καὶ πρὸς τὸ τρέφεσθαι
16. λεπτῷ καὶ ἀτμώδει, μὴ παχεῖ καὶ θολερῷ τῷ αἵματι τὸν
17. πνεύμονα. τὸ δὲ μὴ διαστέλλεσθαι καὶ συστέλλεσθαι πρὸς
1. δύο ταῦτα ἐδείκνυτο χρήσιμον ὑπάρχειν, εἴς τε τὸ σύμπασαν
2. τὴν εὐρυχωρίαν τοῦ θώρακος ἀνακεῖσθαι καὶ σχολάζειν
3. τοῖς τοῦ πνεύματος ὀργάνοις, καὶ πρὸς τὸ μηκέτι παλινδρομεῖν
4. εἰς τὴν καρδίαν ἐξ αὐτῶν βιαίως τὸ αἷμα· τούτου
5. γὰρ τὴν φύσιν οὐ σμικρὰν πεποιῆσθαι πρόνοιαν, ὡς κᾀκ
6. τῆς τῶν ὑμένων ἐπιφύσεως ἐνδείκνυται. καὶ μέν γε καὶ τῶν
7. ἀρτηριῶν ὁ χιτὼν ἀπεδείχθη λεπτὸς γεγονέναι πρὸς τὸ τρέφεσθαι
8. τὸν πνεύμονα πλείστῳ τῷ παρ’ αὐτῶν αἵματι καθαρῷ
9. καὶ λεπτῷ καὶ ἀτμώδει τὴν φύσιν ὑπάρχοντι, καὶ
10. πρὸς τὸ ῥᾳδίως ἑλκούσῃ τῇ καρδίᾳ μεθιέναι τὸ πνεῦμα.
11. τούτων οὖν ὅτῳ μέλει τὰς ἀποδείξεις ἐπίστασθαι, τὸν πρὸ
12. τούτου λόγον ἐπιμελῶς ἀναγιγνωσκέτω.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 7.8, ed. Kühn, 1822, vol. 3, p. 536-544. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩