13. Περὶ δὲ τῶν ὑπολοίπων ἤδη μοι λέγειν
14. καιρός. ἐπειδὴ γὰρ ἡ χρεία τῆς ἀναπνοῆς, ἡ πρώτη μὲν
15. καὶ μεγίστη, φυλακὴ τῆς ἐμφύτου θερμασίας ὑπάρχειν ἐδείκνυτο,
16. δι’ ἣν καὶ παραχρῆμα διαφθείρεσθαι τὰ ζῶα στερούμενα
17. τῆς ἀναψύξεως, ἡ δ’ ἐλάττων τε καὶ δευτέρα,
18. θρέψις εἶναι τοῦ ψυχικοῦ πνεύματος ἐλέγετο, θαυμάζειν
1. ἤδη προσήκει τὴν φύσιν, ὅπως ἅμα μὲν εἰς ταῦτ’ ἐπιτηδείως
2. ἔχοντα τὸν πνεύμονα κατεσκεύασεν, ἅμα δ’ εἰς γένεσιν
3. φωνῆς. ὅτι μὲν οὖν τὰς λείας ἀρτηρίας ἁπάσας εἰς
4. μίαν ἀρχὴν ἀνεστόμωσε τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας,
5. ἵνα περ ἡ τῆς ἐμφύτου θερμασίας ἐστὶν ἀρχὴ, κατὰ τοῦτο
6. μὲν ὡς ἀνάψυξιν συνεχῆ τῇ καρδίᾳ παρασκευάσασαν αὐτὴν,
7. ἐπαινεῖσθαι δίκαιον. ὅτι δὲ διά τε τῶν αὐτῶν τούτων ἐν
8. ταῖς τῆς καρδίας συστολαῖς, ὅσον αἰθαλῶδες ἐν αὐτῇ καὶ
9. λιγνυῶδες ἀποχεῖται, καὶ πολὺ μᾶλλον ἔτι διὰ τῆς μεγάλης
10. ἀρτηρίας εἰς τὰς ἄλλας, ὡς καὶ ταῦθ’ ὑπὲρ τοῦ μὴ σβεσθῆναί
11. ποτε καταπνιγεῖσαν ὑπὸ μοχθηρῶν περιττωμάτων
12. τὴν ἐν τῇ καρδίᾳ θερμασίαν, ἀσφαλῶς προνοησαμένην αὐτὴν,
13. ὑμνεῖσθαι προσήκει. τὸ δὲ καὶ τὴν τοῦ πνεύμονος
14. σάρκα μαλακὴν καὶ μανὴν καὶ ἀφρώδη ποιῆσαι, χάριν
15. τοῦ τὸν ἔξωθεν ἀέρα προσπίπτειν, ὡς τροφὴν οἰκείαν προνοησαμένην
16. αὐτὴν τῷ πνεύματι τῷ ψυχικῷ, θαυμάζεσθαι
17. δίκαιον. ὅτι δὲ, καίτοι τριῶν ἀγγείων διαπλεκόντων τὸν πνεύμονα,
18. μιᾶς μὲν φλεβὸς, διττῶν δ’ ἀρτηριῶν, ἅπαν εἰς τὰς
1. τραχείας ἀρτηρίας ἐποίησεν ἕλκεσθαι τὸ πνεῦμα, καὶ
2. αὖθις ἐντεῦθεν ἐκπέμπεσθαι φωνούντων, ἵνα ἐπὶ πλεῖστον
3. ἡμῖν οἷόν τ’ ᾖ διαλέγεσθαι, μὴ δεομένοις συνεχοῦς εἰσπνοῆς,
4. ὡς ἂν ἑκάστης αὐτῶν εἰς μακρὸν ἐξαρκούσης, ἐν τούτῳ πάλιν
5. ὡς τοῦ βελτίστου προνοησαμένην αὐτὴν ἐπαινεῖσθαι
6. δίκαιον. ἐγὼ μὲν δὴ δείξω τὸ γιγνόμενον, αὐτό τε καὶ τὴν
7. αἰτίαν αὐτοῦ διδάξω τῷ λόγῳ. σὸν δ’ ἂν εἴη λοιπὸν
8. ἐπαινεῖν τὸν ταῦτα κατασκευασάμενον, εἴ γε μὴ φθονερὸς
9. εἴης δικαίων ἐπαίνων. ὅτι μὲν οὖν ὁ πνεύμων ἅπασαν ἐκπεπλήρωκε
10. τὴν εὐρυχωρίαν τοῦ θώρακος, καὶ ὡς, εἴτε διαστέλλοιτο,
11. συνδιαστέλλεται κατὰ πᾶν καὶ αὐτὸς, εἴτε συστέλλοιτο,
12. συστέλλεται, ἐν τοῖς περὶ κινήσεως αὐτῶν ἔμαθες
13. ὑπομνήμασιν. ἀλλὰ καὶ ὡς τοῖς ἕλκουσιν ἅπασιν ὀργάνοις
14. τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ πρότερον ἕπεται τοῦ
15. βαρυτέρου τὸ κουφότερον, καὶ ὡς διὰ τῶν εὐρυτέρων στομάτων
16. ἑτοιμότερον αὐτοῖς πληροῦσθαι, καὶ ταῦτα ἐν ἐκείνοις
17. ἔμαθες. καὶ μέν γε καὶ ὡς τῶν μὲν τραχειῶν ἀρτηριῶν
18. ἓν ἁπασῶν ἂν εἴη στόμα μέγιστον, ἀνέχον εἰς τὴν
1. φάρυγγα, τῶν δὲ λείων ἕτερον ἓν εἰς τὴν ἀριστερὰν κοιλίαν
2. τῆς καρδίας, ὥσπερ γε καὶ τῶν φλεβῶν εἰς τὴν δεξιὰν, καὶ
3. ὡς ἐκ μὲν τῆς φάρυγγος ἀὴρ ἕλκεται μόνος εἰς τὰς τραχείας
4. ἀρτηρίας, ἐκ δὲ τῆς δεξιᾶς κοιλίας αἷμα μόνον εἰς
5. τὰς φλέβας, ἐκ δὲ τῆς ἀριστερᾶς ἐξ ἀμφοῖν τι μικτόν.
6. εἰ δὴ ταῦτα μνημονεύοις ἅπαντα συνθεὶς αὐτὰ, ῥᾳδίως
7. ἐξευρήσεις τοῦ προκειμένου τὴν ἀπόδειξιν. διαστελλομένου
8. γὰρ τοῦ πνεύμονος, πρῶτον μὲν ἀκολουθήσει τὸ κουφότατον,
9. ὃ δή ἐστιν ὁ ἔξωθεν ἀὴρ, καὶ πληρώσει τὰς τραχείας
10. ἀρτηρίας· δεύτερον δὲ τὸ ἐκ τῇς ἀριστερᾶς κοιλίας τῆς
11. καρδίας, καὶ πληρώσει τὰς λείας· ἔσχατον δὲ καὶ τρίτον
12. ἐπὶ τούτοις τὸ αἷμα. πρὶν δὲ τὰς τραχείας ἀρτηρίας τελέως
13. πληρωθῆναι πνεύματος, εἰς οὐδέτερον τῶν ἄλλων ἐνδέχεταί
14. τι μεταληφθῆναι. καὶ μὴν, εἴπερ τοῦθ’ οὕτως ἔχει,
15. μόνως ἂν οὕτως ἐγχωρήσειεν εἴς τε τὰς λείας ἀρτηρίας καὶ
16. τὰς φλέβας εἰσρυῆναί τι παρὰ τῆς καρδίας, εἰ διαστέλλοιτο
17. μὲν ὁ θώραξ ἔτι, φθάνοιεν δ’ ἔχειν ἤδη τὴν μεγίστην
18. αἱ τραχεῖαι διάστασιν. εἰ δ’ ἅμα μὲν ὁ θώραξ παύοιτο
1. διαστελλόμενος, ἅμα δ’ ἐκεῖναι τὴν μεγίστην ἔχοιεν διάστασιν,
2. οὐδεὶς ἔτ’ ἀπολείπεται χρόνος οὔτε ταῖς λείαις ἀρτηρίαις
3. οὔτε ταῖς φλεψὶν, ἐν ᾧ διαστήσονται. μηκέτι γὰρ
4. τοῦ πνεύμονος διαστελλομένου, διότι μηδ’ ὁ θώραξ, οὐδὲ
5. τῶν μορίων αὐτοῦ δύναιτ’ ἂν ἔτι διαστέλλεσθαί τι. δῆλον
6. οὖν, ὡς, εἴπερ ἐπιδείξαιμεν, ὅτι τὴν μεγίστην τοῦ πνεύμονος
7. διάστασιν αἱ τραχεῖαι μόναι διαστελλόμεναι καταλαμβάνουσιν,
8. εὐθὺς ἂν ἀποδεδειγμένον εἴη, ὅτι καὶ μόναι κατὰ τὰς
9. εἰσπνοὰς πληροῦνται. τίς οὖν ἡ τούτου ἀπόδειξις; ἐπὶ τεθνεῶτος
10. ἤδη τοῦ ζώου διὰ τοῦ λάρυγγος ἐμφυσῶν πνεῦμα
11. πληρώσεις μὲν δή που τὰς τραχείας ἀρτηρίας, διϊστάμενον
12. δ’ ἐπὶ πλεῖστον ὄψει τὸν πνεύμονα, τὸν ἴσον ὄγκον ἐν
13. αὐτῷ τῶν τε λείων ἀρτηριῶν καὶ τῶν φλεβῶν φυλαττουσῶν.
14. ᾧ δῆλον, ὡς ἱκανῶς εἰς μεγίστην διάστασιν ἄγειν τὸν
15. πνεύμονα τὰς τραχείας ἀρτηρίας ἡ φύσις ἐδημιούργησε,
16. καὶ δι’ ἑνὸς τούτου σοφίσματος εἰς ταύτας μόνας ἀναγκαῖον
17. ἐποίησεν ἐν ταῖς εἰσπνοαῖς εἰσιέναι τὸν ἔξωθεν
18. ἀέρα. πότ’ οὖν εἰς τὴν καρδίαν ἕλκεται τὸ πνεῦμα;
1. κατὰ τὰς διαστολὰς αὐτῆς δηλονότι, καθάπερ γε καὶ κατὰ
2. τὰς συστολὰς αὖθις ἐκκρίνεται. τὰς μὲν γὰρ λείας ἀρτηρίας
3. ὑπηρετεῖν χρὴ ταῖς τῆς καρδίας κινήσεσι, τὰς δὲ τραχείας
4. ταῖς τοῦ πνεύμονος. ὅτι δὲ ἀρχαὶ δύο τούτων τῶν
5. κινήσεών εἰσιν, ὅλῳ τῷ γένει διαφέρουσαι, καὶ ὡς αἱ μὲν
6. τῆς καρδίας ὑπὸ τῆς φύσεως, αἱ δὲ τοῦ θώρακος ὑπὸ
7. τῆς ψυχῆς γίγνονται, δέδεικται πολλάκις· ἀλλὰ καὶ ὅτι
8. βέλτιον ἦν ἡμέτερον ἔργον εἶναι τὴν ἀναπνοὴν, ὑπηρετοῦσαν
9. ἀεὶ τοῦ ζώου τῇ βουλήσει, κατὰ τὸν πρὸ τούτου λόγον
10. ἀποδέδεικται. καὶ πάντως ἔοικεν εἰς ἄκραν ἥκειν πρόνοιάν
11. τε ἅμα καὶ τέχνην τῷ δημιουργῷ τά τε κατὰ τὴν καρδίαν
12. καὶ τὸν πνεύμονα μόρια. λείπειν γὰρ οὐδὲν ἔτι νομίζω,
13. πλὴν ὃ καὶ χωρὶς ἐμοῦ δύναιτ’ ἄν τις εἰδέναι, τῶν ἔμπροσθεν
14. εἰρημένων ἀναμνησθεὶς, ἔνθα περὶ τῆς τῶν νεύρων
15. εἰς ἅπαντα τὰ μόρια διανομῆς ἔλεγον. εἴσεται γὰρ ἐξ ἐκείνου
16. τοῦ λόγου, διότι καὶ τῷ πνεύμονι βέλτιον ἦν, ὥσπερ
17. καὶ τῇ καρδίᾳ καὶ τῷ ἥπατι καὶ τῷ σπληνὶ καὶ τοῖς
18. νεφροῖς, ἐλαχίστων μεταλαβεῖν τῶν νεύρων.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 7.9, ed. Kühn, 1822, vol. 3, p. 544-549. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:7.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩