1. Ἀλλὰ νῦν γε πρῶτα μὲν ὑπὲρ τῶν κοιλιῶν
2. αὐτοῦ διεξίτω, μεγέθους τε πέρι καὶ θέσεως ἑκάστης, καὶ
3. σχήματος, καὶ πρὸς ἀλλήλας συντρήσεων, καὶ τοῦ παντὸς
4. αὐτῶν ἀριθμοῦ, μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἐπικειμένων
5. τε καὶ παρακειμένων αὐταῖς μορίων. αἱ μὲν δὴ πρόσθιοι
6. δύο τήν τ’ εἰσπνοὴν καὶ τὴν ἐκπνοὴν καὶ τὴν ἐκφύσησιν
7. ἐργάζονται τὴν ἐξ ἐγκεφάλου. δέδεικται γὰρ ἑτέρωθι
8. περὶ τούτων· ἀποδέδεικται δὲ καὶ ὅτι προκατεργάζονταί γε
9. καὶ προπαρασκευάζουσιν αὐτῷ τὸ ψυχικὸν πνεῦμα. καὶ μὲν
10. δὴ καὶ ὅτι τοῖς κάτω μέρεσι σφῶν αὐτῶν τοῖς πρὸς τὰς
11. ῥῖνας ἅμα μὲν ὀσφρητικόν ἐστιν ὄργανον, ἅμα δὲ οἷον ὀχετός
12. τις εἰς περιττωμάτων ἐκροὴν ἐπιτήδειος, ὀλίγῳ πρόσθεν
13. εἴρηται. δύο δ’ ἦν ἄμεινον αὐτὰς, οὐ μίαν ὑπάρχειν,
14. ὡς ἂν καὶ τῆς κάτω συντρήσεως διττῆς γεγενημένης, καὶ
15. τῶν αἰσθητηρίων ἁπάντων διδύμων, καὶ αὐτοῦ τοῦ ἐγκεφάλου
16. διφυοῦς. ἔστι μὲν γάρ τις καὶ ἄλλη χρεία ταύτης τῆς
17. διδυμότητος, ἣν, ὅταν ἐπὶ τὰ τῶν αἰσθήσεων ὄργανα μεταβῶμεν,
1. ἐροῦμεν. ἀλλ’ ἥ γε πρώτη τε καὶ κοινοτάτη πάντων
2. τῶν διφυῶν ὀργάνων ἥδ’ ἐστὶν, ἵν’, εἰ καὶ θάτερον
3. αὐτῶν πάθοι, τὸ λοιπὸν ὑπηρετοίη. καὶ ἡμεῖς ποτε τὸ
4. παράδοξον ἐκεῖνο θέαμα τὸ ἐπὶ τῆς Ἰωνίας ἐν Σμύρνῃ γενόμενον
5. ἐθεασάμεθα, τὸν τρωθέντα νεανίσκον εἰς τὴν ἑτέραν
6. τῶν προσθίων κοιλιῶν, εἶτα περιγενόμενον, ὡς
7. ἐδόκει, βουλήσει θεοῦ· ἀλλ’ οὐκ ἂν οὐδ’ ἐπ’ ὀλίγον
8. ἐξήρκεσεν, ἀμφοτέρων ὁμοῦ τρωθεισῶν. οὕτως οὖν, εἰ καὶ
9. χωρὶς τοῦ τρωθῆναι πάθημά τι περὶ τὴν ἑτέραν συμπέσοι,
10. τῆς λοιπῆς μενούσης ὑγιοῦς, ἧττον εἰς τὴν ζωὴν βεβλάψεται
11. τὸ ζῶον, ἢ εἰ ἀμφότερα πάθοιεν ἅμα. καὶ μὴν ἴσον
12. ἐστὶν, ἢ δυοῖν οὐσῶν ἀμφοτέρας ἅμα παθεῖν, ἢ μιᾶς ἐξ
13. ἀρχῆς γενομένης μίαν εἶναι τὴν πάσχουσαν. ὥστ’ ἀσφαλέστερον
14. ἐν οἷς ἐγχωρεῖ τὸ διφυὲς τοῦ μονοφυοῦς. ἐγχωρεῖ δὲ
15. οὐ πάντη οὕτως γενέσθαι. δύο γοῦν γενέσθαι ῥάχεις ῥάχεις ἑνὸς
16. ζώου παντάπασιν ἦν ἀδύνατον· εἰ δὲ τοῦτο, καὶ δύο
17. μυελοὺς νωτιαίους· εἰ δὲ καὶ ταῦτα, καὶ τὴν τῆς παρεγκεφαλίδος
1. κοιλίαν οὐχ οἷόν τ’ ἦν γενέσθαι διττὴν, ἐξ αὐτῆς
2. γε τοῦ νωτιαίου μυελοῦ βλαστάνοντος.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 8.10, ed. Kühn, 1822, vol. 3, p. 663-665. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩