3. Ἀλλ’ ὅτι πάντα τὰ κατὰ τὸ σῶμα νεῦρα
4. τὰ κάτω τῆς κεφαλῆς ἢ ἐκ τῆς παρεγκεφαλίδος, ἢ ἐκ τοῦ
5. νωτιαίου πέφυκε, χρὴ καὶ ταύτην τὴν κοιλίαν ἀξιόλογον
6. εἶναι τὸ μέγεθος, καὶ τὸ προκατειργασμένον ἐν ταῖς προσθίαις
7. ψυχικὸν πνεῦμα μεταλαμβάνειν. ὥστε ἀναγκαῖον ἦν
8. γίνεσθαι τὸν πόρον ἐξ ἐκείνων εἰς ταύτην. ἀτὰρ οὖν καὶ
9. φαίνεται μεγάλη μὲν αὕτη, μέγιστος δὲ καὶ ὁ ἀπὸ τῶν ἔμπροσθεν
10. κοιλιῶν ἐμβάλλων εἰς αὐτὴν πόρος. καὶ κατὰ τοῦτόν
11. γε μόνον ἡ ἔμφυσίς ἐστι τῇ παρεγκεφαλίδι πρὸς τὸν
12. ἐγκέφαλον. οὕτω γὰρ ἑκατέραν τὴν μοῖραν αὐτοῦ καλεῖν
13. ἔθος ἐστὶ τοῖς περὶ τὸν Ἡρόφιλον, τὴν μὲν ἔμπροσθεν τῷ
14. τοῦ παντὸς ὀνόματι διὰ τὸ μέγεθος· ὄντος γὰρ αὐτοῦ διφυοῦς,
15. ὡς εἴρηται, τῶν μορίων ἑκάτερον πολὺ μεῖζόν ἐστιν
16. ὅλης τῆς παρεγκεφαλίδος· τὴν δ’ ὄπισθεν, ὅτι, τῆς πρώτης
17. φθασάσης τὸ τοῦ παντὸς ὄνομα σφετερίσασθαι, δικαιότερον
1. οὐκέτ’ ἦν εὑρεῖν ἕτερον ὄνομα τῇ παρεγκεφαλίδι τοῦ
2. νῦν ὄντος. ἄλλοι δ’ αὖ τινες οὐχ οὕτως, ἀλλ’ ἐγκρανίδα
3. τε καὶ ἔγκρανον ὀνομάζουσι. καὶ οὐ χρὴ μέμφεσθαι τοῖς
4. ἀνδράσιν, εἰ σαφοῦς ἕνεκα διδασκαλίας ἐποίουν ὄνομά τι,
5. πολλῶν κᾀν τῷ βίῳ παντὶ κατ’ ἐξοχὴν ὠνομασμένων, ἢ μεγέθους,
6. ἢ δυνάμεως, ἢ ἀρετῆς, ἢ ἀξιώματος ἕνεκα. διειργόμενος
7. νῦν ἀπὸ τῆς παρεγκεφαλίδος ὁ ἐγκέφαλος, ὡς καὶ
8. πρόσθεν εἴρηται, τῇ τῆς παχείας μήνιγγος διπλώσει, δεόμενος
9. κᾂν καθ’ ἕν τι συναφθῆναι μέρος ἕνεκα τῆς τοῦ
10. προειρημένου πόρου γενέσεως, εἰς μίαν πρότερον χώραν τὰς
11. κοιλίας ἀμφοτέρας ἐπεράτωσεν· ἣν δὴ τετάρτην ἔνιοι τῶν
12. ἀνατομικῶν ἀριθμοῦσι τοῦ παντὸς ἐγκεφάλου κοιλίαν. εἰσὶ
13. δ’ οἳ σύντρησιν μὲν αὐτὸ τοῦτο καλοῦσι τῶν δύο κοιλιῶν,
14. ἑτέραν δέ τινα χρῆναι νομίζειν οὐκ ἐπιτρέπουσιν. ἐγὼ δὲ,
15. εἴτε κοινὴν ἀμφοτέρων, εἴτε καὶ τρίτην τινὰ παρ’ αὐτὰς
16. ἑτέραν κοιλίαν ἐθέλοι τις ὑπολαμβάνειν αὐτὴν, ἡγοῦμαι μὲν
17. ἐκ τούτων οὔτ’ ὠφελεῖσθαί τι τοῦ λόγου τὴν προκειμένην
1. διέξοδον, οὔτε βλάπτεσθαι· τὴν δ’ αἰτίαν τοῦ συνελθεῖν
2. ἐς ταὐτὸ τὰς προσθίους κοιλίας ἀξιῶ γινώσκειν. ἔστι δ’
3. αὕτη ἡ τοῦ συνάπτοντος αὐτὰς τῇ παρεγκεφαλίδι τοῦ
4. πόρου γένεσις. ἐκ ταύτης γὰρ ἐκεῖνος ὁρμώμενος τῆς κοιλότητος,
5. ἐκδεχόμενός τε τὸ περιεχόμενον ἐν αὐτῇ πνεῦμα,
6. διαπέμπει τῇ παρεγκεφαλίδι. τὸ δὲ ὑπὲρ τὴν κοινὴν κοιλότητα
7. μόριον ἐγκεφάλου, καθάπερ οἰκίας τις ὄροφος, εἰς
8. κοίλης σφαίρας ἐπιφάνειαν περιαγόμενον, οὐκ ἂν ἀλόγως
9. δόξειεν ὠνομάσθαι καμάριόν τε καὶ ψαλιδοειδὲς, ὅτι
10. καὶ τὰ τοιαῦτα τῶν οἰκοδομημάτων ἔθος ἐστὶ τοῖς ἀρχιτεκτονικοῖς
11. καμάρας τε καὶ ψαλίδας ὀνομάζειν. καὶ οἷς γε
12. τετάρτη τις αὕτη κοιλία νενόμισται, κυριωτάτην εἶναί φασιν
13. αὐτὴν ἁπασῶν τῶν καθ’ ὅλον τὸν ἐγκέφαλον. Ἡρόφιλος
14. μὲν οὐ ταύτην, ἀλλὰ τὴν ἐν τῇ παρεγκεφαλίδι, κυριωτέραν
15. ἔοικεν ὑπολαμβάνειν. ἡμεῖς δ’, ἥντινα μὲν ἔχειν χρὴ
16. περὶ τούτων δόξαν, ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ
17. Πλάτωνος δογμάτων ὑπομνήμασιν αὐτάρκως εἰρήκαμεν·
1. ἐνταυθοῖ δὲ τὰς χρείας μόνας ἀρκεσθησόμεθα διεξιόντες,
2. οὐδὲ ταύτας ἁπάσας μετ’ ἀποδείξεως, ἀλλ’ ὅσαι δόγμασιν ἐν
3. ἐκείνῃ τῇ πραγματείᾳ προαποδεδειγμένοις ἐξ ἀνάγκης ἕπονται,
4. τῶν προηγουμένων μόνων ὑπομνήσαντες δογμάτων, ἐξ
5. ἑτοίμου ληψόμεθα. τὴν δὴ τοῦ ψαλιδοειδοῦς ἐκείνου σώματος
6. χρείαν οὐκ ἄλλην τινὰ, ἢ τὴν τῶν ψαλίδων αὐτῶν τῶν
7. ἐν τοῖς οἰκοδομήμασιν, ὑποληπτέον. ὡς γὰρ κᾀκεῖναι βαστάζειν
8. τὸ ἐπικείμενον ἄχθος ἐπιτηδειότεραι παντὸς ἄλλου
9. σχήματος, οὕτω καὶ τοῦτο τὴν ὑπερκειμένην ἐγκεφάλου μοῖραν
10. ἅπασαν ἀλύπως ὀχεῖ. πάντη τε γὰρ ὁμοιότατον ἑαυτῷ
11. τὸ κυκλοτερές ἐστι, καὶ διὰ τοῦτο πάντων σχημάτων
12. δυσπαθέστερον, καὶ μέντοι καὶ μέγιστον ἁπάντων τῶν ἴσον
13. ἐχόντων περίμετρον. ἔστι δὲ οὐδὲ τοῦτο σμικρὸν ἀγαθὸν
14. ἀγγείοις, καὶ πόροις, καὶ κοιλίαις, καὶ πᾶσιν, ὅσων ἡ γένεσις
15. ἕνεκα τοῦ δέξασθαί τινας οὐσίας· ἄριστα γὰρ ἐν αὐτοῖς,
16. ὅσα πλεῖστον ὑποδέχεται, σμικρότατα τοῖς τοῦ σώματος
17. ὄγκοις ὑπάρχοντα. ὥστε καὶ περὶ τοῦ μεταξὺ πόρου ταύτης
1. τε τῆς κοιλίας τῆς ὑποκειμένης τῷ ψαλιδοειδεῖ καὶ τῆς ἐν
2. τῇ παρεγκεφαλίδι τὰς αὐτὰς ἔχοις ἂν λέγειν χρείας τοῦ
3. σχήματος. καὶ γὰρ δυσπαθέστατον καὶ πολυχωρότατον καὶ
4. βαστάζειν ἄχθος ἐπιτηδειότατον τὸ περιφερές. οὕτω δὲ
5. καὶ περὶ πάντων τῶν καθ’ ὅλον τὸ σῶμα πόρων, καὶ περὶ
6. πασῶν ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ περὶ πασῶν κοιλιῶν.
7. ἅπασαι μὲν γάρ εἰσι σφαιροειδεῖς, ἀλλὰ διὰ τὰς ἀποφύσεις
8. τε καὶ ἐπιφύσεις καὶ συναναστομώσεις ἡ μὲν τῆς σφαίρας
9. ἀκρίβεια διαφθείρεται, τὸ περιφερὲς δ’ ἔτι μένει σχῆμα.
10. καὶ εἴ γε τὸ μέσον αὐτὸ κοιλίας ἡστινοσοῦν ἐπισκοποῖς, τίνος
11. ἂν μάλισθ’ εὕροις αὐτὸ σφαιροειδέστερον, ὡς ἂν μήπω
12. νενοθευμένον ταῖς ἀποφύσεσιν, ἀλλ’ ἔτι διασῶζον τὴν γνησίαν
13. τοῦ σχήματος ἰδέαν. οὕτω τοι καὶ αὐτῶν τῶν προσθίων
14. κοιλιῶν ἐὰν ἀφῃρημένην νοήσῃς τήν τε τῆς κοίλης
15. καὶ μέσης χώρας ψαλίδα καὶ τάς γ’ ἐπὶ τὰς ῥῖνας
16. καταφερομένας ἀποφύσεις, ἔτι τε τὰς εἰς τὰ πλάγιά τε ἅμα
1. καὶ κάτω, περὶ ὧν τῆς χρείας αὖθις εἰρήσεται, σφαιροειδὲς
2. ἀκριβῶς εὑρήσεις τὸ λοιπόν. καὶ μὲν δὴ καὶ τῆς ὀπίσω
3. τῆς κατὰ τὴν παρεγκεφαλίδα τὴν τε τοῦ προειρημένου πόρου
4. κατάφυσιν καὶ τὴν εἰς τὸν νωτιαῖον ἔκφυσιν ἂν ἀφέλῃς,
5. ἔσται σοι καὶ αὕτη σφαιροειδής.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 8.11, ed. Kühn, 1822, vol. 3, p. 665-670. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩