Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 8.12, ed. Kühn, 1822, vol. 3, p. 670-672. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.12

6. Περὶ μὲν δὴ τοῦ σχήματος αὐτῶν ἀρκεῖ
7. καὶ ταῦτα. περὶ δὲ τοῦ μεγέθους, οὐκ ἐνταυθοῖ μόνον,
8. ἀλλὰ καὶ πάντη τοῦ σώματος, αἱ μὲν ὑλωδεστέρας
9. οὐσίας ὑποδεχόμεναι κοιλίαι μείζους εὐλόγως εἰσὶν, αἱ δὲ
10. τὰς, ὡς ἄν τις εἴποι, δυναμικωτέρας ἐλάσσους. πολὺ γὰρ
11. ἐν ἑκάστη τῶν ὑλῶν τὸ περιττὸν, οὗ διακριθέντος τε καὶ
12. ἀποκριθέντος, καὶ τοῦ λοιποῦ τοῦ χρηστοῦ τῇ προσηκούσῃ
13. ποιότητι κοσμηθέντος, ἐπὶ τὸ προκείμενον ἤδη τέλος ἀφῖχθαι
14. λέγοιτ’ ἂν ὀρθῶς ὁ δημιουργός. ὥστε καὶ ἡ τῆς παρεγκεφαλίδος
15. κοιλία κατὰ λόγον ἐλάττων ἐγένετο τῶν προσθίων.
16. εἰ δὲ καὶ τὴν κοινὴν χώραν αὐτῶν ἐξετάζοι τις,
17. ἰδίᾳ τετάρτην ἀριθμῶν ἐγκεφάλου κοιλίαν, καὶ ταύτης ἐλάττων
1. ἐστὶν ἡ τῆς παρεγκεφαλίδος. ἡ μέντοι χοριοειδὴς
2. μήνιγξ, ἣν ὑπεζωσμένην τὰς κοιλίας ἔνδοθεν ἐλέγομεν, ἄχρι
3. ταύτης προέρχεται τῆς κοιλότητος, τῆς ἐν τῷ ψαλιδοειδεῖ.
4. τὰ γὰρ ἑξῆς τούτων σώματα περὶ τὸν πόρον ἤδη σκληρότερα
5. τὴν σύστασίν ἐστιν, ἢ ὡς δεῖσθαι διαζώσματος· ὡσαύτως
6. δὲ καὶ τὰ περὶ τὴν ὀπισθίαν κοιλίαν ἅπασαν.
7. ἐλέχθη γὰρ οὖν καὶ πρόσθεν, ὡς ἡ παρεγκεφαλὶς ὕλη πολύ
8. τι παραλλάττει σκληρότητι τὸν ἐγκέφαλον. ὥστε μοι θαυμάζειν
9. ἐπέρχεται τῶν περὶ Πραξαγόραν καὶ Φιλότιμον οὐ
10. τῆς τῶν δογμάτων ἀτοπίας μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἐν
11. ταῖς διαιρέσεσι φαινομένων τῆς ἀγνοίας. ὑπεραύξημα γάρ
12. τι καὶ βλάστημα τοῦ νωτιαίου μυελοῦ νομίζουσιν εἶναι τὸν
13. ἐγκέφαλον, καὶ διὰ τοῦτο ἐκ μακρῶν ἑλίκων συγκεῖσθαί φασιν,
14. καίτοι τοῦ μὲν ὄπισθεν ἐγκεφάλου τοῦ τῷ νωτιαίῳ συνεχοῦς,
15. ἥκιστα μετέχοντος τῆς τοιαύτης συνθέσεως, ἐναργεστάτην
16. δ’ αὐτὴν καὶ πλείστην ἐπιδεικνυμένου τοῦ προσθίου.
17. καὶ, τὸ τούτου γ’ ἔτι μεῖζον σφάλμα τῶν ἀνδρῶν, οὐ
1. γινώσκουσιν, ὅτι τοῖς κατὰ βάσιν μόνην ἐγκεφάλου μέρεσι
2. συνεχής ἐστιν ὁ νωτιαῖος, ἃ μόνα τῶν κατ’ αὐτὸν μορίων
3. οὐχ ἑλήλικται· σκληρὰ γὰρ ὄντα παρ’ ἑαυτῶν ἔχει τὴν τῆς
4. ἕδρας ἀσφάλειαν, οὐδὲν τῆς λεπτῆς μήνιγγος διαζωννυμένης
5. οὔσης καὶ στηριζούσης δεόμενα. οὕτως ἄρα καὶ τοῖς ἀρίστοις
6. ἀνδράσιν, ὅταν ἀτιμάσαντες ἀλήθειαν οἷς ἐξ ἀρχῆς
7. ἔθεντο δόγμασιν ἀκολουθεῖν ἐθέλωσιν, ἀσχημονεῖν ἀναγκαῖον.
8. ἀλλὰ καὶ ὅσοι πρὸς τοῦ κρανίου διατετυπῶσθαί φασι τὸν
9. ἐγκέφαλον, οὔθ’ ὅτι τῆς σκληρᾶς μήνιγγος ἀφέστηκεν αὐτὸς,
10. οὔθ’ ὡς ἐκείνη τοῦ κρανίου ψαύει μὲν, οὐ συμπέφυκε δὲ,
11. γινώσκειν ἐοίκασιν, ἀλλ’ οὐδ’ ὡς ἐκείνην ἐχρῆν ἐντετυπῶσθαι
12. πρότερον, οὐδ’ ὡς αὐτὸ τὸ κρανίον ἐστὶ τοιοῦτον.

Cliquer un n° de page pour en afficher l’image