13. Ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν,
14. οὐ χρὴ παραλιπεῖν ἀνεξήγητον οὐδὲ τὴν τῆς παρεγκεφαλίδος
15. ἰδέαν. οὐ γὰρ ἐξ ἑλίκων μεγάλων τῇ λεπτῇ μήνιγγι διειλημμένων,
16. ὥσπερ ὁ ἐγκέφαλος, ἀλλ’ ἐκ πολλῶν μὲν καὶ
1. αὐτῶν πάνυ σμικρῶν σωμάτων, οὐ μὴν τὸν αὐτὸν ἐκείνῳ
2. τρόπον σύγκειται. ἐπειδὴ γὰρ δι’ ὅλου τοῦ κατὰ τὸν ἐγκέφαλον
3. σώματος, οὐκ ἐν ταῖς κοιλίαις αὐτοῦ μόναις, ὡς ἐν
4. ἑτέροις ἀποδέδεικται, περιέχεται πνεῦμα ψυχικὸν, ἡγεῖσθαι
5. χρὴ καὶ κατὰ τὴν παρεγκεφαλίδα, μέλλουσάν γε τῶν καθ’
6. ὅλον τὸ σῶμα νεύρων ἀρχὴν γενήσεσθαι, πλεῖστον τοῦτο
7. περιέχεσθαι πνεῦμα, καὶ τὰς μεταξὺ δὴ χώρας ἐκείνας, τὰς
8. συναπτούσας αὐτῆς τὰ μόρια, τὰς ὁδοὺς εἶναι τοῦ πνεύματος.
9. Ἐρασίστρατος δὲ, ὅτι μὲν ἐγκεφάλου σύγκειται
10. ποικιλώτερος ἡ ἐπεγκρανὶς (οὕτω γὰρ αὐτὴν ὀνομάζει), καλῶς
11. ἀποφαίνεται· πολύπλοκον δὲ εἶναι φάσκων ἐπ’ ἀνθρώπων
12. μᾶλλον ἢ τῶν ἄλλων ζώων αὐτήν τε ταύτην καὶ σὺν αὐτῇ
13. τὸν ἐγκέφαλον, ὅτι οὐ περίεστιν αὐτοῖς ὁμοίως ἀνθρώπῳ τὸ
14. νοεῖν, οὐκέθ’ ὁμοίως ὀρθῶς μοι δοκεῖ γινώσκειν, ἐχόντων
15. γε δὴ καὶ τῶν ὄνων πολύπλοκον ἱκανῶς τὸν ἐγκέφαλον,
16. οὓς ἐχρῆν ὅσον ἐπὶ τῇ σκαιότητι τοῦ τρόπου παντάπασιν
17. ἁπλοῦν τε καὶ ἀποίκιλτον ἔχειν αὐτόν. ἄμεινον δ’ ἦν ἄρα
1. τῇ τῆς οὐσίας εὐκρασίᾳ τοῦ νοοῦντος σώματος, ὅ τι ποτ’ ἂν
2. ᾖ τοῦτο, τὴν σύνεσιν ἕπεσθαι νομίζειν, οὐ τῇ ποικιλίᾳ τῆς
3. συνθέσεως. οὐδὲ γὰρ τῷ πλήθει τοῦ πνεύματος τοῦ ψυχικοῦ
4. χρῆναι δοκεῖ μοι μᾶλλόν περ ἢ τῇ ποιότητι τὴν ἀκρίβειαν
5. τῆς νοήσεως ἀναφέρειν. ἀλλὰ γὰρ καὶ νῦν, εἰ μή τις
6. οἷον χαλινῷ τινι τὸν λόγον ἐπιστρέψειε, μειζόνων ἢ κατὰ
7. τὰ προκείμενα δογμάτων ἐφαπτόμενος, ἔκφορος ἂν οἴχοιτο,
8. καίτοι τό γε παντελῶς φυλάσσεσθαι περὶ ψυχῆς οὐσίας εἰπεῖν
9. τι, τὴν κατασκευὴν ἐξηγουμένους τοῦ περιέχοντος αὐτὴν
10. σώματος, ἀδύνατον. ἀλλ’ ὥσπερ τοῦτο ἀδύνατον, οὕτω τὸ
11. ταχέως ἀναστρέφειν, ἔνθα μὴ χρονίζειν ἀνάγκη, δυνατόν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 8.13, ed. Kühn, 1822, vol. 3, p. 672-674. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:8.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩